56
οὗ ἦλθεν ὁ Παλαιὸς τῶν ἡμερῶν, καὶ τὸ κρῖμα ἔδωκεν ἁγίοις Ὑψίστου, καὶ ὁ καιρὸς ἔφθασε, καὶ τὴν βασιλείαν κατέσχον οἱ ἅγιοι." Ἱκέτευσα φησὶ, μαθεῖν, τίνα τὸ κέρας ἐκεῖνο αἰνίττεται, τύφῳ μὲν χρώμενον, ἀλαζονικοὺς δὲ λόγους προσφέρον, ταπεινοῦν δὲ τὴν τῶν ἁγίων συμμορίαν, ἕως ἂν ὁ Πα λαιὸς τῶν ἡμερῶν τῇ μὲν δικαίᾳ χρήσηται ψήφῳ, ἀποδῷ δὲ καὶ τοῖς ἁγίοις τὴν βασιλείαν, καὶ τὸ ἐκείνου καταλύσῃ κράτος. κγʹ. "Καὶ εἶπέ μοι, φησὶν, οὕτως· Τὸ θηρίον τὸ τέταρτον βασιλεία τετάρτη ἔσται ἐν τῇ γῇ, ἥτις ὑπερέξει πάσας τὰς βασιλείας, καὶ καταφάγεται πᾶσαν τὴν γῆν, καὶ συμπατήσει αὐτὴν, καὶ κατα κόψει αὐτήν." Ταῦτα δὲ οἱ μὲν πάλαι δι' αἰνιγμά των ἐμάνθανον· ἡμεῖς δὲ τῇ πείρᾳ μεμαθήκαμεν· ὁρῶμεν γὰρ τῆς προῤῥήσεως τὴν ἔκβασιν, τῶν εἰσφορῶν τὴν εἴσπραξιν, τὴν κρατοῦσαν τῶν πλειό νων πενίαν, καὶ τὰ ἄλλα καθ' ἑκάστην ἡμέραν γινόμενα ὁρῶμεν. κδʹ. "Καὶ τὰ δέκα κέρατα αὐτοῦ, φησὶ, δέκα βα σιλεῖς ἀναστήσονται." Ἐπισημήνασθαι δὲ χρὴ, ὅτι οὐκ εἶπεν αὐτοὺς ἀναστήσεσθαι ἕνα καθ' ἕνα ἀλλή λους διαδεχομένους, ἀλλὰ κατὰ ταὐτὸν ἀναστήσεσθαι· καὶ ὅτι ταῦθ' οὕτως ἔχει, τὰ ἐπαγόμενα μαρτυρεῖ. "Καὶ ὀπίσω γὰρ αὐτῶν, φησὶν, ἀναστήσεται βασι λεὺς ἕτερος, ὃς ὑπεροίσει κακοῖς πάντας τοὺς ἔμπρο σθεν, καὶ τρεῖς βασιλεῖς ταπεινώσει." Εἰ δὲ μὴ κατὰ ταὐτὸν ἐβασίλευον, ἀλλὰ καθ' ἕνα ἕκαστος τὸν πρὸ αὐτοῦ διαδεχόμενος, πῶς οὗτος τρεῖς κατὰ ταὐτὸν τῶν πρὸ αὐτοῦ ταπεινώσει; Οὐκοῦν εὔδηλον, ὡς τοὺς δέκα πρὸς τῷ τέλει κατὰ ταὐτὸν ἀνα στήσεσθαι προλέγει· ἔσχατον δὲ τὸν Ἀντίχριστον ἀνιστάμενον, καὶ τῆς βασιλείας ἀντιλαμβανόμενον, πολεμήσειν μὲν αὐτοῖς φησι, τρεῖς δὲ ἐξ αὐτῶν κα 81.1432 ταλύσειν· μὴ ἀρκούμενος δὲ τῇ κατὰ τῶν ἀνθρώπων νίκῃ· κεʹ. "Καὶ λόγους, φησὶ, πρὸς τὸν Ὕψιστον λαλήσει, καὶ τοὺς ἁγίους Ὑψίστου παλαιώσει, καὶ," ὡς ἔνια τῶν ἀντιγράφων ἔχει, "ταπεινώσει· καὶ ὑπο νοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον." Τοσαύτῃ γὰρ, φησὶ, λύσσῃ χρήσεται καὶ μανίᾳ, ὡς ἀλαζονι κοὺς μὲν καὶ βλασφήμους λόγους ἀκοντίσαι κατὰ τοῦ ὑψίστου Θεοῦ, πᾶν δὲ εἶδος τιμωρίας τοῖς εὐνοϊκῶς αὐτῷ δουλεύουσι καὶ ἁγιωσύνης μετέχουσιν ἐπαγα γεῖν· ὑποτοπήσει δὲ, ὡς καὶ παντάπασι καταλύσει τὴν κρατοῦσαν εὐσέβειαν, καὶ τὴν ἀρίστην αὐτῆς πολιτείαν ἀμείψει. Τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς· "Ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιροὺς καὶ νόμον·" τουτέστι, τὴν κατ' ἐκεῖνον τὸν καιρὸν κατέχουσαν πο λιτείαν. Εἶτα ἐπάγει· "Καὶ δοθήσεται ἐν χειρὶ αὐ τοῦ." Τουτέστι, συγχωρήσει ἡ τοῦ Θεοῦ προμήθεια· καὶ δεικνὺς τῆς τῶν κακῶν ἐκείνων ἀωρίας τὸν χρό νον· "Οὐ γὰρ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχὸς, καὶ ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα·" εἰρηκώς· "∆οθήσεται ἐν χειρὶ αὐτοῦ," ἐπήγαγεν· "Ἕως καιροῦ, καὶ καιρῶν, καὶ ἥμισυ καιροῦ." Τοῦτο δὲ σαφέστερον ἐν τῷ τέλει τῆς προ φητείας ἡμᾶς ἐδίδαξεν. "Ἀπὸ καιροῦ γὰρ, φησὶ, παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθῆναι βδέλυ γμα ἐρημώσεως, ἡμέραι χίλιαι διακόσιαι ἐννενή κοντα." Καιρὸν οὖν, καὶ καιροὺς, καὶ ἥμισυ καιροῦ, τρία ἥμισυ ἔτη λέγει, ἃ τὸ κέρας ἐκεῖνο τὸ λαλοῦν μεγάλα κρατήσει. κʹ. "Ἀλλὰ τὸ κριτήριον, φησὶν, ἐκάθισε, καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσι, τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους." Τοῦτο δὲ καὶ ὁ μακά ριος ἡμᾶς σαφῶς ἐδίδαξε Παῦλος. Εἰρηκὼς γὰρ ἐκεῖνα ἃ προειρήκαμεν, προσέθηκε καὶ ταῦτα· "Μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται, καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὑτοῦ, καὶ κατ αργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας κατ' ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασι ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις." Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ∆εῖ τὸ κατέχον ἄρτι ἐκ μέσου γενέσθαι. Σβεσθήσεται γὰρ ἡ κατέχουσα πλάνη, καὶ λήξει ἡ τῶν εἰδώλων ἐξαπάτη, καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος. Τοῦτο δὲ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη. "Κηρυχθήσεται γὰρ τὸ Εὐαγγέλιον εἰς πάντα τὰ πέρατα τῆς γῆς εἰς μαρτύριον αὐτοῖς, καὶ τότε ἥξει τὸ τέλος." Ἐκεῖθεν τοῦτο μαθὼν ὁ μακάριος Παῦλος διδάσκει Θεσσαλονικέας, καὶ δι'