De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
κἂν εἰ μόνος ἔχειν τὴν ἀθανασίαν ὁ Θεὸς λέγοιτο καὶ Πατήρ, οὐσιῶδες ἔσται καὶ ἐν Υἱῷ τὸ ἀξίωμα, καὶ συγχρηματιεῖ πάντως ἀθάνατος, ἤγουν αὐτὸ κατὰ φύσιν ἀθανασία, καὶ τοῖς τοῦ τεκόντος ὑψώμασι κατηγλαϊσμένος, πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνηθήσεται. Εἰ δὲ δὴ φαῖεν ἂν οὐχ ὧδε ταῦτ' ἔχειν καὶ ψευδομυθίας ἡμῖν ἐπιπλέκουσι γραφήν, καίτοι πρεσβεύουσι τἀληθές, φραζόντων ἐκεῖνο. {Β.} Τὸ ποῖον αὖ; {Α.} Πρῶτον μὲν εἰ τὸ ζωῆς καὶ ἀθανασίας τητώμενον, οἴκοθέν τε τοῦτο οὐκ ἔχον, θνητὸν ἔσται πάντως, καὶ εἰσκε κριμένον ἔχει τὸ ζῆν, ὡς παρ' ἑτέρου δοτόν; {Β.} Θνητὸν γὰρ ἔσται δυνάμει, τὸ μὴ ἀθάνατον φύσει. {Α.} Καὶ πρός γε δὴ τούτοις, ἀποκρινάσθων ἔτι, τίς ἂν νοοῖτο τυχὸν ἡ ζωῆς ἐνέργεια εἰς τὰ ζωῆς ἐπιδεᾶ; {Β.} Ἡ ζωοποίησις δηλονότι, καθάπερ ἀμέλει καὶ τὸ φωτίζειν ἔργον ἂν εἴη φωτός. {Α.} Εὖ λέγεις. Εἰ δὲ δή τις οἴοιτο ζωογονεῖσθαι μὲν πρὸς ἑτέρου τὴν ζωήν, καταφωτίζεσθαι δὲ καὶ τὸ φῶς, ἄρα ἄν σοι δόξειεν εἰκάζειν ὀρθῶς; {Β.} Οὔ τί που· λογισμοῦ δὲ μᾶλλον ἀπολισθεῖν τοῦ σώφρονος. Ζωὴ γὰρ οὐκ ἔτι τὸ πρὸς ἑτέρου ζωοποιούμενον. {Α.} Ὅταν οὖν ἡμῖν εἰς μέσον ἥκῃ διακεκραγὼς ὁ Μονογενής· "Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή," ἀθανασίας ἐρήμην ὑποτοπητέον εἶναι τὴν εἰρημένην ζωήν, ἢ πῶς; {Β.} Οὐκ ἐρήμην, πόθεν; Ζωὴν γὰρ εἶναί φημι τὴν κατὰ φύσιν ἀθανασίαν. {Α.} Μόνου δὴ οὖν τοῦ Θεοῦ καὶ Πατρὸς τὴν ἀθανασίαν ἔχοντος-ὧδε γάρ που τὸ θεῖον ἡμῖν ἔφη λόγιον-, πῶς ἂν ἔχοι ταύτην καὶ ὁ Υἱός; Ἀλλ' οἶμαί που πάντως ὅτι τὸ τῆς ἑνότητος χρῆμα διαδείξειεν ἂν ἐπ' ἀμφοῖν, καὶ μάλα ῥᾳδίως, οὐσιώδη τὴν ζωὴν καὶ ἔμφυτον τὴν ἀθανασίαν, οὐκ 483 εἰσποίητον, ἀγαθόν. Εἰ δὲ δὴ δεῖν οἴοιντο παραφρονοῦντες λέγειν ὡς ὀθνεῖός τε εἴη τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς καὶ ἑτέραν τινὰ καὶ ἰδίαν ἀπετέμετο φύσιν καὶ τὸ ἀληθῶς εἶναι Θεὸς οὐκ ἔχει, καίτοι κατὰ φύσιν ἀθάνατος ὤν, μᾶλλον δὲ αὐτόχρημα ζωή, ἆρ' οὐχὶ τὰ μόνῃ τῇ θείᾳ καὶ ἀρρήτῳ προσόντα φύσει, καὶ τὰ δι' ὧν εἰκότως τεθαύμασται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων περιθεῖεν ἄν, καὶ ἐνυπάρχειν ἐροῦσι καὶ τῷ τελοῦντι λοιπὸν ἐν κτίσμασι, κατά γε τὸ αὐτοῖς φληνάφως δοκοῦν; {Β.} Τίνα τρόπον; {Α.} Πρέπειν, οἶμαί που, τῷ γε ὄντως φύσει τε καὶ ἀληθείᾳ Θεῷ καὶ αὐτοὶ φαῖεν ἂν οἶδ' ὅτι τὸ ζωογονεῖν δύνασθαι καὶ εἶναι ζωή. Εἴπερ οὖν τοῦτό ἐστιν οὐσιωδῶς ὁ πατήρ, ἐξώλισθε δέ, κατ' ἐκείνους, τῆς πρὸς αὐτὸν φυσικῆς ταὐ τότητος ὁ Υἱός, καὶ σμικροπρεπείας εἰς τοῦτο τελῶν, καὶ ζωὴν ἑαυτὸν εἶναί φησι καὶ τῆς τοῦ Πατρὸς οὐσίας τὸ ἐξαίρετον τῇ ἰδίᾳ καταγράφει φύσει, πῶς οὐκ ἀληθὲς ὅπερ ἔφην; Ἐκκεκόμισται γὰρ ἤδη τὸ τῆς ἀρρήτου φύσεως ἴδιον καὶ εἰς τὸ μὴ ὂν ἐξ αὐτῆς, κεκλημένον δὲ ὥσπερ ὁμοῦ τοῖς ἄλλοις εἰς γένεσιν. Νοηθεῖεν γὰρ ἂν ἔν γε τοῖς εἶναι πεπιστευμένοις, Θεὸς μὲν πρὸ πάντων, καὶ μετὰ τοῦτο κτίσις. Ἕτερον δὲ μεταξὺ τὸ σύμπαν οὐδέν. Ἢ οὐκ ἀληθὲς ὅπερ ἔφην; {Β.} Ἀληθές. {Α.} Εἴπερ οὖν ἐστιν ἑτεροούσιος ὁ Υἱὸς καὶ οὐκ ἐν οἷς εἶναί φασι τὸν Πατέρα, πῶς ἂν νοοῖτο μία τε καὶ ἀπαράλ λακτος ἐνέργεια φυσικὴ τῶν τῇδε διεστηκότων, κατά γε τὸν τοῦ πῶς εἶναι λόγον; "Ὥσπερ γάρ, φησίν, ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ." {Β.} Ἀλλὰ ναί, φασί. Ζωὴ μὲν ἔστιν ὁ Υἱός, ἔφη δ' οὖν ὅμως· "Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα." Ζωὴ τοιγαροῦν ἐστι διὰ τὸν Πατέρα. {Α.} Ἆρ' οὖν, ὦ γενναῖοι, καὶ αὐτὸν ζωοποιεῖσθαι τὸν Υἱὸν παρὰ τοῦ Πατρὸς ὁμοῦ τοῖς ἄλλοις ὑποληψόμεθα, καὶ τοῖς ἔξωθέν τε καὶ εἰσκεκριμένην ἔχουσι τὴν ζωὴν ἐπαρι θμητέον τὴν ζωήν; Συντετάχθω δὴ οὖν καὶ τοῖς ἀποθνήσ κουσιν ὁ Υἱός· ἀπόβλητον γὰρ τὸ εἰσκεκριμένον καὶ ὧνπερ ἄν τις ἕλοιτο τὴν κτῆσιν ἀπεμπολήσειεν ἂν αὐτὴν κατά γε τὸ ἐγχωροῦν, ὅτε μὴ φυσικοῖς εἰς τὸ ἀραρότως ἔχειν διακρατοῖτο νόμοις. {Β.} Πῶς οὖν οἴοιτ' ἄν τις αὐτὸν διὰ τὸν Πατέρα ζῆν, εἴπερ ἐστὶ καὶ αὐτὸς κατὰ φύσιν ζωή; {Α.} Καὶ μὴν τοῦτό γέ ἐστι τῆς ἐκ Θεοῦ καὶ Πατρὸς εὐγενείας ἀπόδειξις καὶ τῆς κατὰ φύσιν ταὐτότητος μήνυσις ἀκριβής. 484 {Β.} Πῶς λέγεις; {Α.} Ἔφη γὰρ οὔ τί που σαφῶς ζωογονεῖσθαι παρὰ τοῦ Πατρός, πλὴν ὅτι "Ζῶ διὰ τὸν Πατέρα." {Β.} Τί οὖν