De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
παρακυπτικοῦ κρεμαμένου ἐν τῷ τοῦ προκύμματος μέσῳ, ἐν ᾧ τόπῳ εἴθισται τοῖς βασιλεῦσιν ἐπὶ θρόνου καθέζεσθαι, τελουμένου δεξίμου, ἅπτουσι κηροὺς, δηλονότι παρὰ τοῦ εἰδικοῦ τούτους λαμβάνοντες, πάντες οἱ προῤῥηθέντες τῆς συγκλήτου ἀπό τε μαγίστρων καὶ ἕως ἐσχάτου ἀνθρώπου, καὶ γυρόθεν τοῦ σίγματος σάσσωσι χορεύοντες καὶ ᾄδοντες, οἱ μὲν μάγιστροι καὶ οἱ ἀνθύπατοι καὶ πατρίκιοι καὶ οἱ ὀφφικιάλιοι καὶ οἱ λοιποὶ τῆς συγκλήτου μετὰ τῶν βασιλικῶν ἀνθρώπων, ἴδια βασιλίκια τοῦ βρουμαλίου· οἱ δὲ τοῦ κουβουκλείου ἅμα τῶν ἐπὶ τῆς τραπέζης εὐνούχων ᾄδουσιν καὶ αὐτοὶ ἴδια βασιλίκια τοῦ βρουμαλίου. ἰστέον, ὅτι, ἡνίκα ἄρξονται οἱ τῆς συγκλήτου καὶ τοῦ κουβουκλείου ᾄδειν τὰ τοῦ βρουμαλίου βασιλίκια καὶ χορεύειν, καθὼς προείρηται, κατέρχεται διὰ τῶν βάθρων εἷς ἐκ τῶν βασιλικῶν ἐν τῇ φιάλῃ καὶ ὀρχεῖται· ἀμφότεροι δὲ, οἵ τε μάγιστροι καὶ λοιποὶ καὶ οἱ τοῦ κουβουκλείου μετὰ τῶν ἐπὶ τῆς τραπέζης εὐνούχων ἐκ τρίτου, καθὼς προείρηται, κυκλεύσαντες ἐν τῷ τῆς φιάλης περιπάτῳ, ἵστανται κατὰ τὸ πρὸς εὖρος αὐτῇ μέρος, καὶ ἐ 601 πευφημοῦσι τὸν βασιλέα· καὶ εὐθέως κατέρχεται ἀπὸ τοῦ σίγματος διὰ τοῦ ξυλίνου στυρακίου ὁ τοῦ βασιλέως πρωτοβεστιάριος μετὰ τοῦ ἀποκομβίου, καὶ ἡνίκα πλησίον αὐτῶν γένηται, προσκυνοῦσι πάντες, καὶ τούτων ἀνισταμένων, ὁ αʹ μάγιστρος λαμβάνει ἐκ χειρὸς τοῦ πρωτοβεστιαρίου τὸ ἀποκόμβιον λίτρας κʹ, εἰς δὲ τὸ τοῦ μικροῦ βασιλέως βρουμάλιον λίτρας ιʹ, εἰς δὲ τὸ τῆς αὐγούστης βρουμάλιον λίτρας ηʹ. καὶ μετὰ τὸ λαμβάνειν τὸ ἀποκόμβιον ἐπεύχονται ἅπαντες τοὺς δεσπότας, καὶ ἐξέρχονται διὰ τῆς θερμάστρας, καὶ ἀπέρχεται ἕκαστος εἰς τὰ ἴδια. οἱ δὲ ἐλάται τῆς περιουσίας, ἤτοι τῶν βασιλικῶν δρομονίων, κατέρχονται ἐν τῷ βουκολέοντι, καὶ ἵστανται ἔνθα τὸ βασιλικὸν δρομόνιον ἵσταται, εὐφημοῦντες καὶ αὐτοὶ καὶ ᾄδοντες βασιλίκια τοῦ βρουμαλίου. ῥίπτεται δὲ αὐτοῖς ἄνωθεν ἀποκόμβιον μιλ. σʹ. ἐπὶ δὲ Κωνσταντίνου τοῦ φιλοχρίστου δεσπότου προσετέθη ἕτερα μιλ. τʹ, ὁμοῦ φʹ. προσετέθη δὲ παρὰ τοῦ αὐτοῦ φιλοχρίστου δεσπότου, κατέρχεσθαι καὶ τοὺς τῶν ἀγραρίων ἐλάτας καὶ ᾄδειν καὶ αὐτοὺς ὁμοίως, καὶ ῥίπτεσθαι αὐτοῖς ἀποκόμβιον μιλ. σʹ. ἰστέον, ὅτι ἐπὶ Λέοντος τοῦ φιλοχρίστου καὶ ἀειμνήστου βασιλέως οὐκ ἤνοιγε δείλης τὸ παλάτιον· ἀλλ' 602 οἱ προῤῥηθέντες ὥρᾳ τῆς ἡμέρας θʹ εἰσήρχοντο διὰ τῆς θερμάστρας ἐν τῇ τοῦ σίγματος μυστικῇ φιάλῃ, καὶ ἐτελεῖτο πάντα, καθὼς προείρηται. τῇ δὲ ἑσπέρᾳ, ὥρᾳ τῆς ἡμέρας ιαʹ, ἵσταται τραπέζιον ἐν τῷ ἀριστητηρίῳ, καὶ συνεστιῶνται τῷ βασιλεῖ οἱ κατὰ συνήθειαν συνεστιώμενοι, μάγιστροι, πραιπόσιτοι πατρίκιοι, ὀφφικιάλιοι, εἰ τύχωσιν δὲ, καὶ στρατηγοὶ, καὶ λοιποὶ, μᾶλλον δὲ οἱ πρὸς συγγένειαν ὄντες τοῦ βασιλέως. εὐφημοῦσι δὲ πάντες οἱ παριστάμενοι, ᾄδοντες βασιλίκια τὰ τῷ βρουμαλίῳ ἁρμόζοντα, ὁμοίως δὲ καὶ οἱ καθεζόμενοι, ᾄδουσιν καὶ αὐτοὶ ὁμοίως. τοῦ δὲ δουλκίου εἰσερχομένου ὀλίγοι τινὲς τῶν ἐπὶ τῆς τραπέζης καταλέγουσιν τὸ "πολλὰ τὰ ἔτη," καὶ ἀποκρίνονται οἵ τε καθεζόμενοι εἰς τὴν τράπεζαν φίλοι καὶ οἱ παριστάμενοι λοιποὶ τοῦ τραπεζίου, καὶ πρὸ τοῦ τὸν βασιλέα ἐπονομάσαι "εἰς τὴν πρεσβείαν τῆς ὑπεραγίας Θεοτόκου" λαμβάνουσι πάντες οἱ καθεζόμενοι παρὰ τῶν τοῦ βασιλέως χειρῶν μιλ. καὶ μετὰ τὴν συμπλήρωσιν τῆς ἐπιδόσεως τῶν μιλιαρησίων εὐφημοῦσιν οἱ παριστάμενοι, ὁμοίως καὶ οἱ καθεζόμενοι, τὸν βασιλέα, καὶ εὐθὺς ὀνομάζει ὁ βασιλεὺς "εἰς τὴν πρεσβείαν τῆς ὑπεραγίας Θεοτόκου," καὶ πάντων κατὰ τὸ εἰωθὸς πινόντων, λαμβάνουσι πάντες οἱ καθεζόμενοι διὰ χειρὸς τοῦ τῆς τραπέζης ἀνὰ φατλίου αʹ, δηλονότι παρὰ ἀρτοκλίνου ταῦτα λαμβάνων. καὶ ἀνίστανται τῆς τραπέζης καὶ ἐξερχόμενοι διὰ τῆς ἐλεφαντίνης, 603 ἀπέρχεται ἕκαστος εἰς τὰ ἴδια. καὶ μετὰ ταῦτα πάλιν ἵσταται ἑτέρα τράπεζα ἐν τῷ αὐτῷ ἀριστητηρίῳ, μυστικωτέρα τῆς πρώτης, καὶ καθέζεται ὁ μέγας βασιλεὺς καὶ ὁ μικρὸς καὶ ἡ αὐγούστα μετὰ καὶ τῶν πορφυρογεννήτων καὶ τῶν ἰδίων καὶ μάλιστα οἰκειοτέρων ἀρχόντων καὶ οἰκείων ἀνθρώπων, ἤγουν τοῦ παρακοιμωμένου, τοῦ πρωτοβεστιαρίου καὶ ἄλλων, ὧν ὁ βασιλεὺς κελεύει, πάντων εὐφραινομένων καὶ ἀγαλλομένων καὶ εὐφημούντων τὸν βασιλέα καὶ τὴν αὐγούσταν. τῇ δὲ ἐπαύριον τοῦ βρουμαλίου ἵσταται τράπεζα ἐν τῷ περιβλέπτῳ τρικλίνῳ τοῦ Ἰουστινιανοῦ διὰ ιϛʹ καὶ τὰ ἐγγὺς ἀποκοπτὸν, ἐν ᾗ καθέζονται οἱ δεσπόται μετὰ τῶν μαγίστρων, ἀνθυπάτων, πατρικίων, ὀφφικιαλίων, πρωτοσπαθαρίων, καθὼς τὸ τακτικὸν κλητωρολόγιον διαγορεύει. καὶ γίνεται κατὰ τὸν περιεχόμενον τύπον εἰς τὸ τακτικὸν τὸ σάξιμον, καὶ εἰσέρχονται ἐν τῷ σαξίμῳ οἵ τε μάγιστροι, ἀνθύπατοι, πατρίκιοι, ὀφφικιάλιοι, πρωτοσπαθάριοι,