πρωτότοκος τῷ διαβόλῳ ὁ πρῶτος αὐτῷ γεννηθεὶς ἐν δόγ ματι ἀλλοτρίῳ σωτηρίας, οιον Μαρκιωνισταὶ οὐκ εἰσὶ πρωτότοκοι, ἀλλὰ Μαρκίων. Καὶ ωσπερ ἡ ἀπαρχὴ τῶν ἁγίων ἀνάκει ται τῷ Θεῷ, ουτως ἡ τῶν Αἰγυπτίων τῷ πα ταγμῷ, ινα μετὰ τὴν ἀπαρχὴν τότε κολασθῇ καὶ τὰ λοιπὰ τῆς ἀπαρχῆς. Κατὰ μέντοι τὴν ἱστορίαν, ἡ δεκάτη πληγὴ τοῖς Αἰγυπτίοις ἐπαχθεῖσα, θάνατος ην τῶν παρ' αὐτοῖς πρωτοτόκων, ἀπὸ ἀνθρώπων εως κτήνους, καὶ ισως ἐπὶ μὲν τῶν ἀνθρώπων τῶν πρῶτον τεχθέντων, κυριολεκτοῦσαν ευρεν ὁ ∆αυὶδ τὴν πρωτότοκον φωνήν· ἐπὶ δὲ τῶν ἀλόγων ζώων ἀπαρχὴν πόνου τὰ πρωτότοκα ειπε· ταῦτα γὰρ τοῖς ζωοτροφοῦσιν ἀπαρχὴ πόνου γίνεται. ̓Ανῃρέθη δὲ τὰ μὲν τῶν ἀλόγων πρωτότοκα, οπως ζημίᾳ ὑποπέσωσιν οἱ κεκ τημένοι· τὰ δὲ τῶν ἀνθρώπων ἐπὶ τῷ πειρα θῆναι συμφορᾶς τοὺς τοιούτους γονέας· α ητοι ἐπιτιμίαν εσχον τὸ θανεῖν τῶν ἰδίων ἁμαρτιῶν. Η οὐδὲν ἐβλάπησαν, καὶ παιδεύ σεως αλλων ενεκα τεθνήκασιν· ἀδιάφορον γὰρ τὸ τεθνάναι, καὶ τὸ ἐξ ἀνάγκης συμβαῖ νον. Πρὸς δ' ἀλήθειαν ἀνεξερεύνητα τὰ κρί ματα τοῦ Θεοῦ. Κατὰ δὲ ἀναγωγὴν, ἐπεὶ πνευματικῶς Αι γυπτος καλεῖται πᾶς ὁ περὶ γῆν τόπος, οἱ ἐν τούτῳ διατρίβοντες Αἰγύπτιοι προσαγορεύ ονται. Χάριτι ουν Θεοῦ τούτων τῶν Αἰγυπ τίων τὰ πρῶτα γεννήματα τῆς ψυχῆς αὐτῶν ἀναιρεῖται, ανοια καὶ κακία τυγχάνονται. Πρὸ γὰρ τῶν ἀρετῶν καὶ ἐπιστημῶν, τῶν ὀφελί μων τέκνων, τῶν διανοιῶν κακία καὶ αγνοια ὑφίσταται. ̓Αλλὰ καὶ παντὰ τῷ κατὰ τέχνην η ἐπιστήμην ἐνεργοῦντι, οὐκ εὐθὺς τὸ ευ ποιῆσαν παραγίνεται, ἀλλὰ μετὰ τὸ ἀνεπι λήπτως εὐεργῆσαι. ̓Αναιρεῖται ουν εἰκότως ἀπαρχὴ παντὸς πόνου ὡς φαύλη, οτι δὲ περὶ ψυχῶν τὰ λεγόμενα σώμασι συμπεπλεγμέ νων, δῆλον ἀπὸ τοῦ προσκεῖσθαι ἐν τοῖς σκη νώμασι· σκηνώματα γὰρ ψυχῶν σώματα. Πονηρὸν ἐνταῦθα τὸν ἐπίπονον αγγελον καὶ πονηρὸν ειπεν, οὐ τῇ κακίᾳ πεποιουμένον, ἀλλὰ τοὺς πόνους καὶ ὠδύνας ἐνεργοῦντα. -̓Απαρχὴν ειρηκε πόνων τὴν πληγὴν τὴν ἐπὶ τοῖς πρωτοτόκοις, οὐκ ἐπειδὴ πρῶτον ἐπ' αὐτοῖς ηλγησαν, ἀλλ' ἐπειδὴ μείζονος ταύτης συμφορᾶς οὐκ ἀπέλαυσαν. Τὸ αι τιον τῷ αἰτιατῷ ὁμωνύμως ἐκλήθη· τὸ γὰρ ἀποτέλεσμα τοῦ θυμοῦ καὶ αὐτὸς θυμὸς ει ρηται, καὶ τὸ ἀποτέλεσμα τῆς ὀργῆς, ὀργή· καὶ τὸ ἀποτέλεσμα τῶν πόνων καὶ αὐτὸς πόνος λέγεται, καὶ ἐπὶ τῆς ἐλπίδος ὡσαύ τως. 77.52 Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ ηγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ. ̓Εγὼ μέντοι εὑρίσκων γεγραμμένον οτε διεμέριζεν ὁ Υψιστος εθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ ̓Ιακὼβ, πάλαι μὲν ὑπελάμβανον τούτῳ γεγονέναι κατὰ σύγχυσιν τῶν γλωσσῶν· σκοπῶν δὲ υστερον, ευρισκον μὴ δύνασθαι τοῦτο πρὸ τῆς γενέσεως τοῦ ̓Ιακὼβ ἐπ' ἐκεῖνον τὸν χρόνον ἀναφέρεσθαι, ἐξέβη δὲ ἡνίκα ̓Ιουδαῖοι ἐξῆλθον ἐκ γῆς Αἰγύπτου, τότε πρῶτον ἐχρημάτισε μερὶς Θεοῦ ὁ ̓Ιακὼβ, τουτέστιν ὁ ἐξ ̓Ιακὼβ λαός. ̓Αλλ' οπερ ἐλέγομεν, τότε λαὸς Θεοῦ ὁ ̓Ισραὴλ ἐχρημάτισεν, οτε τῆς Αἰγύπτου ἐξῆλ θε, καὶ οτε μὲν ησαν ἐν Αἰγύπτῳ, ουπω ησαν ἀγέλη διεσκεδασμένοι ἐν αὐτῇ, διὸ ὡς πρόβατα αὐτοὺς ἀπαίρει Θεός· ἡνίκα δὲ συνάγει αὐτοὺς καὶ ποιεῖ εν, ἀπαίρων πρό τερον ἀπὸ παντὸς τοῦ κόσμου τὸν λαὸν αὐ τοῦ, ειτα ἀνάγων διὰ τῆς πολιτείας τῆς ανω φερούσης, καὶ ποιῶν ανω φέρεσθαι, καὶ ἐπὶ τὰ ἀνώτερα ὁδεύειν, οπερ οὐχ οιόν τε ην αὐτοὺς ποιεῖν ἐν γῇ Αἰγύπτῳ, τότε ἑνώσας αὐτοὺς ποιεῖ ποίμνιον εν. Καὶ ἡμεῖς τοίνυν οσον ἐπὶ τὸ αὐτὸ συναγόμεθα, τηροῦμεν τότε ποίμνης μυστήριον· οτε δὲ ἀμελοῦμεν τῶν συνάξεων, μιμούμεθα τὰ ἀποσκιρτῶντα καὶ ἀπαιήσσοντα τοῦ ποιμνίου πρόβατα, καὶ δύ νανται καθ' ἡμῶν τῶν διασκεδασθέντων οἱ ἐχθροὶ καὶ τὰ θηρία τὰ ἐνεδρεύοντα, οἱ λύ κοι, ὡς μανθάνομεν ἀπὸ τῶν ποιμνικῶν. ̓Εάν ποτε ἐπιτιθῶνται ποίμνῃ, οὐ δύνανται ἐπιτίθεσθαι αὐτῇ συναχθείσῃ, ἀλλ' ἐπιτηροῦσί που πρόβατον ἀπονεμόμενον, κἀκείνῳ ἐπι βουλεύουσιν. Ειπερ ουν καὶ ἡμεῖς βουλόμεθα μὴ ἐπιβουλεύεσθαι ὑπὸ τῶν ἀντικειμένων δυνάμεων, μὴ καταλείπωμεν τὴν συναγω γὴν, ἀλλὰ συνερχώμεθα