καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτως γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον, καὶ ἐκτελέσαι ὄπισθέν σου, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί. νῦν οὖν ἀκολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ, καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου, καὶ δὸς δόξαν τῷ ὀνόματί σου, κύριε. καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακά. καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυνάμεως καὶ δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη, καὶ γνώτωσαν ὅτι σὺ εἰ κύριος ὁ θεὸς μόνος καὶ ἔνδοξος ἐφ' ὅλην τὴν οἰκουμένην. Καὶ οὐ διέλιπον οἱ ἐμβαλόντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον νάφθαν καὶ πίσσαν καὶ στυπεῖον καὶ κληματίδα· καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσεράκοντα ἐννέα, καὶ διώδευσεν καὶ ἐνεπύρισεν οὓς ηὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. ὁ δὲ ἄγγελος τοῦ κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον, καὶ ἐξετίναξεν τὴν 250 φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου, καὶ ἐποίησεν τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζων. καὶ οὐχ ἥψατο αὐτῶν καθόλου τὸ πῦρ· καὶ οὐκ ἐλύπησεν οὐδὲ ἠνώχλησεν αὐτούς. τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν τὸν θεὸν ἐν τῇ καμίνῳ, λέγοντες, Εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένον τὸ ὄνομά σου τὸ ἅγιον καὶ ὑπερύμνητον καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας. εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερύμνητος καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας. καὶ μετὰ βραχέα. Εὐλογεῖτε Ἀνανία, Ἀζαρία καὶ Μισαὴλ τὸν κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας, ὅτι ἐξείλατο ἡμᾶς ἐξ ᾅδου καὶ ἔσωσεν ἡμᾶς, ἐκ χειρὸς θανάτου καὶ ἐῤῥύσατο ἡμᾶς ἐκ καμίνου μέσης καιομένης φλογὸς καὶ ἐκ μέσου πυρὸς ἐῤῥύσατο ἡμᾶς. ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν κύριον, τὸν θεὸν τῶν θεῶν, ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐτοῦ. Καὶ Ναβουχοδονόσορ ἤκουσεν ὑμνούντων αὐτῶν, καὶ ἐθαύμασεν, καὶ ἐξανέστη ἐν σπουδῇ, καὶ εἶπε τοῖς μεγιστᾶσιν αὐτοῦ, Οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν ἐν μέσῳ τοῦ πυρὸς πεπεδημένους; καὶ εἶπον τῷ βασιλεῖ, Ἀληθῶς, βασιλεῦ. καὶ εἶπεν ὁ βασιλεύς, Ὧδε ἐγὼ ὁρῶ ἄνδρας τέσσαρις λελυμένους καὶ περιπατοῦντας ἐν μέ251 σῳ τοῦ πυρός, καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ. Τότε προσῆλθεν Ναβουχοδονόσορ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ εἶπεν, Σεδράκ, Μισάκ, Ἀβδεναγώ, οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. καὶ ἐξῆλθον Σεδράκ, Μισάκ, Ἀβδεναγὼ ἐκ μέσου τοῦ πυρός. Καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρχαι καὶ οἱ δυνάσται τοῦ βασιλέως, καὶ ἐθεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσε τὸ πῦρ τοῦ σώματος αὐτῶν καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθησαν καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς. καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐνώπιον αὐτῶν τῷ κυρίῳ. καὶ ἀπεκρίθη Ναβουχοδονόσορ καὶ εἶπεν, Εὐλογητὸς ὁ θεὸς τοῦ Σεδράκ, Μισὰκ καὶ Ἀβδεναγώ, ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατο τοὺς παῖδας αὐτοῦ, ὅτι ἐπεποίθησαν ἐπ' αὐτῷ καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς πῦρ, ὅπως μὴ λατρεύσωσι μηδὲ προσκυνήσωσι παντὶ θεῷ, ἀλλ' ἢ τῷ θεῷ αὐτῶν. ἐγὼ ἐκτίθεμαι δόγμα, Πᾶς λαός, φυλή, γλῶσσα, ἡ ἐὰν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ Σεδράκ, Μισάκ, Ἀβδεναγώ, εἰς ἀπώλειαν ἔσονται, καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν, καθότι οὐκ ἔστιν θεὸς ἕτερος, ὅστις δυνήσεται ῥύσασθαι οὕτως. Τότε ὁ βασιλεὺς κατεύθυνε τὸν Σεδράκ, Μισὰκ καὶ Ἀβδε252 ναγὼ ἐν τῇ χώρᾳ Βαβυλῶνος, καὶ ηὔξησεν αὐτούς, καὶ ἠξίωσεν