De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
ὅτι τῇ λʹ τοῦ Αὐγούστου μηνὸς, ἡμέρᾳ κυριακῇ, ἐπὶ τῇ ἐλεύσει τοῦ ∆ελεμίκη τοῦ Ἀμηρᾶ τοῦ Ἔμετ καὶ ἀποκρισιαρίου τοῦ Ἀποχαβδᾶ ἐγένετο δοχὴ κατὰ τὴν προειρημένην δοχὴν κατὰ πάντα ὁμοία. καὶ ἔστησαν μέσον τοῦ μεγάλου τρικλίνου τῆς μανναύρας σελλία χρυσᾶ, ἐν οἷς ἐκαθέσθησαν οἱ βασιλεῖς, οἱ τοῦ κουβουκλείου δὲ οὐκ εἰσῆλθον παραστῆναι. παρέστησαν δὲ οἱ κοιτωνῖται μόνοι καὶ ἑβδομάριοι πάντες μετὰ τῶν ἰδίων ἀλλαξίμων. ἵσταντο δὲ καὶ οἱ κανδιδάτοι δεξιᾷ καὶ ἀριστερᾷ τοῦ αὐτοῦ τρικλίνου μετὰ σκαραμαγγίων καὶ τῶν κανδιδατικίων, κρατοῦντες τά τε Ῥωμαῖα σκῆπτρα καὶ τὰ πτυχία καὶ λοιπὰ σκεύη, καὶ εἰσήγαγεν ὁ λογοθέτης τοὺς φίλους Ταρσίτας Σαρακηνοὺς, καὶ ἐθεάσαντο τὸν βασιλέα, καὶ ὅσα ἐβούλοντο εἰπεῖν, ἐλάλησαν, καὶ ἀποχαιρετίσαντες ἐξίεσαν, καὶ ἀπελθόντες ἐκαθέσθησαν ἐν τῷ τρικλίνῳ τοῦ τρούλλου, τὸν παρὰ πολλοῖς κακῶς ὠάτον λεγόμενον· ὠάτος γὰρ τὸ ἐκεῖσε χαρτοθεσίον τῆς σακέλλης ὀνομάζεται. καὶ εἶθ' οὕτως περιβαλλόμενος ὁ βασιλεὺς τὸ ὀκτάγωνον χλανίδιον καὶ τὸ ἄσπρον μέγα στέμμα, ἐκαθέσθη ἐπὶ τοῦ Σολομωντείου θρόνου, καὶ πάντα τὰ τῆς δοχῆς γέγονεν κατὰ τὴν προῤῥηθεῖσαν δοχὴν τῶν φίλων Ταρσιτῶν. τούτου δὲ ἐξελθόντος, ἐκαθέσθη καὶ αὐτὸς ἔξω τῆς τοῦ Κυ 594 ρίου ἐκκλησίας ἐν ᾧ τόπῳ στέφονται οἱ βασιλεῖς, μέλλοντες ἀπιέναι ἔφιπποι ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, τῇ δευτέρᾳ τῆς διακαινησίμου καὶ τῇ καινῇ κυριακῇ. τῇ δὲ αὐτῇ ἡμέρᾳ ἐγένετο κλητώριον ἐν τῷ μεγάλῳ τρικλίνῳ τῶν ιθʹ ἀκουβίτων κατὰ τὸν τύπον καὶ τὴν τάξιν τῆς δωδεκαημέρου. παρέστησαν γὰρ ὅ,τε τοῦ σακελλίου καὶ ὁ τοῦ βεστιαρίου καὶ ὁ εἰδικὸς μετὰ τῶν ἰδίων νοταρίων, ὁμοίως καὶ οἱ τοῦ κουβουκλείου, πάντες μετὰ ἀλλαξίμων κατὰ τὸν τύπον τῆς δωδεκαημέρου. ἐν δὲ τῷ δεξιῷ πρὸς δύσιν μέρει ἔστη παρατραπέζιον στρογγύλον διὰ τὸ μὴ δόξαι τοὺς φίλους Σαρακηνοὺς ἕτερος τοῦ ἑτέρου προκαθέζεσθαι. ἐκαθέσθησαν δὲ ἐν αὐτῷ τῷ παρατραπεζίῳ ὁ μάγιστρος Κοσμᾶς καὶ ὁ παρακοιμώμενος καὶ οἱ δύο Ταρσῖται φίλοι καὶ ὁ τοῦ Ἀποχαμβδᾶν ἀποκρισιάριος. Ἑτέρα δοχὴ τῆς Ἔλγας τῆς Ῥωσένης. Μηνὶ Σεπτεμβρίῳ θʹ, ἡμέρᾳ δʹ, ἐγένετο δοχὴ κατὰ πάντα ὁμοία τῆς προῤῥηθείσης δοχῆς ἐπὶ τῇ ἐφόδῳ Ἔλγας τῆς ἀρχοντίσσης Ῥωσίας, καὶ εἰσῆλθεν αὐτὴ ἡ ἀρχόντισσα μετὰ τῶν οἰκείων αὐτῆς συγγενῶν ἀρχοντισσῶν καὶ προκρειτοτέρων θεραπαινῶν, ἐκείνη μὲν προηγουμένη πασῶν τῶν ἄλλων 595 γυναικῶν, ἐκεῖναι δὲ ἐνορδίνως ἑτέρα τὴν ἑτέραν ἀκολουθυῖαι, καὶ ἔστη ἐν ᾧ τόπῳ εἴωθεν ὁ λογοθέτης τὰς ἐρωτήσεις ποιεῖσθαι. ὄπιθεν δὲ αὐτῆς εἰσῆλθον οἱ τῶν ἀρχόντων Ῥωσίας ἀποκρισιάριοι καὶ πραγματευταὶ, καὶ ἔστησαν κάτωθεν εἰς τὰ βῆλα, καὶ τὰ ἑξῆς ἐτελέσθη κατὰ τὴν προῤῥηθεῖσαν δοχήν. καὶ ἐξελθοῦσα πάλιν διὰ τοῦ ἀναδενδραδίου καὶ τοῦ τρικλίνου τῶν κανδιδάτων, τοῦ τε τρικλίνου, ἐν ᾧ τὸ καμελαύκιον ἵσταται καὶ οἱ μάγιστροι γίνονται, διῆλθεν διὰ τοῦ ὀνόποδος καὶ τῆς χρυσῆς χειρὸς, ἤτοι τοῦ πόρτηκος τοῦ αὐγουστέως, καὶ ἐκαθέσθη ἐκεῖσε. τοῦ δὲ βασιλέως κατὰ τὴν εἰωθυῖαν τάξιν εἰσελθόντος ἐν τῷ παλατίῳ, γέγονεν ἑτέρα δοχὴ τρόπῳ τοιῷδε. ἐν τῷ τρικλίνῳ τοῦ Ἰουστινιανοῦ ἔστη πούλπιτον ἀπὸ ὀξέων δινισίων βλαττίων ἐσκεπασμένον, καὶ ἐν αὐτῷ ἔστη ὁ μέγας θρόνος Θεοφίλου τοῦ βασιλέως, καὶ ἐκ πλαγίου σελλίον χρυσοῦν βασιλικόν. τὰ δὲ δύο ἀργυρᾶ ὄργανα τῶν δύο μερῶν ἔστησαν κάτωθεν, ἔσωθεν τῶν δύο βήλων. τὰ γὰρ αὐλοῦντα ἔξω τῶν βήλων ἔστησαν. καὶ προσκληθεῖσα ἡ ἀρχόντισσα ἀπὸ τοῦ αὐγουστέως, τῆς τε ἀψίδος καὶ τοῦ ἱπποδρόμου τῶν ἐνδοτέρων διαβατικῶν τοῦ αὐτοῦ αὐγουστέως διῆλθεν, καὶ ἐλθοῦσα ἐκαθέσθη εἰς τὰ σκύλα. ἡ δὲ δέσποινα ἐκαθέσθη ἐν τῷ προῤῥηθέντι θρόνῳ, καὶ ἡ νύμφη αὐτῆς ἐν τῷ σελλίῳ, καὶ εἰσῆλθεν τὸ κουβούκλειον ἅπαν, καὶ διὰ τοῦ πραιποσίτου καὶ τῶν ὀστιαρίων εἰσήχθησαν βῆλα· βῆ 596 λον αʹ, αἱ ζωσταί· βῆλον βʹ, αἱ μαγίστρισσαι· βῆλον γʹ, αἱ πατρίκιαι· βῆλον δʹ, αἱ ὀφφικιαλέαι πρωτοσπαθαρέαι· βῆλον εʹ, αἱ λοιπαὶ πρωτοσπαθαρέαι· βῆλον ϛʹ, αἱ σπαθαροκανδιδάτισσαι· βῆλον ζʹ, αἱ σπαθαρέαι καὶ στρατώρισσαι καὶ κανδιδάτισσαι. εἶθ' οὕτως εἰσῆλθεν ἡ ἀρχόντισσα διὰ τοῦ πραιποσίτου καὶ τῶν δύο ὀστιαρίων, αὐτὴ μὲν προηγουμένη, ἐπακολουθοῦσαι δὲ, καθὰ προείρηται, αἵ τε συγγενεῖς αὐτῆς ἀρχόντισσαι καὶ αἱ προκρειτοτέραι τῶν θεραπαινῶν αὐτῆς. καὶ γέγονεν παρὰ τοῦ πραιποσίτου ἐρώτησις πρὸς αὐτὴν, ὡς ἐκ τῆς αὐγούστης, καὶ ἐξελθοῦσα ἐκαθέσθη εἰς τὰ σκύλα. ἡ δὲ δέσποινα ἀναστᾶσα ἀπὸ τοῦ θρόνου διῆλθεν διὰ τοῦ λαυσιακοῦ καὶ τοῦ τριπέτωνος, καὶ εἰσῆλθεν εἰς τὸν καινούργιον, καὶ δι' αὐτοῦ εἰς τὸν ἑαυτῆς κοιτῶνα, καὶ εἶθ' οὕτως ἡ ἀρχόντισσα μετὰ τῶν συγγενῶν αὐτῆς καὶ