56
οἱ δὲ διὰ τῶν κατὰ τὴν πρᾶξιν ἐναρέτων τρόπων τὴν ἀρρωστίαν τῆς κακίας παντελῶς ἀφανίζοντες. Οὕτω δὲ καὶ τὸν αὐτῷ συμβάντα ζοφερὸν χειμῶνα τὸ βάρος εἶναι τῶν ἀκουσίων πειρασμῶν τεκμαίρομαι, τὴν δὲ νῆσον τὴν παγίαν ἕξιν τῆς θείας ἐλπίδος καὶ ἄσειστον, τὴν δὲ πυρὰν τὴν ἕξιν τῆ γνώσεως, τὰ δὲ φρύγανα τὴν τῶν ὁρωμένων φύσιν, ἣν συνέστρεφε τῇ χειρί, τῇ κατὰ θεωρίαν λέγω ψηλαφητικῇ τοῦ νοῦ δυνάμει, διατρέφων τοῖς ἐξ αὐτῆς νοήμασι τὴν ἕξιν τῆς γνώσεως, τὴν θεραπεύουσαν τὴν ἐκ τοῦ χειμῶνος τῶν πειρασμῶν προστριβεῖσαν τῇ διανοίᾳ κατήφειαν, τὴν δὲ ἔχιδναν τὴν λανθανόντως ἐγκεκρυμμένην τῇ φύσει τῶν αἰσθητῶν πονηρὰν καὶ ὀλέθριον δύναμιν, δήξασαν μὲν τὴν χεῖρα, τουτέστι τὴν κατὰ νοῦν ψηλαφητικὴν τῆς θεωρίας ἐνέργειαν, οὐ βλάψασαν δὲ τὸν διορατικὸν νοῦν, τῷ φωτὶ τῆς γνώσεως αὐτὴν εὐθὺς ὡς ἐν πυρὶ διαφθείραντα τὴν τῷ (14Β_238> πρακτικῷ κινήματι τοῦ νοῦ προσαφθεῖσαν ἐκ τῆς τῶν αἰσθητῶν θεωρίας ὀλέθριον δύναμιν.
Ὡσαύτως καὶ ἐπὶ τοῦ Ἐλισσαίου νοῶ· ὅτιπερ ἕκαστος νεκρὸς τοῖς παραπτώμασιν, ἐπειδὰν τοῦ μνήματος ἐπιτεθῇ τοῦ προφήτου, ἐν ᾧ ἦν τὸ σῶμα, τουτέστι τῇ τὸ ἴχνος ἐχούσῃ τοῦ βίου τοῦ προφητικοῦ μνήμῃ, ἐν ᾧ ἦν καλῶς φυλαττόμενον τὸ σῶμα τῶν ἀρετῶν, κατὰ τὴν μίμησιν τῶν τρόπων ἀναστροφῇ ζωοποιεῖται, πρὸς τὴν ἐνάρετον μετατιθέμενος ζωὴν ἀπὸ τῆς τῶν παθῶν τῆς κακίας νεκρότητος.
ΣΧΟΛΙΑ 1. Πίστις τῶν δεομένων ἰάσεως, φησί, παρεκαλεῖτο τήν ἐν τοῖς ἁγίοις τοῦ
Πνεύματος δύναμιν, ἵνα διά τῆς πίστεως ἡ τέως λανθάνουσα φανερά γένηται δύναμις· καί ἡ κεκρυμμένη πίστις διά τῆς δυνάμεως γένηται πᾶσι διάδηλος. Τηνικαῦτα γάρ ὁ τῶν ἰαμάτων ἀληθής πέφυκε διαδείκνυσθαι τρόπος, ὁπηνίκα τῇ τῶν ἐνεργουμένων πίστει συμβαίνει διά πάντων ἡ τῶν ἐνεργοῦντων ἐν Πνεύματι δύναμις.
2. Ὁ γνώμῃ, φησίν, τῆς καθ᾿ ἁμαρτίαν καθαρεύων φθορᾶς, φθείρει τήν τῶν φθείρειν πεφυκότων φθοράν. Ἡ γάρ ἀφθαρσία τῆς προαιρέσεως τήν φθοράν συντηρεῖν τῆς φύσεως πέφυκεν ἄφθαρτον κατά πρόνοιαν, διά τῆς ἐν αὐτῇ τοῦ Πνεύματος χάριτος μή συγχωροῦσα ταῖς ἐναντίαις ποιότησιν αὐτήν δυναστεύεσθαι.
3. Ἐπειδή φύσεως, φησίν, καί χάριτος εἷς καί ὁ αὐτός οὐκ ἔστι λόγος, οὐκ ἔστιν ἀπορίας ἄξιον, πῶς τινες τῶν ἁγίων ποτέ μέν τῶν παθῶν ὑπερεῖχον, ποτέ δέ μᾶλλον ὑπέπιπτον πάθεσιν· γινωσκόντων ἡμῶν, ὅτι τό μέν θαῦμα τῆς χάριτος ἦν· τό δέ πάθος τῆς φύσεως.
4. Ὀσμή ἦν ἀπό ζωῆς εἰς ζωήν ὁ Ἀπόστολος ὡς τούς πιστούς τῷ καθ᾿ ἑαυτόν παραδείγματι, διά πράξεως πρός τήν εὐωδίαν τῶν ἀρετῶν κινεῖσθαι παρασκευάζων ἤ τούς πειθομένους (14Β_240> τῷ λόγῳ τῆς χάριτος ὡς κήρυξ ἀπό τῆς κατ᾿ αἴσθησιν ζωῆς εἰς τήν ἐν Πνεύματι μετάγων ζωήν· ὀσμήν δέ ἀπό θανάτου εἰς θάνατον, τοῖς ἀπό τοῦ θανάτου τῆς ἀγνοίας εἰς τόν τῆς ἀπιστίας ἐλάσασιν θάνατον, διδούς αὐτοῖς αἴσθησιν τῆς μενούσης αὐτούς κατακρίσεως. Ἤ πάλιν, ὀσμήν ἀπό ζωῆς εἰς ζωήν, τοῖς ἀπό πράξεως εἰς θεωρίαν ἀναγομένοις· ὀσμή δέ ἀπό θανάτου εἰς θάνατον, τοῖς ἀπό τοῦ νεκρῶσαι τῇ καθ᾿ ἁμαρτίαν ἀργίᾳ τά μέλη τά ἐπί τῆς γῆς, εἰς τήν τῶν ἐμπαθῶν νοημάτων τε καί φαντασιῶν ἐπαινουμένην μεταβαίνουσι νέκρωσιν.
5. Ὁ διά μιμήσεως, φησίν, τήν μνήμην ἔχων τῆς τῶν ἁγίων ἀναστροφῆς, τήν μέν τῶν παθῶν ἀποτίθεται νέκρωσιν· τήν δέ τῶν ἀρετῶν ζωήν ἀποδέχεται.
ΛΗ (38). ΠΕΡΙ ΤΗΣ ΠΡΟΣ ΤΟΝ ΚΥΡΙΟΝ ΕΡΩΤΗΣΕΩΣ ΤΩΝ ΣΑ∆∆ΟΥΚΑΙΩΝ. 38. ΕΡΩΤΗΣΙΣ ΛΗ'