καλεῖ τοῦ Θεοῦ. Εὐεργετικὴ δὲ χεὶρ οἱ ἅγιοι ἄγγελοι, δι' ὧν ὁ Θεὸς προνοεῖται τοῦ κόσμου, οἷς ἀντίκεινται δαίμονες, οἱ μὴ βουλόμενοι πάντα ἄνθρωπον εἰς ἐπί γνωσιν ἀληθείας ἐλθεῖν. Χεὶρ Θεοῦ ὁ μονογενὴς Υἱός· ῥομφαία δὲ ἡ ἰσχὺς, ἡ δύναμις, ἡ ἐξουσία. Ἑκάστη ψυχὴ δικαία ἕλκουσα τοὺς ἁμαρτωλοὺς ἐξ ἀσεβείας εἰς θεοσέβειαν, ῥομφαία ἐστὶ Θεοῦ ἠκονημένη κατὰ τῶν πνευμάτων τῆς πονηρίας. Ταύτην οὖν τὴν ῥομφαίαν σου ῥῦσαι ἀπὸ ἐχθρῶν σου τῶν ἀνθισταμένων τῇ εἰς τὸν Μονογενῆ πίστει. 12.1224 Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλή σθη ἡ γαστὴρ αὐτῶν, κ. τ. ἑ. ∆ιαμέρισον, ἵνα μὴ ὁμονοῶσι. «Καὶ τῶν κεκρυμμένων σου ἐπλή σθη ἡ γαστὴρ αὐτῶν.» Ὅταν οἱ ἐχθροὶ τοῦ Εὐαγ γελίου φιλοσοφοῦντες μεγάλα καὶ ἐπιτετευγμένα λέ γωσι δόγματά ποτε, ἐρεῖς τῷ Θεῷ· «Τῶν κεκρυμμέ νων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν,» ἅτινα τάχα ἀνα φέρουσιν, ἐπεὶ ᾔδεισαν αὐτά· καὶ τοὺς τύπους αὐτῶν ἀμαυροὺς ἔχοντες, ταῖς ἀσκήσεσι καὶ ζητήσεσιν ἐλάμπρυναν. Ἕτερος δέ φησιν· «Ἡ μερὶς αὐτῶν ἐν τοῖς ζῶσιν.» Ἡ γὰρ πᾶσα κληρονομία τῶν ἐχθρῶν τοῦ Θεοῦ ἐν τῇ παρούσῃ ζωῇ, ἐν ᾗ καὶ ἐπλήσθησαν πάσης τρυφῆς. Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν, κ. τ. ἑ. Τῶν ἰδίων γεννημά των ἐχορτάσθησαν, ὧν λείψανα τοῖς ἑαυτῶν νη πίοις καταλελοίπασι. Τοῦτο γὰρ καὶ ἐν ἀραῖς Λευϊτι κοῦ πρόσκειται· «Φάγεσθε τὰς σάρκας τῶν υἱῶν ὑμῶν.» Τοῦ αὐτοῦ. Υἱῶν ἀντὶ τοῦ, ἀκαθαρσίας. Οὐ μόνον δὲ αὑτοὶ γεγόνασιν ἀκάθαρτοι, ἀλλὰ καὶ τοῖς τέκνοις αὐτῶν τῆς ἀκαθαρσίας μετέδωκαν. Οὐ γὰρ τελείων τὸ ἀκάθαρτα τῶν καθαρῶν προκρίνειν. Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου, κ. τ. ἑ. Ἐν δικαιοσύνῃ καὶ πάσῃ ἀρετῇ ὀφθήσεται ὁ ἅγιος τῷ προσώπῳ τοῦ Θεοῦ, οὐδεὶς δὲ ἄδικος ὀφθήσεται. Ὁ δὲ μακαριζόμενος χορτασμὸς ἔσται ἐν τῷ ὀφθῆναι καὶ τρανωθῆναι τὴν δόξαν τοῦ Θεοῦ. Αὕτη γάρ ἐστιν ἡ πᾶν τὸ ἐλεὸν τῆς ψυχῆς ἀναπληροῦσα τροφὴ, ἧς ὁ πεινῶν, καὶ ὑγιεινῶς ὀρεγόμενος χορτασθήσεται πληρούμενος αὐτῆς. ΨΑΛΜΟΣ ΙΖʹ. Ἀγαπήσω σε, Κύριε ἰσχύς μου. Κύριος στε ρέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου· ὁ Θεός μου βοηθός μου, ἐλπιῶ ἐπ' αὐτόν. Ὑπερ ασπιστής μου καὶ κέρας σωτηρίας μου, καὶ ἀντι λήπτωρ μου, κ. τ. ἑ. Ἡ αὐτοϊσχὺς καὶ αὐτο στερέωμα τῶν ἁγίων, ὁ Κύριός ἐστιν. Οὐδεὶς οὖν ἰσχυρὸς ἢ στερεὸς τῶν οὐκ ἐν Κυρίῳ. Οὐ ταὐτὸν δὲ τὸ στερεὸν τῷ σκληρῷ, οὐδὲ τὸ ἰσχυρὸν τόνοις φρενι τικοῖς. Τοῦ αὐτοῦ. ∆ιὰ τοῦ ὁμοίου τὸ ὅμοιον ἐπιγινώ σκομεν, καὶ διὰ τῆς ἀγάπης τὴν ἀγάπην, καὶ διὰ τοῦ δικαίου τὴν δικαιοσύνην. Αὕτη γὰρ ἡ ἐντολὴ με γάλη καὶ πρώτη. Ὁ ἀγαπῶν δὲ καὶ θεραπεύει τὸν ἀγαπώμενον. Ἰσχὺν ἑαυτοῦ καλεῖ τὸν Θεὸν, ὡς δι' αὐτοῦ ῥυσθεὶς ἐκ πάντων αὐτοῦ τῶν ἐχθρῶν αἰσθητῶν καὶ νοητῶν. Τοῦ αὐτοῦ. Στερέωμα εἶπε τὸν Θεὸν ὡς ὑπ' αὐτοῦ κατὰ τῶν πολεμίων ῥυσθείς· καταφυγὴν δὲ, 12.1225 ὡς τεῖχος αὐτῷ γενόμενον· ῥύστην, ὡς ὑπ' αὐτοῦ λυτρωθείς. Τοῦ αὐτοῦ. Βοηθὸν εἶπε τὸν Θεὸν, ὡς ἐπικου ρήσαντα. Τοῦ αὐτοῦ. Ὑπερασπιστὴν ἔφη τὸν Θεὸν, ὡς πρόμαχον· κέρας σωτηρίας, ὡς δι' αὐτοῦ τοὺς ἐχ θροὺς τρόπον τινὰ κερατίσας, καὶ τῇ τούτου προ μηθείᾳ διασωθείς. Κέρας σωτήριον καὶ ὁ Χριστὸς, κατὰ τὸν Ζαχαρίαν λέγοντα· «Καὶ ἤγειρε κέρας σω τηρίας ἡμῖν.» Κέρας καὶ ἡ βασιλεία, ὡς τό. «Ὑ ψώσει κέρας Χριστοῦ αὐτοῦ.» Αἰνῶν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι, κ. τ. ἑ. Ὁ μετὰ τοῦ ὑμνεῖν εὐχόμενος, αἰνῶν ἐπικαλεῖται τὸν Κύριον. Οὐδεὶς δὲ οὕτως εὔχεται τοῖς συμβαίνουσι δυσαρεστούμενος. Καὶ τῶν ἐχθρῶν οὖν περιεστηκότων, οὕτως εὐ κτέον. Περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με. Ὠδῖνες ᾅδου περιεκύ κλωσάν με· προέφθασάν με παγίδες θανάτου, κ. τ. ἑ. Ὁ Χριστὸς, καθὼς ἄνθρωπος, φησὶ ταῦτα. Τούτῳ γὰρ ὁ θάνατος ὠδῖνας ἔτεκε, καὶ οἱ ἀνομίας χείμαῤῥοι ἐξετάραξαν αὐτὸν, ὅτε εἶπεν· «Ἡ ψυχή μου τετάρακται·» οὐ μὴν κατέσχον τοῦτον. Καὶ ὠδῖ νες ᾅδου περιεκύκλωσαν, οἰηθέντες αὐτὸν καταλαβεῖν, οὐ μὴν υἱὸς ᾅδου