1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

56

τέλει πάντων τῶν μὲν ἀναιρεθέντων, τῶν δὲ δορυαλώτων ἀπαχθέντων, τοῖς ὑπολειφθεῖσιν ἐκεῖ πένησιν ἐπέστη 81.985 σεν ἄρχοντα τὸν Γοδολίαν ὁ Ναβουζαρδάν· ἔρημος δὲ ἦν παντελῶς ἡ πόλις, μᾶλλον δὲ ἅπασα ἡ Ἰουδαία, καὶ τῶν τειχῶν περιῃρημένων, καὶ τῶν οἰκιῶν ἐμ πεπρησμένων, καὶ τῶν πλείστων οἰκητόρων σφαγῇ καὶ αἰχμαλωσίᾳ παραδοθέντων. ∆ιό φησι· "Καὶ νῦν πεφυτεύκασιν αὐτὴν ἐν τῇ ἐρήμῳ." Ἀλλ' οὐδὲ οὕτω, φησὶ, διαμενεῖ, φθορὰν δὲ καὶ τὰ λείψανα δέξεται. ιδʹ. Ἐξελεύσεται γὰρ, φησὶ, πῦρ ἐκ τῶν ῥά βδων τῶν ἐκλεκτῶν αὐτῆς, καὶ καταφάγεται αὐτήν. Ὁ γὰρ Ἰσμαὴλ βασιλικοῦ γένους ὑπάρχων, καὶ τῷ Γοδολίᾳ φθονήσας, κεχρωσμένῃ πρὸς αὐτὸν φιλίᾳ χρησάμενος, τούτῳ μὲν κρύβδην ἐπιβουλεύει, ἀναιρεῖ δὲ καὶ τοὺς πλείστους τοὺς σὺν αὐτῷ· δείσας δὲ τὸ γεγονὸς δραπετεύει· οἱ δὲ λοιποὶ ἅπαν τες, τὴν τῶν Χαλδαίων φοβηθέντες ὀργὴν, τὴν Αἴ γυπτον σὺν Ἱερεμίᾳ τῷ προφήτῃ κατέλαβον· τοῦτο δὲ ἐδήλωσεν εἰπὼν, "Καὶ ἐξελεύσεται πῦρ ἐκ τῶν ῥάβδων τῶν ἐκλεκτῶν αὐτῆς καὶ καταφάγεται αὐ τήν. Καὶ οὐκ ἔσται ἐν αὐτῇ ῥάβδος ἰσχύος φυλῆς, σκῆπτρον εἰς τὸ ἐξουσιάζειν· εἰς παραβολὴν θρήνων ἐστὶ, καὶ ἔσται εἰς θρῆνον." ∆ῆλον δὲ, ὅτι τὰ πρὸ τῆς ἐπανόδου λέγει· τηνικαῦτα γὰρ ὑπὸ μὲν τῶν οἰκείων ἐθρηνεῖτο, τοῖς δὲ ἀλλοτρίοις παροιμία ἐγένετο θρήνου· εἰώθασι γὰρ οἱ ἄνθρωποι ἐπὶ τῶν μεγίσταις συμφοραῖς περιπιπτόντων λέγειν· Μὴ πάθοιμι οἷα ὁ δεῖνα πέπονθε. Τοῦτο τοίνυν "παραβολὴν" ἐκάλεσε "θρήνου·" προστέθεικε δὲ, ὅτι οὐκ ἔστιν ἐν αὐτῇ ῥάβδος ἰσχύος, ἢ φυλὴ, ἢ σκῆπτρον. Οὐδένα γὰρ ἔσχεν ἄρχοντα, ἢ σύστημά τι φυλὴν ποιῆσαι δυνά μενον πρὸ τῆς ἐπανόδου· μετὰ γὰρ τὴν ἐπάνοδον πάλιν ἀπέλαβε τὴν προτέραν λαμπρότητα. Ταῦτα οὕτω προθεσπίσας, τίθησι μὲν ἐν μέσῳ τῆς προφητείας μικρόν τι διήγημα, συνάπτει δὲ τῷ διηγήματι παραυ τίκα τὴν προφητείαν.

ΚΕΦΑΛΑΙΟΝ Κʹ. αʹ-δʹ. Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ, ἐν τῷ πέμπτῳ μηνὶ, δεκάτῃ τοῦ

μηνὸς, ἦλθον ἄν δρες ἐκ τῶν πρεσβυτέρων τοῦ οἴκου Ἰσραὴλ ἐπερωτῆσαι τὸν Κύριον, καὶ ἐκάθισαν πρὸ προσ ώπου μου. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, λάλησον πρὸς τοὺς πρε σβυτέρους τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, Τάδε λέγει Ἀδωναῒ Κύριος· Εἰ ἐπερωτῆσαί με ὑμεῖς ἔρχεσθε, ζῶ ἐγὼ εἰ ἀποκριθήσομαι ὑμῖν, λέγει Κύριος. Εἰ ἐκδικήσεις αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου, εἰ ἐκδικήσεις αὐτούς. Λίαν ἁρ μόττει τουτοισὶ τοῖς λόγοις τὸ ὑπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν εἰρημένον· "Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου, τοῦ 81.988 ἐν οὐρανοῖς, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ." Καὶ οὗτοι γὰρ πονηρίᾳ συζῶντες, καὶ τοῖς τῆς μεταμελείας φαρμάκοις ἰαθῆναι μὴ βουληθέντες, ἐρωτᾷν ἐπειράθησαν τὸν ∆εσπότην, οὐχ ἵνα πάντως τὰ κεκελευσμένα πράξωσιν, ἀλλ' ἵνα μάθωσιν εἰ συμβαίνουσι τοῖς οἰκείοις λογισμοῖς οἱ θεῖοι χρησμοί. Τοῦτο καὶ ὁ Σεδεκίας πολλάκις πεποίηκε, καὶ ὁρκώσας τὸν Ἱερεμίαν τὰ τῷ Θεῷ δοκοῦντα σαφῶς αὐτῷ προ μηνύσαι, μαθὼν τὰ κελευσθέντα, τἀναντία τούτων εἰργάσατο· καὶ οἱ εἰς Αἴγυπτον δὲ μετὰ τὴν αἰχμα λωσίαν εἰσελθόντες ταυτὸ τοῦτο τετολμήκασι. Τούτου χάριν ὁ τῶν ὅλων Θεὸς ἀποκρίνασθαι τούτοις οὐ βού λεται· αὐτὸς γὰρ οἶδε, κατὰ τὴν τῶν ἱερῶν Εὐαγγε λίων διδασκαλίαν, τί ἐστιν ἐν τῷ ἀνθρώπῳ. ∆ιὸ καὶ τῷ προφήτῃ παρακελεύεται καταφρονῆσαι αὐτῶν, καὶ μηδεμίαν ὑπὲρ αὐτῶν προσενεγκεῖν ἱκετείαν. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· "Εἰ ἐκδικήσεις αὐτοὺς ἐκδικήσει, υἱὲ ἀνθρώπου, εἰ ἐκδικήσεις αὐτούς·" ἀντὶ τοῦ, Μὴ φροντίσῃς αὐτῶν, οἷα δὴ κηδεμὼν αὐ τῶν ὑπάρχων, μὴ δέξῃ αὐτῶν τὴν ἐρώτησιν. εʹ, ʹ. Τὰς δὲ ἀνομίας, φησὶ, τῶν πατέρων αὐ τῶν διαμάρτυραι αὐτοῖς. Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος, Ἀφ' ἧς ἡμέραςᾑρέτισα τὸν οἶκον Ἰσραὴλ, καὶ ἐγνώσθην τῷ σπέρματι οἴκου Ἰακὼβ, καὶ ἐγνώσθην αὐτοῖς ἐν γῇ