De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
τοῦτό γε; {Α.} Ὅτι τῷ μὲν τὴν ἰδίαν ἔχοντι φύσιν ἀθανασίας ἐρήμην καὶ ζωῆς, εἰσποίητον δὲ παρ' ἑτέρου τὸ χρῆμα κερδαίνοντι, ἁρμόσαι ἂν οἶμαι καὶ μάλα ὀρθῶς εἰπεῖν· "Ζωήν μοι δέδωκεν ὁ Πατήρ." Τοῦ γε μὴν εἰδότος ὅτι ζωὴ πέφηνεν ἐκ ζωῆς καὶ καρπὸν οὐσίας ἔχει τὴν ἀθανασίαν, τὸ φάναι θεοπρεπῶς· "Ζῶ διὰ τὸν Πατέρα." Ἆρα γάρ, εἰ τοῦ ἀνθρώπου γέννημα τυχόν, λογικὸν ἐκ λογικοῦ πεφηνὸς τοῦ ἰδίου πατρός, Λογικόν εἰμι, λέγοι, διὰ τὸν πατέρα, ἢ γοῦν καθ' ἕτερον τρόπον ἡ πυρὸς εἰς τὸ ἔξω διεκφοιτῶσα θερμότης, εἰ φωνὴν ἱεῖσα λέγοι· Θερμὴν ἔχω τὴν προσβολὴν διὰ τὸ ἐξ οὗ πέφηνα πῦρ, οὐκ ἄν τῳ δόξειαν, εἴ γε νοῦν ἔχοι, φύσεων ἰδιότητα τὴν ἐξ ὧν εἰσὶ λαχόντα μᾶλλον ἐφ' ἑαυτοῖς, ἢ γοῦν εἰσπεπορισμένην καὶ ἐν τάξει τῶν δεδωρημένων τὴν τοῦ εἶναι τοιῶσδε δόξαν ἑλεῖν; {Β.} Ἔοικεν. {Α.} Ζῇ τοιγαροῦν ὁ Υἱὸς διὰ τὸν Πατέρα. Ζωὴ γὰρ ἐκ ζωῆς πέφηνε τοῦ Πατρός, ἀληθινὸς ὢν Θεὸς καθάπερ ἀμέλει καὶ ὁ τεκών. Συλλήπτορα δὲ τοῖς ἐμαυτοῦ ποιήσομαι λόγοις καὶ τὸν σοφώτατον Ἰωάννην, ὡδὶ γεγραφότα περὶ αὐτοῦ· "Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἀγαθὴν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Ἰησοῦ Χριστῷ, τῷ Υἱῷ αὐτοῦ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ ἡ αἰώνιος." Ἆρα δή σοί τι τοῦδε ἂν γένοιτο φανερώτερον ἔτι, ἤγουν εἰς ἐλέγχους εὐσθενέστερον, τοῦ μὴ ἑτεροίως ἔχειν οἴεσθαι τὸν Υἱὸν ἢ ὥσπερ ἂν ἔχοι κατὰ φύσιν ὁ Πατήρ; {Β.} Οὐδέν, ὡς ἐγᾦμαι, τῆς τοῦ Θεολόγου φωνῆς ἄμαχόν τινα τοῖς δι' ἐναντίας ἐξανιστάσης τὴν μαρτυρίαν. Πλὴν εἰ λέγοιτο Θεὸς ἀληθινὸς ὁ Υἱός, διαγελῶσιν εὐθὺς καί φασιν οὐκ εἶναι Θεὸν μὲν ὄντως ἀληθινόν, κεχαρίσθαι δὲ αὐτῷ τοὔνομα κατὰ θέλησιν τοῦ Πατρός. Ἔφη γάρ που, φασίν, ὁ θεσπέσιος Παῦλος ὅτι "Ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα." {Α.} Κεχαρίσθαι μὲν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα φαίην ἄν, ἴσθι τοι, καὶ αὐτὸς ἐγώ. Τὸ γάρτοι φληνάφως ἀντιφέ ρεσθαι δοκεῖν ταῖς τῶν θεολόγων φωναῖς οἰηθείην ἂν οὔ τί που φρενὸς ἀγαθῆς, λογισμοῦ δὲ μᾶλλον παραπαίοντος ἤδη πως καὶ ἐξεστηκότος ἀδρανὲς ἐγχείρημα. Καταπέπληγμαί γε μὴν τὸ εἰς ἀπάτην εὐμήχανον τῶν δι' ἐναντίας, οἵ γε 485 τὴν μὲν τοῦ κεχαρίσθαι πρόφασιν οὐδ' ὅσον εἰς νοῦν ποιεῖσθαι σπουδάζουσι, λεξιθηροῦσι δὲ οὕτως καὶ τριποθήτως ἁρπά ζουσι πᾶν ὅπερ ἂν φαίνοιτο τῇ τοῦ Υἱοῦ τιμῇ τε καὶ δόξῃ καθεστηκὸς ἐναντίον, ὡς οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, καίτοι τὸν τοῦ δεδωρῆσθαι καιρὸν οὐχ ἕτερον ἡμῖν τῆς θεοπνεύστου διοριζούσης Γραφῆς ἢ ἐκεῖνον αὐτὸν καθ' ὅν "Ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ Μονογενὴς, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ," καθὰ γέγραπται "ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τεταπείνωκεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Τότε γὰρ δὴ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." {Β.} Τί οὖν τοῦτό γε; {Α.} Οἶμος ἂν εἴη ψιλή τε καὶ ὁμαλὴ τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν, ἀναφέρουσα πρὸς τὸ ἀληθές. Σύνες οὖν, ὦ τᾶν, τὸ ὡς ἐν χάριτος τάξει λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τουτέστιν ἡ λαλουμένη κένωσις καὶ ἡ πρὸς ἡμᾶς οἰκονομικὴ τοῦ Λόγου ταπείνωσις. Εἰ δὲ ἐν τοῖς τῆς κενώσεως μέτροις εὑρίσκεται τὸ λαβεῖν, ἐξεστηκότα που πάντως τοῦ χρῆναι λαβεῖν τὰ πρὸ τῆς κενώσεως ὁρᾶται λοιπόν, διά γέ τοι τὸ κεκτῆσθαι φυσικῶς ὅπερ ἦν, τουτέστι τὸ ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρός. Καὶ εἰ τεταπείνωκεν ἑαυτόν, ἐξ ἀνῳκισμένου τινὸς καὶ ὑπερανέχοντος πράγματος ἐπὶ τὸ μεῖον ἐλθών, ὑπονοστήσει που πάντως εἰς ὅπερ ἦν ὑψούμενος, οὐκ εἰς ἀλλοτρίαν ἀναθρώσκων τιμήν τε καὶ δόξαν, ἀλλ' ὡς εἰς ἰδίαν τὴν ἐν ἀρχαῖς. Εἰ δὲ δὴ ποιοῖντο περὶ πολλοῦ τὸ ἰσχυρίζεσθαι δεῖν ὡς εἰς ἀσυνήθη τιμήν τε καὶ δόξαν ἀναπε φοίτηκεν ὁ Υἱός, τὸ ὑπὲρ πᾶν ὄνομα λαβὼν ὡς δοτὸν παρὰ τοῦ Πατρός, οὐδὲν