56
ὑπηρεσίαις τάξαντες. Οἱ δὲ μεγιστᾶνες, οἱ μὲν ἐν ταῖς τιμαῖς ἔτι μένοντες, οἱ δὲ καὶ τῶν ὅπῃ ποτὲ γῆς ἀκηδέες ἔμενον ἐξ ὀργῆς γωνιῶν ἐξάλμενοι, τῶν μὲν πραγμάτων ἐλευθέρως εἶχον, τῆς δὲ γλώσσης οὔπω θαρροῦντεςοἱ γὰρ Μουζάλωνες ἐφειστήκεισαν, ἐβυσσοδόμευον τὰς ὀργάς, καὶ πάντες προσεποιοῦντο πρὸς ἐκείνους τὸ εὐπειθές, ὡς ὑπὸ βασιλεῖ δῆθεν τελοῦντες τῷ μειρακίσκῳ, εἰ καὶ ὀδὰξ οἱ παθόντες παρὰ τοῦ πατρός, φαγόντος τοὺς τῆς ὀργῆς 65 ὄμφακας καὶ κόνδυ πικρίας ἐκείνους ποτίσαντος, αἱμωδιᾶν ὠρέγοντο τὸν υἱόν· πλὴν καὶ οὕτως ἔχοντες δυσμενείας, οἱ μὲν τῷ ἐπιτροπευομένῳ καὶ νέῳ, οἱ δὲ τοῖς ἐφεστηκόσι, παθόντες μέν τι καὶ ἐξ ἐκείνων τὸ πρίν, οὐ μὴν δ' ἀλλ' οὐδ' ἡ Νέμεσις ἠρεμεῖν εἴα, οὕτω παρὰ τὸ εἰκὸς τιμηθέντων, μὴ δυσμεναίνοντας κακουργεῖν, τῷ πρὸς ἐκείνους τέως φόβῳ συγκατεκλί νοντο. Τότε δ' ὁ πρῶτος τῶν Μουζαλώνων, ὃς καὶ τῷ τοῦ πρωτοβεστιαρίου τετίμητο ἀξιώματι, ὁρῶν τὸν φθόνον πολὺν καὶ δεινὸν ὑφέρποντα καὶ ὡς βασιλειᾶν παρὰ πολλῶν ὑποπτεύοιτο, κἀντεῦθεν τὸν μέγαν κίνδυνον ὑφορώμενος, ἔγνω, συνετὸς ὤν, πείρᾳ τὸ στράτευμα δοκιμάσαι, ἅμα δὲ καὶ τοὺς μεγιστᾶνας γνωρίσαι ὅπως ἔχοιεν ἐκείνῳ τῆς διαθέσεως, πολλὰ πρότερον ὑποταγῆς καὶ δουλείας σύμβολα πρὸς τὸν ἀφήλικα δεσπότην σπου δάζων, οἷς λέγοι καὶ πράττοι, ἐνδείκνυσθαι. Τότε τοίνυν συγκαλεσάμενος ὅσον ἦν τὸ τῆς γερουσίας καὶ ὅσον τοῦ βασιλείου γένους, ὅσον τε τῶν ἀρχόντων καὶ ὅσον τῆς στρατιωτικῆς τάξεως, παρόντων ἐκεῖσε καὶ τῶν τοῦ προπάππου τοῦ βασιλέως Λάσκαρι αὐταδέλφων, ὃς δὴ καὶ οὗτος τὸ πάλαι βασιλείας διέπρεπεν διαδήματι καὶ τὰ τῆς Ῥωμαΐδος πράγματα συγχυθέντα ὡς εἶχεν ἀνεκαλεῖτο, οὐδὲ τῶν τυφλῶν ἐκεῖθεν ἀπόντωνὁ Στρατηγόπουλος δ' οὗτοι ἦσαν καὶ ὁ Φιλῆς, καὶ παντὸς ἄλλου μεγιστᾶνος συμπληροῦντος τὸν σύλλογον, ἐφ' ὑψηλοῦ στάς, ὡς ἂν ἅμα οἵ τε πρῶτοι ἀκούοιεν καὶ οἱ ὕστατοι, ἔλεγε τάδε.
ιʹ. ∆ημηγορία τοῦ πρωτοβεστιαρίου Μουζάλωνος. «Τὸ μὲν τὰ ἡμέτερα ἀρχῆθεν πρὸς ὑμᾶς ἀρτίως συντάττειν, εὐγενεῖς ἄνδρες καὶ σύντροφοι, περιττόν, οἶμαι, δοκεῖ καὶ τοῦ παρόντος ἔξω καιροῦ· ἀνάγκη γὰρ ἐπείγει, ταῦτα παρέντας, τὰ κατὰ πόδας διεξιέναι. Τέως δ' οὖν μόνον οὐ γεννηθέντες ἐν τοῖς βασιλείοις, ὑπὸ πατρὶ ὑπηρετοῦντι κἀκείνῳ τοῖς βασιλεῦσιν ἐτράφημεν, καὶ προσληφθέντες ὡς ἀνήχθημεν παιδευόμενοι ὑπὸ τοῦ μακαρίτου βασιλέως ἡμῶν, ὑφηγεμονεύοντος τῷ πατρί· καὶ ὡς πιστῶς ὑπηρετοῖμεν, προσκείμενοι ἐφ' οἷς ἂν καὶ προστάσσοι, ἀγάπην φόβῳ μιγνύντες, πάντες ἂν μαρτυρήσοιτε. Οὐ γὰρ ἦν ἡμᾶς ἐπ' ἄλλο τι τρέπεσθαι ἢ καθυπουργεῖν ἀδόλως τῷ κυριεύοντι, κἂν ἴσως τὸ εὐδοκιμεῖν οὐκ ἦν ἐφ' οἷς προὐθυμούμεθα· πίστιν δὲ μετὰ προθυμίας, κἂν μὴ ἀνύῃ τις, καὶ δύσνουν νικᾶν εὐδοκίμησιν οἴδαμεν. Τὸ δὲ καὶ τιμὰς λαβεῖν ἡμᾶς καὶ τῶν ἀξιωμάτων παρ' ὃ προσεδοκῶμεν τὰ μέγιστα, βασιλεύσαντος τοῦ 67 δεσπότου, ἐκείνου θέλοντος ἦν. Τί γὰρ ἡμῖν καὶ ἤνυστο θαυμαστόν, ὥστε καὶ τιμηθῆναι τοσαῦτα; Ὅμως ἐδόκει τῷ βασιλεύοντι, καὶ ἡμεῖς ἐπὶ τῶν ἀξιωμάτων ἦμεν, οὐ μὴν δὲ ὥστε καὶ κακεντρεχῶς ὑπέρχεσθαι τὸν καιρὸν καὶ τὰ ἐς βλάβην τισὶ πραγματεύεσθαι· οἶδεν εἰς τοῦτο τὸ ἡμέτερον συνειδός. Οὔτε γὰρ τὸ τοιοῦτον ἦρξεν ἡμῖν τῆς τιμῆς, καὶ τὸ μετὰ ταῦτα κρατύνειν οὕτως αὐτὴν καὶ λίαν ἡγούμεθα τῶν αἰσχίστων· ἀνδρὶ γὰρ δυναμένῳ μέγα παρ' ἄρχοντι, εἰ τοὺς ἄλλους πτερνίζοι, ὑποβάλλων τὰ μὴ καθήκοντα, οὐκ ἔστιν ὅστις οὐ δικαίως ἂν νεμεσήσειεν. Ἀλλὰ καὶ τὸ μὴ θωπείαις ἀγενέσι καὶ ἀνελευθέροις ὑποποιήσεσιν ὑποτρέχειν τὸν ἄρχοντα καὶ πρὸς ἑαυτοὺς ἐφέλκεσθαι τὰς θύρας τῆς ἐκείνου εὐμενείας, τοῖς ἑτέροις ἐπιζυγοῦντας, ἔδειξαν αἱ πολλαὶ τῶν ἐκείνου πληγῶν ἐπιφοραί, ὥστε πολλάκις ἡμᾶς ἐγγίζειν τῷ θανάτῳ μαστιγουμένους. Ὅπως δὲ καὶ πρὸς ὑμῶν ἕκαστον ἀγάπης εἴχομεν καὶ ὡς τὴν ὑμετέραν παρ' ἐκείνῳ ἀποδοχὴν τοῦ παντὸς ἐτιμώμεθα, πολλοὺς οἶμαι γινώσκοντας ἐξειπεῖν· εἰ δέ πῃ καὶ μὴ ἀνύοιμεν ἱκετεύοντες, οὐ πρὸς ἡμᾶς οἶδα τοῦτο. Πλὴν τὸ