ἐγένετό ποτε. Προέφθανον δὲ αὐ τὸν, ἤγουν προῆγον, καὶ αἱ πρὸς θάνατον ἁμαρτίαι, τουτέστι παγίδες· ἀλλ' αὐτὸν οὐχ ἑάλωσαν. Οὐκοῦν χειμάῤῥους ἀνομίας ἐρεῖς τὰ ῥεύματα τῆς κακίας, καὶ θανάτου παγίδας τὰς πρακτικὰς ἁμαρτίας. Τοῦ αὐτοῦ. Ὠδῖνες θανάτου, ἤτοι αἱ τὸν θά νατον τίκτουσαι, ἢ αἱ συνειλημμέναι ἐκ τοῦ θανάτου, ὅστις ἔσχατος ἐχθρὸς καταργηθησόμενος ὑπὸ Παύλου κεκήρυκται. Τοῦ αὐτοῦ. Χείμαῤῥοι ἀνομίας οἱ παράνο μοι λογισμοὶ, οἵτινες ὠδῖνες καλοῦνται χρονίζοντες ἐν ἡμῖν, καὶ πάλιν παγίδες θανατοῦντες ἡμᾶς διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας. Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ τῆς φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ, κ. τ. ἑ. Ἐν μέσαις ταῖς θλίψεσι καὶ ἀκμαζούσαις αὐταῖς, ἐπικλητέον τὸν Κύριον, καὶ κρακτέον πρὸς Θεόν. Οὕτω γὰρ ἡμῶν ἐπακούσεται ἐκ τοῦ ναοῦ αὐτοῦ λόγων· καὶ ἀπὸ τοιαύτης διαθέ σεως ἡμῶν ἡ εὐχὴ μετὰ παῤῥησίας εἰσελεύσεται, ὡς εἰς οἰκεῖον τόπον, τὰ λεγόμενα ὦτα αὐτοῦ. Μήποτε δὲ καὶ ὁπλιζόμεθα κατὰ τῶν ἐχθρῶν ἐν αὐτῷ τῷ αἰνεῖν καὶ ἐπικαλεῖσθαι Κύριον. Τοῦ αὐτοῦ. Ναὸς Θεοῦ ὁ Χριστὸς, Χριστοῦ δὲ αἱ νοεραὶ καὶ ἅγιαι δυνάμεις. ∆ιὸ καὶ ὁ Χριστὸς 12.1228 νῦν λέγεται καθέζεσθαι ἐπὶ θρόνου ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν, καὶ ἐσαλεύ θησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν· ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ, κ. τ. ἑ. Τῷ μὲν ἑστηκότι ἕστηκεν ὁ Θεὸς, τῷ δὲ σαλευομένῳ σαλεύεται, ὡς Μωϋσεῖ λέγεται· «Στῆθι ἐναντίον Φαραώ.» Ὅτε μέντοιγε Ἀδὰμ παρήκουσε τοῦ Θεοῦ, μᾶλλον δὲ τῆς γυναικὸς ἤκουσε, τότε ἤκουσε Κυρίου τοῦ Θεοῦ περιπατοῦντος· οὐκέτι γὰρ αὐτῷ ἑστήκει ὁ Θεὸς, καὶ ὡς ἀγαθὸς δὲ ὁ κρίνων οὐχ ἕστη κε. Σαλευομένου δὲ Θεοῦ ἔντρομος γίνεται οὐκ οὐρα νὸς, ἀλλὰ ἡ γῆ, καὶ θεμέλια τῶν ὀρέων ταράσσεται, ἅπερ θεμέλια τῶν ὀρέων ταράξει τὸ ἐκκαιόμενον πῦρ ἐκ τοῦ θυμοῦ τοῦ Θεοῦ. «Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά·» ἁγίους γὰρ φωτίζει, οἷον· «Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου.» Τοῦ αὐτοῦ. «Καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν,» κατακαῖον ξύλα, χόρτον, καλάμην, τουτέστιν ἀναλίσκον τὰς πονηρὰς ἕξεις. Οὕτω κατέ καυσέ ποτε τελώνην μὲν ὄντα τὸν Ματθαῖον, Παῦλον δὲ διώκτην καὶ ὑβριστήν. Τοῦ αὐτοῦ. Ὡς ἀγαθὸς ὁ Θεὸς σαλεύεται, ἵνα μηκέτι ἡ γῆ αὐτοῦ καταφρονῇ, ἀλλ' ὡς πατέρα φο βῆται αὐτόν· καὶ ἵνα μηκέτι ἀκίνητα ᾖ τὰ τῶν ὀρέων θεμέλια, ἀλλ' ἐν ταραχῇ. Καὶ ὡς ἀγαθὸς ὁ Θεὸς καῖον πῦρ καταναλίσκον, πρῶτον ἀναβαῖνον ἀπολύει καπνὸν, εἶτα ἀνάπτει ἄνθρακας, εἶτα κατα βαίνει κλίνας οὐρανὸν, καὶ μετὰ τοῦτο δείκνυσι τὸν ὑπὸ τοὺς πόδας αὐτοῦ γνόφον. Εἶτα ἐπιβὰς τῶν χε ρουβὶμ πέταται, καὶ πέταται ἐπὶ πτερύγων ἀνέμων. Ἀνάβασιν δὲ καὶ κατάβασιν δεῖ νοεῖν τὰς διαφόρους αὐτοῦ οἰκονομίας· ἐπεὶ ὁ Θεὸς παντὶ καὶ πανταχοῦ παρέστιν. Τοῦ αὐτοῦ. Ὁ Θεὸς ἐν μὲν τοῖς ἁγίοις ἀν θρώποις ἐνοικεῖ, καὶ ἐμπεριπατεῖ, ἵπταται δὲ ἐν τοῖς χερουβίμ. Καὶ ἀνέμους εἰ τοὺς αἰσθητοὺς λά βοις, τῷ λόγῳ τῆς προνοίας ἐπιβαίνει αὐτῶν, ἄγων ὡς βούλεται. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ· σκοτεινὸν ὕδωρ ἐν νεφέ λαις ἀέρων, κ. τ. ἑ. Ἐπειδὴ ἔθετο σκότος ἀπο κρυφὴν αὐτοῦ, καὶ ἔστι κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, διὰ τοῦτο τὸ σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων, τουτ έστι τὸ ἐν τοῖς προφήταις· «Ἐντελοῦμαι γὰρ, φησὶ, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετὸν, καὶ ἔσται λιμὸς, οὐ λιμὸς ἄρτου, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου.» Εἰ ὁ Θεὸς ἡμῶν φῶς ἐστι, πῶς καλύπτεται σκότει; Οἶμαι δὲ, ὅτι αὐτὸν οὕτω καλύπτει σκότος, ὡς καὶ τῇ ἀγνοίᾳ τὸ γινωσκόμενον 12.1229 ἀνακαλύπτεται, ἥτις ὡς πρὸς τὸν γινώσκοντα, καὶ οὐ πρὸς τὸ γινωσκόμενον λέγεται. Σκηνὴν δὲ αὐτοῦ τὴν σάρκα ὠνόμασεν, ἐν ᾗ Χριστὸς ἐκαθέζετο· ἔτι δὲ καὶ τὸ φάναι σκηνὴν διὰ τὸ πρόσκαιρον τῆς σαρκώ σεως. «Εἰ γὰρ ἐγνώκαμεν, φησὶ, Χριστὸν κατὰ σάρκα, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» Ἢ τάχα σκη νὴν τὸ σῶμα ὠνόμασε διὰ τὴν ἄμπελον ἣν ἐξ