Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
καὶ μεγάλη, ἵνα γένηται ἡ κατὰ τῆς Κωνσταντινουπόλεως τῶν ἀσεβῶν ἔφοδος, καὶ ἀπὸ ταύτης πάλιν ἡ πολιορ κία καὶ αἰχμαλωσία καὶ τοιαύτη καὶ τοσαύτη συμφορὰ ἡμῶν. Καὶ ἀκούσατε λόγους ἀληθεῖς, τὴν αὐτοαλήθειαν προβαλλομένου μου μαρτυρίαν. Εἶπεν ὁ ἀοίδιμος βασιλεὺς κὺρ Μανουὴλ πρὸς τὸν υἱὸν αὐτοῦ, 320 τὸν βασιλέα κὺρ Ἰωάννην, μόνος πρὸς μόνον, κἀμοῦ μόνου ἱσταμένου ἔμπροσθεν αὐτῶν· καὶ ἐκπεσόντος λόγου περὶ τῆς συνόδου ἔφη· Υἱέ μου, βεβαίως καὶ ἀληθῶς ἐπιστάμεθα ἐκ μέσου τῆς καρδίας αὐτῶν δὴ τῶν ἀσε βῶν, ὅτι λίαν διστάζουσι φοβούμενοι, μήπως συμφωνήσωμεν καὶ ἑνωθῶ μεν τοῖς δυτικοῖς Χριστιανοῖς. ∆οκεῖ γὰρ αὐτοῖς ὅτι, εἰ τοῦτο γένηται, γενήσεταί τι κακὸν μέγα κατ' αὐτῶν παρὰ τῶν εἰρημένων δυτικῶν δι' ἡμᾶς. Λοιπὸν τὸ περὶ τῆς συνόδου μελέτα μὲν αὐτὸ καὶ ζήτει, καὶ μάλιστα ὅταν χρείαν ἔχῃς φοβῆσαι τοὺς ἀσεβεῖς, τὸ δὲ ποιῆσαι αὐτὴν μηκέτι ἐ πιχειρισθῇς αὐτό, διότι ὡς βλέπω τοὺς ἡμετέρους, οὔκ εἰσιν ἁρμόδιοι πρὸς τὸ εὑρεῖν μέθοδον καὶ τρόπον ἑνώσεως συμφωνίας τε καὶ εἰρήνης καὶ ἀγάπης καὶ ὁμονοίας, εἰ μὴ φροντίζουσι πρὸς τὸ ἐπιστρέψαι αὐ τούς, λέγω τοὺς δυτικούσ, ὡς ἦμεν ἀρχῆθεν. Τοῦτο δὲ ἀδύ νατον ὄντως· σχεδὸν γὰρ φοβοῦμαι, μὴ καὶ χεῖρον σχίσμα γένηται· καὶ ἰδοὺ ἀπεκαλύφθημεν τοῖς ἀσεβέσι. Τοῦ δὲ βασιλέως, ἔδοξε, μὴ δεξαμέ νου τὸν λόγον τοῦ πατρὸς αὐτοῦ, μηδὲν εἰπὼν ἀναστὰς ἀπῆλθε. Καὶ μι κρὸν σύννους γεγονὼς ὁ μακαρίτης καὶ ἀοίδιμος πατὴρ αὐτοῦ, ἐμβλέψας πρός με εἶπε· ∆οκεῖ τῷ βασιλεῖ τῷ υἱῷ μου εἶναι αὐτὸν ἁρμόδιον βασι λέα, πλὴν οὐ τοῦ παρόντος καιροῦ· βλέπει γὰρ καὶ φρονεῖ μεγάλα καὶ τοιαῦτα, οἷα οἱ καιροὶ ἐχρῇζον ἐπὶ τῆς εὐημερίας τῶν προγόνων ἡμῶν. Πλὴν τῇ σήμερον ὡς παρακολουθοῦσιν ἡμᾶς τὰ πράγματα, οὐ βασιλέα θέλει ἡμῶν ἡ ἀρχή, ἀλλ' οἰκονόμον· φοβοῦμαι γὰρ μή ποτε ἐκ τῶν ποιη μάτων καὶ ἐπιχειρισμάτων αὐτοῦ γένηται χαλασμὸς τοῦ οἴκου τούτου· προεῖδον γὰρ καὶ τὰς ἐνθυμήσεις αὐτοῦ καὶ ὅσα ἐδόξαζε κατορθῶσαι μετὰ τοῦ Μουσταφᾶ καὶ εἶδον καὶ τὰ τέλη τῶν δογμάτων, ἐν τίνι κινδύνῳ ἡ μᾶς ἤγαγον. Ἕτερον βεβαιοῦν τὴν ποτὲ βουλὴν τοῦ ἀοιδίμου πατρὸς αὐτοῦ· ὡς ἔκρινεν, ἵνα ἀπέλθῃ εἰς τὴν σύνοδον, ἐστάλη πρὸς τὸν ἀμηρᾶν πρέσβυς Ἀνδρόνικος ὁ Ἴαγρος, δηλῶσαι τοῦτο πρὸς ἐκεῖνον ὡς τάχα φίλον καὶ ἀδελφόν. Κακεῖνος ἀπεκρίνατο, ὅτι οὐ φαινεταί μοι καλὸν εἶναι, ἵνα ὑπάγῃ καὶ τοσοῦτον μοχθήσῃ καὶ καταναλώσῃ τὸν βίον αὐτοῦ καὶ μετέ πειτα τί τὸ κέρδος; Ἰδοὺ ἐγὼ ὑπὲρ αὐτοῦ, εἰ χρείαν ἔχει χρημάτων δι' ἔξοδον καὶ εἴσοδον καὶ ἄλλο τι πρὸς θεραπείαν αὑτοῦ, ἕτοιμός εἰμι θε ραπεῦσαι αὐτόν. Καὶ ἐγένετο πολὺς λόγος καὶ βουλή, πότερον γένηται τὸ τοῦ ἀμηρᾶ θέλημα, ἢ ἀπελθεῖν αὐτοὺς εἰς τὴν σύνοδον. Ὅμως ἐγένετο, ὅπερ ἤθελεν ὁ βασιλεὺς ἢ μᾶλλον ἡ κακὴ τύχη. Ἐξελθόντος οὖν τοῦ βασιλέως ἀπὸ τῆς πόλεως καὶ ἀπερχομένου, ἐβουλεύσατο ὁ ἀμηρᾶς ποι ῆσαι μάχην κατὰ τῆς Πόλεως καὶ στρατόπεδα πέμψαι κατ' αὐτῆς καὶ τοῦ το παρὰ πᾶσι τοῖς αὐτοῦ ἐβεβαιώθη καὶ ἐστερεώθη ἄνευ μόνου τοῦ Χαλὶλ πασία, ὅστις ἀνέστη λέγων ὅτι, εἰ κατὰ τῆς Πόλεως ποιήσῃς μάχην, μᾶλλόν ἐστιν ἐπιβλαβές, μήπως ὁ βασιλεὺς ἐξ ἀνάγκης, δεηθεὶς παρὰ τῶν Λατίνων βοήθειαν, ἐπικυρώσῃ τὰ δόγματα αὐτῶν, καί, ὁμονοήσαν 322 τες ὁμοῦ, γενήσεται ὅπερ ἐνδοιάζομεν. Ἀλλ' ἄφες αὐτὰ τὰ νῦν, ἕως ἂν 322 ἴδῃς, τὶ πράξει αὐτός. καὶ εἰ μὲν ὁμονοήσωσι, σὺ ἀγάπην ἔχεις μετ' ἐκεί νου καὶ ὅρκους. Εἰς τὸ πρόσω πάλιν, ὡς ἴδῃς, οὕτω καὶ πράξεις. Εἰ δ' οὐχ ὁμονοήσωσι, τότε μᾶλλον ἐξέρχεται ὁ λογισμὸς καὶ μετὰ πλείονος θάρσους ποιήσεις, ὃ βούλῃ. Καὶ αὕτη ἡ βουλὴ τὸν μὲν ἀμηρᾶν τοῦ σκο ποῦ ἐκώλυσεν. Περὶ δὲ τοῦ Χαλὶλ πασία τὴν βουλὴν δόντος τοῦ καιροῦ μαθεῖν ἡμᾶς ἄλλα τῶν ἄλλων, ὁ οὖν αὐθέντης μου ὁ δεσπότης καὶ οἱ ἄρχοντες ἐξώρθωσαν τὸν Παλαιολόγον Θωμᾶν καὶ πρὸς τὸν βασιλέα ἀ πέστειλαν· καὶ λογισμὸς καὶ τρικυμία ἐν τῇ Πόλει περιέπεσε πλείστη, ἕως οὗ πάλιν μάθωμεν τὴν ἰσχύσασαν βουλὴν τοῦ Χαλὶλ πασία. Καὶ ἰδοὺ ὡς ἐγὼ προεῖπον ἕνεκεν τῶν τοιούτων σκανδάλων τὸ ὡς μὴ ὤφελε γενέ σθαι τὴν σύνοδον. καὶ τὴν μὲν ἀπὸ Κωνσταντινουπόλεως εἰς Ἰταλίαν