1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

58

τὴν γεγενημένην μετὰ τὴν τοῦ Ἀλεξάνδρου τελευτὴν τῆς βασιλείας εἰς τέσσαρα μέρη διαίρεσιν· ἔπειτα δὲ προσέχειν ἔδει, ὅτι καὶ τὸ τέταρτον θηρίον δέκα κατὰ ταὐτὸν κέρατα ἔσχεν, καὶ τὸ μικρὸν κέρας τρεῖς ἐκριζῶσαι τῶν πρὸ αὐτοῦ· τέσσαρες δὲ, ἀλλ' οὐ δέκα βασιλεῖς τὴν Ἀλεξάνδρου βασιλείαν διεδέ ξαντο. Καὶ ἵνα τὰ ἄλλα καταλιπὼν ἐπὶ τὸ τέλος ἔλθω, ἔδει καὶ τοῦτο συνιδεῖν, ὅτι μετὰ τοῦ τετάρτου θη ρίου τὴν ἀναίρεσιν τοῖς ἁγίοις τοῦ Ὑψίστου τὴν βασιλείαν ἔφη δοθήσεσθαι. ∆ιὸ καὶ τὸ κριτήριον ἐκάθισεν· οἱ δὲ ἅγιοι τοῦ Ὑψίστου οὐ μετὰ Ἀντίοχον τὸν Ἐπιφανῆ τὴν βασιλείαν ἐδέξαντο. Εἰ δὲ καὶ ἰσχύν τινα ἔλαβον οἱ μακάριοι Μακκαβαῖοι, ἀλλ' οὐκ ἐπὶ πλεῖστον. Ὁ μὲν γὰρ Ἰούδας τρία ἐστρατήγησεν ἔτη· ὁ δὲ Ἰωνάθαν ἐννέα καὶ δέκα· ὁ δὲ Σίμων ὀκτώ· καὶ οἱ ἄλλοι δὲ, ἵνα μὴ καθ' ἕκαστον διεξιὼν, μῆκος ἐργάσωμαι τῷ λόγῳ, ὀλίγον τινὰ κρατοῦντες χρόνον, ἢ τῷ θανάτῳ ἐσβέννυντο, ἢ περιστάσεσί τισι ζῶντες τῆς ἡγεμονίας ἐστέρηντο. Ἄλλως τε δὲ οὔτε πάντες ἅγιοι οὗτοι· ἔνιοι γὰρ καὶ πονηροὶ ἐν αὐτοῖς γεγένηνται· ἵνα δὲ καὶ θῶμεν πάντας αὐτοὺς ἁγίους εἶναι, τούτους Ἡρώδης κατα λύσας ἁπάσης βασιλεὺς ἀνεδείχθη τῆς Ἰουδαίας. Πῶς τοίνυν ἀληθὲς τὸ ὑπὸ τοῦ ἀγγέλου εἰρημένον, ὅτι μετὰ τὴν τοῦ κέρατος ἐκείνου κατάλυσιν ἡ βασι λεία, καὶ ἡ ἐξουσία, καὶ ἡ μεγαλωσύνη τῶν βασιλέων τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, ἐδόθη ἁγίοις Ὑψίστου, καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος; Τούτων γὰρ οὐδὲν ἁρμόττει τοῖς Μακκαβαίοις. Οὔτε 81.1437 γὰρ βασιλείαν ἐπιστεύθησαν, ἀλλὰ στρατηγοῦντες ἐνίκων, καὶ ταχὺ τέλος ἐδέξαντο. Λείπεται τοίνυν τὴν Ῥωμαϊκὴν βασιλείαν νοεῖν τὸ τέταρτον θηρίον. Ἐν γὰρ τῷ ταύτης τέλει, οἱ μὲν δέκα βασιλεῖς κατὰ ταὐτὸν ἀναστήσονται, ὁ δὲ πάσης πονηρίας δημιουρ γὸς καὶ διδάσκαλος ἔσχατος ἀναφανήσεται, ἐκεῖνα ποιῶν τε καὶ πάσχων, ἃ ἐδιδάχθημεν. Μετὰ δὲ τὴν ἐκείνου κατάλυσιν, ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀναφανήσεται παρουσία, καὶ τὸ πάντων ἀνθρώπων γενήσεται κριτήριον, καὶ ἀνοιγήσονται μὲν αἱ βί βλοι, τῶν ἑκάστῳ βεβιωμένων αἱ μνῆμαι. "Παρα δοθήσεται δὲ πυρὶ τὸ τοῦ θηρίου σῶμα," τουτέστιν, οἱ μὲν τῆς ψυχῆς ἀφελόμενοι τὸ κράτος, τῷ δὲ σώ ματι τὴν ἐξουσίαν προσνείμαντες, καὶ σαρκικῷ φρο νήματι διὰ βίου χρησάμενοι. Ἀποδώσει δὲ ὁ δίκαιος κριτὴς τοῖς ἁγίοις τὴν βασιλείαν, βοῶν· "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κό σμου·" ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΟΜΟΣ Ηʹ. ΚΕΦΑΛΑΙΟΝ Ηʹ. αʹ. "Ἐν ἔτει τρίτῳ τῆς βασιλείας Βαλτάσαρ, ὅρασις ὤφθη

πρός με· ἐγὼ ∆ανιὴλ, μετὰ τὴν ὀφθεῖσάν μοι τὴν ἀρχήν." Ἔτι, φησὶ, τῆς τῶν Χαλδαίων, εἴτ' οὖν Ἀσσυρίων κατεχούσης βασιλείας, ἑτέραν ἀποκάλυψιν εἶδον μετ' ἐκείνην τὴν προτέραν· δηλοῖ δὲ καὶ ὁ χρόνος τὸ ταύτης νεώτε ρον· τὴν μὲν γὰρ προτέραν εἶδεν ἐν τῷ πρώτῳ ἔτει Βαλτάσαρ, βασιλέως Χαλδαίων, ταύτην δὲ ἐν τῷ τρίτῳ. Σημαίνει δὲ τὸν χρόνον οὐ μάτην, ἀλλὰ διδάσκων, ὡς πρὸ πολλοῦ χρόνου τοῦ γενέσθαι τὰ πράγματα τὴν τούτων πρόγνωσιν παρὰ Θεοῦ τῶν ὅλων ἐδέξατο. βʹ. "Καὶ εἶδον, φησὶν, ἐν τῇ ὁράσει, καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, καὶ ἤμην ἐν Σούσοις τῇ βάρει, ἥ ἐστιν ἐν χώρᾳ Αἰλάμ." Τὰ Σοῦσα μη τρόπολις ἦν πάλαι Περσῶν. Ἐπειδὴ τοίνυν τὴν τῆς Περσικῆς βασιλείας μανθάνει κατάλυσιν, ἀναγκαίως ἐν ἐκείνῃ τῇ πόλει δοκεῖ βλέπειν τὴν ἀποκάλυψιν. "Καὶ εἶδον, φησὶν, ἐν ὁράματι·" ἀντὶ τοῦ, Οὐκ ἐγρηγορὼς, οὐδὲ μεθ' ἡμέραν ταῦτα ἐθεασάμην, ἀλλ' ὄναρ μοι ταῦτα ἔδειξεν ὁ τῶν ὅλων Θεός. 81.1440 "Καὶ ἤμην, φησὶν, ἐπὶ τοῦ Οὐβάλ." Παρὰ τὴν πύλην, φησὶν, ἐδόκουν ἑστάναι· οὕτω γὰρ τοῦτό τινες τῶν ἑρμηνευτῶν τεθείκασι. γʹ. "Καὶ ἦρα τοὺς ὀφθαλμούς μου