1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

57

ἐκείνων ἅπαντας τοὺς τῆς εὐσεβείας ἐραστὰς, ὅτι Μὴ νομίσητε νῦν 81.1433 φανήσεσθαι τὸν τῆς ἀληθείας ἐχθρόν· δεῖ γὰρ πρό τερον σβεσθῆναι τὴν κατέχουσαν τῶν εἰδώλων πλάνην, καὶ κρατυνθῆναι τῶν Εὐαγγελίων τὸ κήρυγμα, εἶθ' οὕτως ἀποκαλυφθῆναι τὸν ἄνομον. Εἶτα ὑποδείκνυσιν αὐτοῦ καὶ τὸν ὄλεθρον· "Ὃν ὁ Κύριος, φησὶν, Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὑτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὑτοῦ." Ἔπειτα δείκνυσι καὶ τίνα τρόπον ἐπιφαίνεται· "Οὗ ἐστι, φησὶν, ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ." Μιμήσεται γὰρ ὁ διάβολος τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν· καὶ καθάπερ ὁ Κύριος δι' ἀνθρωπείας φύσεως ἐπιφανεὶς, τὴν ἡμε τέραν ἐπραγματεύσατο σωτηρίαν· οὕτω καὶ ὁ διάβο λος, ἄξιον ὄργανον τῆς ἑαυτοῦ πονηρίας λαβὼν, δι' αὐτοῦ τὴν οἰκείαν ἐνέργειαν ἐπιδείξεται, ψευδέσι ση μείοις καὶ τέρασι, καὶ φαντασίᾳ θαυμάτων, τοὺς ῥᾳθύμους τῶν ἀνθρώπων ἐξαπατῶν. Καὶ διδάσκων τί δήποτε ταῦτα συγχωρεῖ γενέσθαι ὁ τῶν ὅλων Θεὸς, ἐπήγαγεν· "Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς, τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκή σαντες τῇ ἀδικίᾳ." Ταὐτὸ δὲ τοῦτο καὶ ὁ Κύριος πρὸς Ἰουδαίους ἔφη· "Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἔρχεται ἄλλος ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, κἀκεῖνον λήψεσθε." Ταῦτα δὲ διδάσκων ὁ ἄγγελος τῷ ∆ανιὴλ ἔφη, ὅτι "Λόγους πρὸς τὸν Ὕψιστον λαλήσει, καὶ τοὺς ἁγίους Ὑψίστου παλαιώσει, καὶ ὑπονοήσει τοῦ ἀλ λοιῶσαι καιροὺς καὶ νόμον· καὶ δοθήσεται ἐν χειρὶ αὐτοῦ ἕως καιροῦ, καὶ καιρῶν, καὶ ἥμισυ καιροῦ· καὶ τὸ κριτήριον ἐκάθισε, καὶ τὴν ἀρχὴν αὐτοῦ με ταστήσουσι, τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους." Ὁρᾶτε πῶς τὰ αἰνιγματωδῶς ὑπὸ τοῦ ἀγγέλου ἡρμηνευμένα σαφῶς ὁ μακάριος ἐδίδαξε Παῦλος. Καὶ ὁ Κύριος δὲ τὰς κατὰ τῶν ἁγίων ἐπ αναστάσεις προσημαίνων, ἔλεγεν· "Ἔσται θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ' οὐ μὴ γένηται· καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι." Εἶτα συμβουλεύσας τοῖς ἁγίοις αὑτοῦ μαθηταῖς, καὶ δι' ἐκείνων πᾶσιν ἀνθρώποις, μὴ ἐξαπατᾶσθαι τοῖς λέγουσιν ὧδε εἶναι ἢ ἐκεῖ τὸν Χριστὸν, οὐκέτι γὰρ κρύβδην καὶ λάθρα, ἀλλὰ ἀναφανδὸν μετὰ δόξης φανήσεται, ἐπήγαγε· "Τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, μετὰ δυνάμεως καὶ δόξης πολλῆς, καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὑτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσά ρων ἀνέμων, ἀπ' ἄκρων τῶν οὐρανῶν ἕως ἄκρου αὐτῶν." Ταῦτα καὶ τῷ ∆ανιὴλ προλέγων ὁ ἄγγελος ἐπήγαγεν οἷς ἤδη εἶπε· 81.1436 κζʹ. "Καὶ ἡ βασιλεία, καὶ ἡ ἐξουσία, καὶ ἡ με γαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἐδόθη ἁγίοις Ὑψίστου· καὶ ἡ βασιλεία αὐ τοῦ βασιλεία αἰώνιος; καὶ πᾶσαι αἱ ἀρχαὶ αὐτῷ δου λεύσουσι καὶ ὑπακούσονται· ἕως ὧδε τὸ πέρας τοῦ λόγου." Τουτέστι, πάντων τῶν τοῦ βίου πρα γμάτων τοῦτο τὸ τέλος· τὸ παύσασθαι μὲν ἁπάσας τῆς γῆς τὰς βασιλείας, δοθῆναι δὲ τοῖς τοῦ Ὑψίστου ἁγίοις τὴν αἰώνιον βασιλείαν· βασιλεύοντας δὲ ὑπακούειν αὐτῷ καὶ δουλεύειν εὐνοϊκῶς· αἰώνιος γὰρ αὐτοῦ ἡ βασιλεία, καὶ τὸ τέλος οὐ δεχομένη. Τούτων ἀκούσας, φησὶν, ἐγὼ ∆ανιὴλ δέους ἐνεπλή σθην πολλοῦ, ὡς μήτε τοὺς λογισμοὺς ἡσυχάζειν ἐν ἐμοὶ, ἀλλὰ κυκᾶσθαι, καὶ διηνεκῶς ταράττεσθαι, καὶ τὴν μορφήν μου πολλὴν ἀλλοίωσιν ἐντεῦθεν δέ ξασθαι. Ἀλλ' ὅμως οὐκ ἔκπυστα πεποίηκα τὰ ὑποδειχθέντα μοι μυστήρια, ἀλλ' ἐν τῇ καρδίᾳ τηρῶν αὐτὰ διετέλουν. Ὁ μὲν οὖν μακάριος ∆ανιὴλ ταῦτα ἡμᾶς ἐδίδαξεν. Ἐγὼ δὲ τῶν Ἰουδαίων κατηγορίαν ἐπὶ τοῦ παρόντος ἀφεὶς, θαυμάζω κομιδῇ τῶν τῆς εὐσεβείας διδασκάλων τινὰς Μακεδονικὴν βασιλείαν τὸ τέταρτον θηρίον ἀποκαλέσαντας· ἔδει γὰρ αὐτοὺς συνιδεῖν, πρῶτον μὲν, ὅτι τὸ τρίτον θη ρίον τέσσαρας εἶχε κεφαλὰς, ὃ σαφῶς ἐδήλου