Αἰγύ πτου μετῇρεν, ἵνα φυλάξῃ αὐτὴν, ἄχρις οὗ πεπανθῇ ὁ βότρυς, καὶ μὴ λυμαίνηται αὐτὴν ὗς ἐκ δρυμοῦ. ∆ύναται δὲ σκηνὴν λέγειν καὶ τὴν σωματικὴν φύσιν, ἐν ᾗ Θεὸς διὰ τοῦ Λόγου ὁρᾶται, εἴ γε ἐκ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται, καὶ διὰ τῶν ποιημάτων νοούμενος καθορᾶται. Καὶ ἐξαπέστειλε βέλη, καὶ ἐσκόρπισεν αὐ τούς· καὶ ἀστραπὰς ἐπλήθυνε, καὶ συνετάραξεν αὐτούς. Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύ ματος ὀργῆς σου, κ. τ. ἑ. Ὅλα ἐκεῖνα τὰ σκυθρωπὰ διὰ τοῦτο τὸ χρηστόν. Ἐπιτιμᾷ οὖν, καὶ ἐμπνεῖ πνεῦμα ὀργῆς, ἵνα ὀφθῶσιν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνακαλυφθῶσι τὰ θεμέλια τῆς οἰκου μένης. Εἰ ἀγαθὸν τὸ ὀφθῆναι καὶ φανερωθῆναι τὰς πηγὰς τῶν ὑδάτων ὧν ἡγεῖται ὁ εἰπών· «Ἐμὲ ἐγ κατελίπετε πηγὴν ὕδατος ζῶντος·» ἀγαθὸν δὲ καὶ τὸ ἀποκαλυφθῆναι τὰ θεμέλια τῆς οἰκουμένης, ἵνα θεωρηθῇ ἡ ἁγία Τριὰς, ἥτις ἄρχεται τῶν κτισμά των· πῶς τὰ τούτων ποιητικὰ, κἂν σκυθρωπὰ εἶναι δοκῇ, εὐλόγως τις αἰτιάσεται; τὴν χάλαζαν, καὶ τοὺς ἄνθρακας πυρὸς, καὶ τὰ βέλη, καὶ τὰς ἀστρα πὰς, καὶ ἐπιτιμήσεις τοῦ Θεοῦ, καὶ τὴν ἔμπνευσιν τοῦ πνεύματος τῆς ὀργῆς αὐτοῦ. Ἅμα δὲ τήρει, ὅτι ἡ ἐπιτίμησις θεραπεία τίς ἐστι τοῦ ἐπιτιμωμένου, ἐπιπλησσομένου ἵνα παύσηται ἐνεργῶν τὰ χείρονα. Ὅθεν πυρετὸν καὶ ἀνέμους καὶ θάλασσαν ἐπιτιμώ μενα ὑπὸ Ἰησοῦ ἀκούων, νόει ἀξίως τῆς Ἰησοῦ χρηστότητος. Ἢ οὕτως· Οἰκουμένην συνίστησι νοήματα, καὶ λόγοι, καὶ πράξεις, ἐποικοδομούμενα ταῖς ἕξεσί τε καὶ διαθέσεσιν. Ὅταν οὖν, σκορπίσας τοὺς φαύ λους τοῖς βέλεσι, συνταράξῃ καὶ ταῖς ἀστραπαῖς, τῶν κρυπτῶν τῶν ἀνθρώπων φανερουμένων, φωτίζοντος τοῦ Θεοῦ τὰ κρυπτὰ τοῦ σκότους, καὶ θεμέλια τῆς οἰκουμένης ἀνακαλύψει, τοὺς ἀσεβεῖς διὰ κολάσεων ἐπιτιμῶν. Θεμέλια δὲ οἰκουμένης καὶ ἄνδρες θεῖοι διὰ τὸ εὔτονον, ἐφ' οἷς ἐποικοδομοῦνται οἱ κατὰ Χριστὸν πολιτευόμενοι. Καὶ οὗτοι δὲ ἀνακαλύπτον ται, ἐπιτιμήσεως γινομένης κατὰ τῶν πονηρῶν, μη δαμῶς ἁπτομένης αὐτῶν τῆς κολάσεως. Οὐ παραυτί κα δὲ κολάζει ὁ Θεὸς τοὺς ἁμαρτάνοντας, προανα φωνεῖ δὲ τῆς ὀργῆς τὰς κολάσεις, καὶ τοῦτό ἐστι τὸ ἐμπνέειν αὐτὸν πνεῦμα τῆς ὀργῆς αὐτοῦ. Τοῦ αὐτοῦ. Ὅτε τὰ πνευματικὰ πνευματι κοῖς συγκρίνομεν, τότε ποιοῦμεν τὰς ἀστραπὰς, τὴν ἀπ' αὐτῶν γνῶσιν ἐμφαίνοντες. Νοήσεις ἀστραπὰς 12.1232 καὶ τὰς λαμπρότητας τοῦ θείου κηρύγματος δι' οὗ τὰ σκοτεινὰ τῶν προφητῶν ῥήματα διηυγάσθησαν. Τοῦ αὐτοῦ. Πηγὰς τὰς ἀρετὰς λέγει ἐξ ὧν ἐξέρχεται γνῶσις. «Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσε λάβετό με ἐξ ὑδάτων πολλῶν. Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με· ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμὲ, κ. τ. ἑ. Αὐτὸς ἐξ ὕψους ἔλαβέ με, τὸν καταβάντα προσλαβόμενος ἀπὸ πολλῶν ὑδάτων τοῦ ἀνθρωπίνου βίου, καὶ ῥυσά μενος ἐξ ἐχθρῶν ἐν τῷ ἐχθραίνειν δυνατῶν. Ὅρα μέν τοιγε, ὅτι δυνατοὶ εἶναι οἱ ἐχθροὶ μεμαρτύρηνται. Ἴσως δὲ καὶ τὰ τῆς ἀθεότητος δόγματα ὕδωρ ἐστὶ πολὺ, οὐ δυνάμενον σβέσαι τὴν ἀγάπην. Ἐχθροὶ δὲ δυνατοὶ, οἵ τε ἀόρατοι, καὶ ἄνθρωποι οἱ διὰ ψευδωνύ μου γνώσεως τὴν ἀπάτην ἐργαζόμενοι. Τοῦ αὐτοῦ. Ἐντεῦθεν γινώσκομεν, ὅτι πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἰσχυρότεροι ἡμῶν ἦσαν οἱ δαίμονες, νῦν δὲ τούτων ἡμεῖς ἐπικρατέστεροι, οἷς ἔδωκεν ὁ Χριστὸς «πατεῖν ἐπάνω ὄφεων καὶ σκορ πίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου. Καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν, ῥύσεταί με, ὅτι ἠθέλησέ με, κ. τ. ἑ. Οἱ θλιβόμενοι καὶ μὴ στενοχωρούμενοι ἴστωσαν ἐξαχθησόμενοι ἀπὸ τῆς θλίψεως καὶ εἰς ἅγιον τοῦ Θεοῦ πλατυσμὸν ἀχθήσεσθαι· ἐν γὰρ ἡμέ ρᾳ κακώσεως τὸν πρὸς αὐτὸν καταφεύγοντα ἀντι στηρίζει Θεὸς, ὡς ἂν μὴ κλονηθεὶς καταπέσῃ· καὶ ἀντιστηρίζων ἐκφέρει εἰς πλάτος τὸν στενούμενον ταῖς θλίψεσι, κατὰ τό. «Ἐν θλίψει ἐπλάτυνάς με·» ὅπερ γίνεται, οὐ πάντως ἀπαλλαττομένου, γενναίως δὲ φέροντος. Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν