58
δικαιώματά μου ἐγνώρισα αὐτοῖς," καὶ τὸ ἐκ τούτων δηλώσας κέρδος· "Ὃς ἂν ποιήσῃ αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς·" τότε ἐπήγαγε· "Καὶ τὰ Σάββατά μου δέδωκα αὐτοῖς." Καὶ οὐκ εἶπεν, Ἵνα φυλάξαντες ζήσωσιν ἐν αὐτοῖς· ἀλλ' "Ἵνα ᾖ εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον αὐτῶν, καὶ γνῶναι αὐτοὺς, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐ τούς." Τὴν γὰρ τῶν Σαββάτων αὐτοῖς ἀργίαν ἐνομοθέτησα, οὐχ ὡς ζωὴν αὐτοῖς παρέχειν δυναμέ νην, ἀλλ' ἵνα τὸ ἰδιάζον τῆς πολιτείας χωρίζῃ μὲν αὐτοὺς τῶν ἐθνικῶν ἐπιτηδευμάτων, τῶν δὲ ἐμῶν εὐεργεσιῶν εἰς μνήμην ἄγῃ· τῇ γὰρ ἀργίᾳ τῶν σαρκικῶν, καὶ τῇ τοῦ Θεοῦ προσεδρίᾳ καὶ τῇ τῶν θείων λογίων ἀκροάσει, τὸ κέρδος ἐλάμβανον, μαν θάνοντες ἐκ τῶν θείων λογίων, καὶ ποιητὴν εἶναι τὸν Θεὸν, καὶ εὐεργέτην· οὐ τοίνυν ἁπλῶς ἡ ἀργία ζωο ποιός· ἀλλ' ἡ τοῦ Θεοῦ προσεδρία. "Καὶ εἶπον, φησὶ, πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· Ἐν τοῖς προστάγμασί μου πορεύεσθε." ιγʹ. Καὶ παρεπίκρανάν με ὁ οἶκος τοῦ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· ἐν τοῖς προστάγμασί μου οὐκ ἐπορεύθησαν, καὶ τὰ δικαιώματά μου ἀπώσαντο, ἃ ποιήσει αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ Σάββατά μου ἐβεβήλωσαν σφόδρα. Πάλιν κἀνταῦθα κεχωρισμένως ἐμνήσθη τῶν Σαββάτων, οὐ συνάψας αὐτὰ τοῖς ἄλλοις δικαιώμασιν· οὔτε γὰρ ζωοποιὰ ταῦτα ὡς ἐκεῖνα, ἀλλὰ πολιτείας ἰδιάζοντά τινα περιέχοντα χαρακτῆρα. Τὸ μὲν γὰρ, "Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις," καὶ τὰ ἄλλα τὰ τούτοις συνημμένα, καὶ τοὺς ἄλλους ἀνθρώπους ὁ τῆς φύσεως ἐδίδασκε νόμος· τῆς δὲ τοῦ Σαββάτου φυλακῆς οὐχ ἡ φύσις διδάσκαλος, ἀλλ' ἡ θέσις τοῦ νόμου· κατὰ τὰ ἄλλα τοίνυν τοῖς ἄλλοις κοινωνοῦν τες, κατὰ τὴν τοῦ Σαββάτου φυλακὴν, ἰδίαν τινὰ πο λιτείαν ἔχειν ἐδόκουν. Οὐδὲν γὰρ τῶν ἄλλων ἐθνῶν ταύτην ἐφύλαττε τὴν ἀργείαν. Οὐδὲ ἡ περιτομὴ οὕ τως αὐτοὺς τῶν ἄλλων ἐχώριζεν, ὡς τὸ Σάββατον· τὴν γὰρ περιτομὴν καὶ Ἰδουμαῖοι πάντες εἶχον, ἀπὸ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες· καὶ Ἰσμαηλῖται ὡσαύτως, καὶ Αἰγύπτιοι δὲ παρὰ Ἰουδαίων ταύτην μαθόντες φυλάττειν ἐσπούδαζον. Καὶ τοῦτο ὁ Θεὸς διὰ τοῦ προφήτου Ἱερεμίου δεδήλωκεν, εἰπών· "Καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυ στίαν αὐτῶν, ἐπ' Αἴγυπτον, καὶ ἐπὶ Ἐδὼμ," καὶ τὰ ἑξῆς. Τὴν δὲ τοῦ Σαββάτου φυλακὴν μόνον τὸ Ἰου δαίων ἐφύλαττεν ἔθνος. ∆ιὸ ἔφη ὁ Θεὸς ὅτι· "Τὰ Σάββατά μου ἔδωκα αὐτοῖς, τοῦ εἶναι εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον αὐτῶν, τοῦ γνῶναι ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς." ∆ιηγησάμενος τοίνυν τὴν ἐν Αἰγύπτῳ γενομένην ἐκείνων μὲν ἀπεί θειαν, αὐτοῦ δὲ μακροθυμίαν, πάλιν τῶν κατὰ τὴν ἔρημον ἀνέμνησε νομοθεσιῶν, καὶ παραινέσεων, καὶ τῆς ἐκείνων ἀντιλογίας καὶ παραβάσεως. Εἶτα διδά σκει μὲν τὴν δικαίαν ὀργὴν, διδάσκει δὲ καὶ τὴν ἄῤ ῥητον ἀγαθότητα. 81.993 ιδʹ. Καὶ εἶπον τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς ἐν τῇ ἐρήμῳ, τοῦ ἐξαναλῶσαι αὐτούς. Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτῶν. Καὶ ταῦτα δὲ ὁ θεσπέσιος διδάσκει Μωσῆς, λέγων εἰρηκέναι τὸν Θεόν· "Καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα." Εἶτα τὴν οἰκείαν ἱκετείαν διέξεισι, καὶ τῷ τέλει προστίθησιν, ὅτι· "Ἐὰν πατάξῃς αὐτοὺς, ἀκού σεται Αἴγυπτος, καὶ ἐρεῖ· Παρὰ τὸ μὴ δυνηθῆναι Κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν ἐπηγ γείλατο τοῖς πατράσιν αὐτῶν, κατηνάλωσεν αὐ τοὺς ἐν τῇ ἐρήμῳ." Τοῦτο καὶ ἐνταῦθα παρεδήλω σεν εἰπών· "Καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν ἐξ ήγαγον αὐτοὺς κατ' ὀφθαλμοὺς αὐτῶν." Εἶτα δι ηγεῖται πλατύτερον, ὅτι βουληθεὶς πανωλεθρίᾳ πάντας αὐτοὺς ὑποβαλεῖν ἐν τῇ ἐρήμῳ, ὡς καὶ τὰ ζωῆς χορηγὰ δικαιώματα πατήσαντας, καὶ τὰ Σάββατα βεβηλώσαντας. Καὶ πάλιν τῶν Σαββάτων χωρὶς μνη μονεύσας, ἐπάγει· ιζʹ. Καὶ ἐφείσατο αὐτῶν ὁ ὀφθαλμός μου, τοῦ μὴ ἐξαλεῖψαι αὐτοὺς, καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῳ. Τοὺς γὰρ παρανό μους ἐκείνους διαφόροις παραδοὺς τιμωρίαις, τὰ τέκνα αὐτῶν οὐδὲν ἄμεινον ἐκείνων διατεθήσεσθαι μέλλοντα