57
Ἆρα γὰρ ὡς ἔτυχεν οἱ Σαδδουκαῖοι τὸν ἀριθμὸν τῶν ἑπτὰ ἀδελφῶν εἶπαν ἐπὶ τῆς μιᾶς γυναικός, ἢ ἔχει τινὰ λόγον βαθύτερον; Εἰ δὲ ἔχει, τίνες ἐκεῖνοι καὶ τίς αὕτη;
Ἀπόκρισις. Φασί τινες μὴ ἀλληγορεῖσθαι τῶν ἐν τῇ Γραφῇ ψεκτῶν προσώπων τοὺς
λόγους. Πλήν, ἐπειδὴ κρεῖττον μᾶλλον φιλοπονεῖν καὶ τὸν Θεὸν ἀπαύστως αἰτεῖσθαι χορηγεῖν σοφίαν καὶ δύναμιν πρὸς τὸ πᾶσαν νοηθῆναι πνευματικῶς τὴν Γραφήν, ταῖς ὑμετέραις εὐχαῖς θαρρῶν, καὶ περὶ τοῦ παρόντος ἀπόρου τάδε φημί. Οἱ Σαδδουκαῖοί εἰσιν, κατὰ τὸν τῆς ἀναγωγῆς λόγον, οἱ τὸν αὐτοματισμὸν εἰσάγοντες δαίμονες ἢ λογισμοί, ἡ δὲ γυνή ἐστιν ἡ τῶν ἀνθρώπων φύσις, οἱ δὲ ἑπτὰ ἀδελφοὶ οἱ κατὰ καιροὺς ἀπὸ τοῦ αἰῶνος δοθέντες αὐτῇ παρὰ Θεοῦ πρὸς παιδαγωγίαν (14Β_242> καὶ γένεσιν καρπῶν δικαιοσύνης νόμοι· οἷς ὡς ἀνδράσιν ὁμιλήσασα, παρ᾽ οὐδενὸς ἔσχεν υἱόν, οἷα τοῦ κατὰ δικαιοσύνην καρποῦ στειρεύουσα. Καὶ ἔστι πρῶτος νόμος ὁ ἐν τῷ παραδείσῳ δοθεὶς τῷ Ἀδάμ, δεύτερος ὁ τῷ αὐτῷ μετὰ τὸν παράδεισον δεδομένος ἐν ἐπιτιμίου τάξει, τρίτος ὁ κατὰ τὴν κιβωτὸν τῷ Νῶε δοθείς, τέταρτος ὁ τῆς περιτομῆς τῷ Ἀβραάμ, πέμπτος ὁ τῷ αὐτῷ περὶ τῆς προσαγωγῆς τοῦ Ἰσαάκ, ἕκτος ὁ κατὰ Μωσέα, καὶ ἕβδομος ὁ τῆς προαγορευτικῆς χάριτος ἤγουν προφητικῆς ἐπιπνοίας. Τῷ γὰρ Εὐαγγελίῳ οὔπω ἦν διὰ τῆς πίστεως ἁρμοσθεῖσα πρὸς συμβίωσιν ἡ φύσις ἀνδρὶ εἰς πάντας διαμένοντι τοὺς αἰῶνας.
Τούτους οὖν προβάλλονται διαπαντὸς τῷ ἐν ἡμῖν λόγῳ διὰ τῶν λογισμῶν οἱ δαίμονες, εὐλογοφανῶς ἐκ τῶν γεγραμμένων καταγωνιζόμενοι τῆς πίστεως, καὶ διαποροῦντες ὡς· "Εἴπερ νεκρῶν ἀνάστασίς ἐστι καὶ ἕτερόν τι εἶδος ζωῆς μετὰ τὴν παροῦσαν ἐκδέχεσθαι δεῖ, κατὰ ποῖον νόμον τῶν ἀπὸ τοῦ αἰῶνος δοθέντων πολιτεύσεται τῶν ἀνθρώπων ἡ φύσις;" ἵνα, καθ᾽ ἕνα τῶν εἰρημένων εἰ φῶμεν, ἐπαγάγωσι φάσκοντες· "Οὐκοῦν ματαία καὶ ἀνωφελὴς ἔσται πάλιν ἡ τῶν ἀνθρώπων ζωή, τῶν προτέρων μὴ ἀπηλλαγμένη κακῶν, εἴπερ ἐπὶ τοῖς αὐτοῖς πάλιν ἡ φύσις ἐρεσχεληθήσεται πράγμασιν"· ὅπερ τὸν αὐτοματισμὸν εἰσάγει σαφῶς καὶ τῶν ὄντων ἐκβάλλει τὴν πρόνοιαν. Ἀλλ᾽ ὁ Κύριος καὶ σωτήριος λόγος ἀποφιμοῖ τοὺς τοιούτους δαίμονάς τε καὶ λογισμούς, τὴν κατὰ τὸ Εὐαγγέλιον ἐς ὕστερον φανησομένην τῆς φύσεως ἀφθαρσίαν ὑποφαίνων καὶ κατ᾽ οὐδένα τῶν προλαβόντων νόμων πολιτευσομένην δεικνὺς τὴν ἀνθρωπείαν φύσιν, θεωθεῖσαν ἤδη καὶ ἁρμοσθεῖσαν διὰ Πνεύματος αὐτῷ (14Β_244> τῷ Λόγῳ καὶ Θεῷ, παρ᾽ οὗ καὶ εἰς ὃν τὴν ἀρχὴν τοῦ εἶναι καὶ τὸ τέλος εἴληφέ τε καὶ λήψεται.
Εἰ δὲ καὶ τὰς ἑπτὰ χιλιάδας τῶν ἐτῶν ἤγουν αἰῶνας λαμβάνοι τις εἶναι τοὺς ἄνδρας, οἷς συνεγένετο τῶν ἀνθρώπων ἡ φύσις, οὐκ ἄνευ λόγου καὶ τῆς δεούσης λήψεται θεωρίας τὸν τόπον· ὧν οὐδενὸς τούτων ἔσται γυνὴ κατὰ τὴν μέλλουσαν ζωὴν ἡ φύσις, ὡς τῆς χρονικῆς τέλος λαβούσης φύσεως, καὶ ὀγδόου ἀνδρός, τοῦ ἀτελευτήτου καὶ πέρας οὐκ ἔχοντος αὐτὴν παραλαβόντος αἰῶνος.
ΛΘ (39). ΠΕΡΙ ΤΩΝ ΤΡΙΩΝ ΗΜΕΡΩΝ ΑΣ ΠΡΟΣΕΜΕΙΝΑΝ ΟΙ ΟΧΛΟΙ ΤΩ ΚΥΡΙΩ. 39. ΕΡΩΤΗΣΙΣ ΛΘ' Τίνες αἱ τρεῖς ἡμέραι ἃς προσμένουσι τῷ Κυρίῳ οἱ ὄχλοι ἐν τῇ ἐρήμῳ; Ἀπόκρισις. Ἡ ἔρημός ἐστιν ἡ φύσις τῶν ἀνθρώπων ἢ ὁ κόσμος οὗτος, ἐν ᾧ προσμένουσι
τῷ λόγῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως οἱ διὰ τῆς πίστεως καὶ τῆς τῶν μελλόντων ἀγαθῶν ἐλπίδος κακοπαθοῦντες. Αἱ δὲ τρεῖς ἡμέραι εἰσί, καθ᾽ ἕνα τρόπον τῆς ἐπ᾽ αὐταῖς θεωρίας, αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς, καθ᾽ ἃς προσμένουσι τῷ θείῳ Λόγῳ τῆς ἀρετῆς καὶ τῆς γνώσεως· τῇ μὲν ζητοῦντες, τῇ δὲ ποθοῦντες, τῇ δὲ