Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ πνεύματος ἁγίου κατὰ τὸ προφητικὸν λόγον Ἐμμανουὴλ ὠνομάσθη, ἤγουν μεθ' ἡμῶν ὁ Θεός, ἢ δη λονότι ὁ Θεὸς ἔσται μεθ' ἡμῶν τῶν ἀνθρώπων, ἤγουν ὅμοιος ἡμῖν ἄνθρωπος ἔσται καὶ Θεὸς ὁ αὐτὸς ὑπάρχων. Ὡσαύτως δὲ καὶ διὰ τοῦ καλέσουσι τὴν πληθὺν πᾶ σαν εἴρηκε τῶν ἀνθρώπων, ὃ καὶ ἐγεγόνει. Τούτοις δὲ καὶ τὰ ἐν τῷ Βάρουχ τοῦ Ἱερε μίου παντάπασι συμφωνεῖ, οὗτος γάρ φησιν ὁ Θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, ὡσανεὶ ἔλεγεν οἶδε πᾶσαν ἐπιστήμην ὡς αὐτοσοφία ὤν, καὶ πάντας τοὺς λόγους αὐτῶν ὡς δημιουργὸς αὐτῶν ὤν· καὶ ἔδω κεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὑτοῦ, ἤτοι τῷ δούλῳ αὑτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. ΞΕΝΟΣ. ΕΡΩΤΗΣΙΣ· Μηδενός πω τῶν ἐξ αἰῶνος, ὦ βασιλεῦ, ἀνθρώπων ὑπὲρ τὰ χίλια ἔτη ζήσαντος, πῶς αὐτὸν Μεσσίαν, τετρακοσίων ἐγγὺς ἤδη καὶ χιλίων παρῳ χηκότων ἐνιαυτῶν, ἔτι ζῆν ὑπειλήφατε; Ἀδύνατον γάρ. Εἰ δ' ἀποθανεῖν φαίητε, ψεῦδος αὖθις ἔσται περιφανὲς αὐτὸν εἶναι τὸν Μεσσίαν· οὐδὲ γὰρ Ἠλίας ἦλθεν, ὥς φασιν, αὐτὸν γεννηθέντα χρῖσαι. Ο ΒΑΣΙΛΕΥΣ. ΑΠΟΚΡΙΣΙΣ· Πλανᾶσθε, Ξένε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· Ἥξειν μὲν γὰρ τὸν Θεσβίτην Ἠλίαν καὶ λέγεται καὶ πιστεύεται, οὐκ ἐπὶ τὸ χρῖσαί γε μὴν τὸν Κυρίον· ἀλλ' ἐπείπερ ἀπόκειταί τινα γεννηθῆναι μυσαρὸν ἄνθρωπον ἐκ τοῦ γένους, ὥς φασί τινες, τῶν Ἑβραίων, πᾶσαν ἐν ἑαυτῷ δεξόμενον τοῦ διαβόλου τὴν ἐνέργειαν, καὶ ποιεῖν δι' αὐτῆς σημεῖα καὶ τέρατα, Θεὸν ἑαυτὸν καὶ Χρι στὸν ὀνομάζοντα, ὥστε μὴ μόνον πολλοὺς τῶν τότ' ὄντων πλανηθῆναι Χριστιανῶν, ἀλλὰ τὸ καταλελειμμένον ὀλίγον μέρος τοῦ γένους τῶν Ἰουδαίων, ἤτοι ἔθνους, τῇ πλά νῃ τοῦ ἀντιχρίστου συναπαχθῆναι, ἥξειν φασὶ τηνικαῦτα τόν τε Ἠλίαν καὶ Ἑνὼχ ἀπεσταλμένους ὑπὸ Θεοῦ σπλάγχνα οἰκτιρμῶν λαβόντος, διδάξαι τε καὶ ἐπιστρέψαι τούς τε ἄλλους καὶ δὴ τὸ ταλαίπωρον τῶν Ἑβραίων ἔθνος εἰς τὴν τοῦ Χριστοῦ, ταὐτὸ δὲ εἰπεῖν τὴν τῆς ἁγίας Τριάδος πίστιν, ἵνα μὴ τὸ σύμπαν ὑπὸ τοῦ διαβόλου καταπο θείη. Εἰ γὰρ καὶ διὰ τὸν εἰς τὸν Χριστὸν φόνον ἐχθροὺς ἑαυτοὺς εἰργάσαντο τοῦ Θεοῦ καὶ τοῦ εὐαγγελίου, ἀλλ' ἀγαπητοί εἰσι διὰ τὴν εἰς τοὺς πατέρας αὐτῶν τοῦ Θεοῦ ἀ γάπην. Οὓς μὲν οὖν οἶδεν ἡ θεία πρόνοια ἀνεπιστρόφως ἔχοντας πρὸς μετάνοιαν κα ταλέλοιπεν· οὓς δὲ ᾔδει τὸ θεῖον εὐγνωμόνως τοῦ εὐαγγελίου κῄρυγμα δεξομένους, οὐ παρεῖδε. Τότε τοίνυν πληρωθήσεται ἡ λέγουσα προφητεία τοῦ Ἡσαΐου ἐὰν ᾗ ὁ ἄ ριθμος τῶν υἱῶν Ἰσραὴλ ὑπὲρ τὸ ἄμμον τῆς θαλάσσης, τὸ κατέλειμμα τοῦ Ἰσραὴλ σωθήσεται. Καὶ διὰ ταῦτα γοῦν Ἠλίας ὑπὸ Θεοῦ πεμφθήσεται τότε, οὐχὶ δ' ὡς ὑμεῖς, χρίσων τὸν Μεσσίαν· τὸ γὰρ τοιαῦτα λογοποιεῖν ἀμαθῶν ἐστιν, ὥς που γε εἰρηκὼς ἔφθην, καὶ τῆς γραφῆς παντάπασιν ἀμνήτων. Ὁ δὲ Χριστός, καθὸ μὲν θεός, καὶ ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ἐστὶ καὶ ἐν τῷ παντὶ καὶ ὑπὲρ τὸ πᾶν, τὸν γὰρ οὐρανὸν 314 καὶ τὴν γὴν ἐγὼ πληρῶ, λέγει Κύριος· καθὸ δὲ ἄνθρωπος, οὔτε χίλια ἔτη ἔζησεν, οὔτε ἐνταῦθα ἤγουν ἐν τῇ γῆ ἐστίν, ἀλλ' ἔζησε μὲν ὑπὲρ τριάκοντα ἔτη σταυρωθεὶς δὲ ὑπὸ τῶν κακίστων πατέρων ὑμῶν τέθνηκε. Καὶ τὸ μὲν ἅγιον αὐτοῦ σῶμα ἐτέθη ἐν μνη μείῳ, φθορὰν μὲν δεξάμενον, οὐ διαφθορὰν δέ, ἡ δὲ θεία ὑπόστασις, ἀχωρίστως τῷ προ σλήμματι ἡνωμένη κατῆλθεν εἰς ἅδου σὺν τῇ θείᾳ ψυχῇ, πάντας μὲν τῶν χρονίων ἐλευ θερώσασα δεσμῶν, ἀναστήσασα δὲ μετ' ἐξουσίας θεϊκῆς τὸ σῶμα, ὃ προσελάβετο, τὴν μὲν φθορὰν ἤδη καὶ τὸν θάνατον ἀποβεβληκός, ἀφθαρσίαν δὲ καὶ ἀθανασίαν ἐνδεδυ κός. Χριστὸς μὲν οὕτω τριήμερος ἀναστὰς καὶ τὸν Ἀδὰμ τῶν δεσμῶν ἀνεὶς καὶ τὴν πρὶν δίαιταν τὸν παράδεισον αὐτῷ δούς, τοῖς ὑπολειφθεῖσι τῶν μαθητῶν ἕνδεκα συγγενόμενος, ὁ γὰρ Ἰούδας ἀπῆλθεν, εἰς ὃν οἱ προφῆται τόπον εἰρήκεσαν, εἰς κόλασιν δηλόνοτι τὴν ἀτελεύτητον, μεθ' ἡμέρας τεσσαράκοντα τῆς ἐκ νεκρῶν ἀναστάσεως ἀνελήφθη εἰς τοὺς οὐρανούς, πάντων αὐτῷ τῶν μαθητῶν ὁμοῦ τῇ