τὴν κιβωτὸν ετεσιν ἑκατόν. Τί ουν ἀλλὰ βούλεται διὰ τῶν ἑκατὸν ἐτῶν τῆς κα τασκευῆς τῆς κιβωτοῦ η ἐπιστρέψαι τοὺς ἀνθρώπους, ινα μὴ χρεία γίνηται τῆς κιβω τοῦ; Πάλιν φειδόμενος τῶν Αἰγυπτίων, ακ ρισι καὶ μυΐαις καὶ σκνιψὶν ἐκόλαζεν· οτε δὲ ἐπέμειναν τῇ ἁμαρτίᾳ, τὸν θάνατον τῶν πρωτοτόκων τὴν τελευταίαν ἐπήγαγε μάσ τιγα. Ετι λιμὸν εκρινε τοῖς Αἰγυπτίοις ποιῆ σαι. Ποίησον, ω Θεὲ, τὸν λιμόν. ̓Αξιοῖ γὰρ Αἰγυπτίους λιμῷ διαφθαρῆναι. ̓Αλλ' οὐ βούλομαι, φησὶν, αὐτοὺς παντελῶς κολάσαι. Τί ουν ποιῶ; οἰκονομῶ τὸν ̓Ιωσὴφ καταβῆναι ἀπὸ τῆς ἁγίας γῆς, καὶ συγχρῶμαι τῇ ἁμαρτίᾳ τῶν ἀδελφῶν αὐτοῦ, καὶ προφάσει ὀνείρων ποιῶ αὐτὸν ἐν τῇ φυλακῇ γνωσθῆ ναι. Οἰκονομῶ κρῖναι τὰ ὀνείρατα, πιστευ θῆναι τὸν σῖτον συναγαγεῖν, ινα μὴ παντε λῶς Αιγυπτος λιμῷ διαφθαρῇ. Καὶ ὑπὲρ ἡμῶν δὲ ἐξ οὐρανῶν επεμψε τὸν αγιον αὐτοῦ παῖδα, ὑπὲρ ἁμαρτωλῶν, ὑπὲρ κόσμου ἀπο θανούμενον. Καὶ μετὰ ταῦτα δὲ πάντα πάλιν ἁμαρτάνομεν, καὶ εστιν ὁ Θεὸς οἰκτίρμων. ̓Αλλὰ καὶ αἱρέσεις γεγόνασι, καὶ κακολο γοῦσι τὸν δημιουργὸν, καὶ μακροθυμεῖ λοι δορούμενος. ̔Ημεῖς δὲ ἀγανακτοῦμεν οἱ τα λαίπωροι, ἐάν ποτε λοιδορήσῃ ἡμᾶς ὁ αν θρωπος, καὶ παραυτὰ ἡμᾶς ἐκδικοῦμεν. ̔Ο δὲ Θεὸς οὐδὲ ἐκκαίει πᾶσαν τὴν ὀργὴν αὐ τοῦ. Εστι γὰρ πᾶσα ἡ ὀργὴ, καὶ φοβερὰ, καὶ ἐκκαίεται κατὰ τὴν ἀντιλογίαν τῶν ἐ μῶν ξύλων, τὸν χόρτον τῆς καλάμης; Τά χα δὲ ἑνὶ μόνῳ ἐν τοῖς ουσιν ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ, τῷ ∆ιαβόλῳ. 77.40-43 Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύ δρῳ; καὶ ἐπέστρεψαν, καὶ ἐπείρασαν τὸν Θεὸν, καὶ τὸν αγιον τοῦ ̓Ισραὴλ παρώξυναν· οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ, ἡμέρας ης ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος, ὡς εθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως. Καὶ σὺ δὲ, ὁσάκις αν καταλιπὼν τὸν Θεὸν, ἐπὶ τὴν ερημον τοῦ Θεοῦ ἁμαρτίαν ἀπέλθῃς, παραπικραίνων ἐν τῇ ἐρήμῳ, ὁσά κις αν, πηγῆς υδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον παρούσης σοι ἐν τῇ ἐκκλησίᾳ, ῥα θυμῶν περὶ τὰς συνάξεις, καὶ ἀμελῶν περὶ τοῦ ποτισθῆναι, ἀπέλθῃς ἐπὶ τὴν ανυδρον, παροργίζεις, καὶ ἐπιστρέψας ὡς εἰς Αιγυπτον ἁμαρτίας ην καταλέλοιπας, πάλιν ἁμαρτά νεις, ὡς κύων ἐπιστρέψας ἐπὶ τὸν ιδιον ἐμε τόν. Καὶ οὐκ ἀρκεῖ οις ειδες σημείοις εἰς σω τηρίαν, οὐδὲ τοῖς προτρεψαμένοις λόγοις εἰς ἀρετὴν, ἀλλὰ καινὰ σημεῖα θέλεις ἰδεῖν, οὐ μεμνημένος τῆς ἐπεσκοπηκυίας χειρὸς, καὶ οπως ἐλυτρώθης ἐκ τοῦ νοητοῦ ἀληθῶς θλί βοντος Φαραὼ, οὐδὲ τὰ σημεῖα λογιζόμενος, α ὡς ἐν Αἰγύπτῳ, τῷ κόσμῳ, ἐν σοὶ πεποίη κεν, οιον ἐμοὶ εκαστον τῶν εὐεργημάτων τοῦ Θεοῦ σήμειόν ἐστιν. Ει ποτε ἐν κινδύνοις ὁποίοις δήποτε γενόμενος ἐῤῥύσθην, σημεῖον ελαβον ἀπὸ Θεοῦ· ποσάκις ηὐξάμεθα, καὶ ἐλάβομεν απερ ηὐξάμεθα, ταῦτα ἡμῖν ση μεῖα. 77.44 Καὶ μετέστρεψεν εἰς αιμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν, οπως μὴ πίωσιν. Οιδα κατὰ τροπολογίαν πολλοὺς ποτα μοὺς Αἰγύπτου ἐναντίους Χριστῷ, τῷ ἀληθι νῷ ποταμῷ, ου τὰ ὀμβρήματα τὴν ἐκκλησίαν εὐφραίνει· πάντα τὰ τῆς σωτηρίας ἀλλό τρια ῥεύματα ὁ Θεὸς οταν βούληταί τινας ἐπιστρέψαι, ινα ἐξελθόντες πίωσιν ἀπὸ τῆς πέτρας (ἡ δὲ πέτρα ην ὁ Χριστὸς) ποιεῖ στραφῆναι εἰς αιμα. Οταν γὰρ ἐγὼ κα ταγνῶ ἀλλοτρίου υδατος, καὶ φρονήματος, τοῦ Θεοῦ μοι παραστήσαντος, οτι αιμά ἐσ τιν, οὐκέτι πίνω, ινα μὴ μέτοχος γένωμαι αιματος. ̓Ομβρήματα δὲ ειεν αν οἱ βραχέα μὲν λέγοντες, ὀλέθρια δέ. Κατὰ δὲ τὴν ἱστο ρίαν Αἰγύπτιοι ανωθεν υδωρ οὐκ εχουσιν, οὐδὲ γίνεται ὑετὸς ἐν Αἰγύπτῳ. ̔Ιστορικῶς μὲν ουν πάσης τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αιγυπτον τῷ προστάγματι τοῦ Μωσέως εἰς αιμα τραπείσης, ὡς καὶ τοὺς ἰχθύας, εἰς σαρκώδη παχύτητα τοῦ υδατος μετατεθέντος, διαφθαρῆναι, τοῖς ̔Εβραίοις ἀρυομένοις αιμα οὐκ ην. Οθεν εσχε καὶ ἡ μαγγανεία καιρὸν ἐν τῷ παρὰ ̔Εβραίοις εὑ ρισκομένῳ υδατι, τὸ αἱματῶδες υδωρ παρα σοφίσασθαι. Πνευματικῶς δὲ καὶ νῦν τὸ ισον εστιν ἰδεῖν γινόμενον. Τῶν γὰρ πρὸς τὰς ἐναντίας δόξας διεστηκότων τοῖς μὲν πότι