1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

55

γὰρ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ ἐκ προσώπου αὐτοῦ τοῦ Κυρίου ὁ μακάριος λέγει ∆αβίδ· "Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." Τοῦτο δὲ καὶ ὁ μακάριος λέγει ∆ανιήλ· "Πάντες γὰρ, φησὶ, λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσι." Καὶ δεικνὺς τὸ ἀτελεύτητον τῆς βασιλείας, "Ἡ ἐξουσία αὐτοῦ, φησὶν, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται." Οὕτως οὖν γράψας τὴν ἀποκάλυψιν, ἐπήγαγεν· ιεʹ. "Ἔφριξε τὸ πνεῦμά μου· ἐγὼ ∆ανιὴλ ἐν τῇ 81.1428 ἕξει μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετά ρασσόν με." Ἥ τε γὰρ ὄψις, φησὶ, φρικώδης ἦν, καὶ ἡ ἄγνοια τῶν αἰνιγμάτων ἐκύκα μου τὴν διά νοιαν, καὶ θορύβων ἐπλήρου. ιʹ. "Προσῆλθον τοίνυν τινὶ τῶν ἑστηκότων, καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ' αὐτοῦ περὶ πάντων τούτων." Ἑστηκότας δὲ λέγει τὰς χιλίας χιλιά δας, καὶ μυρίας μυριάδας, δι' ὧν οὐκ ἀριθμὸν εἶπε ῥητὸν, ἀλλὰ τοῦ ἀριθμοῦ κρεῖττον ἐδήλωσε πλῆθος τῶν τε λειτουργούντων, καὶ τῶν παρεστηκό των. Οἱ μὲν γὰρ τιμιώτεροι οὐχ εἱστήκεισαν μόνον, ἀλλὰ καὶ λειτουργεῖν ἐκελεύοντο· οἱ δὲ λοιποὶ τῇ μετὰ δέους στάσει τὴν δουλείαν ἐμήνυον. Καὶ καθάπερ ἐπὶ τῶν ἀνθρωπίνων δικαστηρίων, οἱ μὲν τῶν ὑπ ηκόων ἱστᾶσιν φοβερώτερον δεικνύντες τὸ δικαστή ριον, οἱ δὲ ἐξίασί τε καὶ εἰσίασι τῷ δικαστῇ τὰς ἀποκρίσεις κομίζοντες· οὕτως ἐν τῷ φοβερωτάτῳ δικαστηρίῳ εἶδεν ὁ ∆ανιὴλ τὰς μὲν μυριάδας παρ εστώσας, τὰς δὲ χιλίας χιλιάδας λειτουργεῖν ἐμπε πιστευμένας. Προσελθὼν τοίνυν, φησὶ, καὶ ἐρόμε νος τίς τῆς ἀποκαλύψεως ἡ ἑρμηνεία, ἔμαθεν παρά τινος τῶν ἑστώτων τὴν ἀλήθειαν. ιζʹ, ιηʹ. "Ἔφη γάρ μοι· Ταῦτα τὰ θηρία τὰ μεγάλα τὰ τέσσαρα, τέσσαρες βασιλεῖαι ἀναστήσονται ἐπὶ τῆς γῆς, αἳ ἀρθήσονται. Καὶ παραλήψονται τὴν βα σιλείαν ἅγιοι Ὑψίστου, καὶ καθέξουσιν αὐτὴν ἕως αἰῶνος, καὶ ἕως αἰῶνος τῶν αἰώνων." Προσέχειν ἀκριβῶς δεῖ, ὅτι κἀνταῦθα τέσσαρας εἶπε βασι λείας, καὶ ἐπὶ τῆς εἰκόνος τέσσαρας· καὶ μὴ νο μίζειν τὸ ὄστρακον ἑτέραν εἶναι παρὰ τὸν σίδηρον βασιλείαν. Καὶ γὰρ ἐκεῖ "τὸ τέλος τῆς σιδηρᾶς βασιλείας ἀσθενέστερον" ἔφη, καὶ ἐνταῦθα ὡσαύ τως "τρία κέρατα ἔφη ἐκριζωθῆναι ἀπὸ τῶν δέκα," ὡς ἀσθενέστερον δηλονότι διακείμενα. Αὗ ται τοίνυν, φησὶν, αἱ βασιλεῖαι διαλυθήσονται, καὶ ἡ ἀληθὴς καὶ ἀτελεύτητος βασιλεία τοῖς τοῦ Ὑψί στου ἁγίοις δοθήσεται. Ἐκείνην τοίνυν, φησὶ, ποθῶν. μηδὲν ἡγοῦ τοῦ παρόντος αἰῶνος τὰς βασι λείας οὐκ εἰς μακρὸν δεξομένας τὸ τέλος. Εἶτά φησιν· ιθʹ. "Ἐζήτουν ἀκριβῶς περὶ τοῦ θηρίου τοῦ τε τάρτου, ὅτι ἦν διαφέρον παρὰ πᾶν θηρίον, καὶ φοβερὸν περισσῶς· οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ· ἤσθιεν, καὶ ἐλέπτυνεν, καὶ τὰ λοιπὰ τοῖς ποσὶν αὑτοῦ κατεπάτει." Ἐπι σημήνασθαι δεῖ, ὅτι τοὺς μὲν ὀδόντας σιδηροῦς λέ γει, τοὺς δὲ ὄνυχας χαλκοῦς. Ἡ μὲν γὰρ Ῥωμαίων βασιλεία τὸν παρὰ πάντων δέχεται φόρον, διὸ τοὺς ὀδόντας ἔφη σιδηροῦς. Ἐπειδὴ δὲ καὶ ἐκ τῆς Μακεδονικῆς βασιλείας πολλοὶ εἰς τὴν ὁπλιτικὴν τελοῦσι στρατείαν, ὅπερ δέ εἰσι θηρίῳ ὄνυχες, τοῦτο βασιλεῖ στρατιῶται, εἰκότως ἔφη τοὺς ὄνυχας χαλ κοῦς, ἐπειδὴ καὶ τὴν τρίτην βασιλείαν χαλκῆν προσ ηγόρευσεν. Ἐπυνθανόμην γὰρ, φησὶ, 81.1429 κʹ. "Καὶ περὶ τῶν κεράτων αὐτοῦ τῶν δέκα τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ, καὶ τοῦ τετάρτου· τοῦ ἀναβάντος καὶ ἐκτινάξαντος τῶν προτέρων τρία, καὶ τὸ κέρας ἐκεῖνο ᾧ οἱ ὀφθαλμοὶ αὐτοῦ καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἡ ὅρασις αὐτοῦ μείζων τῶν λοιπῶν." Οὐ δεῖ δὲ θαυμάζειν, εἰ ἄνω μὲν σμικρὸν ἔφη τὸ κέρας, ἐνταῦθα δὲ τὴν ὅρασιν αὐτοῦ μείζονα τῶν λοιπῶν· προσήκει τοῖς λεγομένοις ἀκριβῶς. Ὅτε μὲν γὰρ φυόμενον εἶδε τὸ κέρας, μικρὸν αὐτὸ προσηγόρευσεν, ὡς καὶ ἀπὸ σμικροῦ ἔθνους ὁρώμενον τοῦ Ἰουδαίων, καὶ ἀφανῆ τέως τὴν βασιλείαν ἔχον· μετὰ δὲ τὸ ἐκριζῶ σαι τρία κέρατα τῶν πρὸ αὐτοῦ, εἰκότως τὴν ὅρασιν αὐτοῦ μείζω τῶν λοιπῶν ἀποκαλεῖ. Ἐπιφέρει τοίνυν ἔτι πυνθανόμενος, καʹ. "Τί δήποτε τὸ κέρας ἐκεῖνο ἐποίει πόλε μον μετὰ τῶν ἁγίων, καὶ ἴσχυσε πρὸς αὐτούς;" Ἀντὶ τοῦ, ἐταπείνωσεν αὐτούς. κβʹ. "Ἕως