59
3. Λύχνος ἐστί κατά ταυτόν ὁμοῦ καί φῶς ὁ τοῦ Θεοῦ Λόγος, ὡς καί φωτίζων τούς κατά φύσιν λογισμούς τῶν πιστῶν, καί ὡς καίων τούς παρά φύσιν, καί ὡς λύων τόν ζόφον τῆς κατ᾿ αἴσθησιν ζωῆς τοῖς διά τῶν ἐντολῶν πρός τήν ἐλπιζομένην ἐπειγομένοις ζωήν, καί ὡς κολάζων τῇ καύσει τῆς κρίσεως τούς ταύτης τῆς σκοτεινῆς τοῦ βίου νυκτός κατά γνώμην διά φιληδονίαν σαρκός ἀντεχομένους.
4. Ὁ νόμος, φησίν, μετὰ τῶν συμβόλων νοούμενος, λύχνος ἐστίν, διὰ πράξεως τῶν παθῶν φθείρων τὴν μοχθηρίαν, (14Β_250> δίχα δὲ τῶν συμβόλων κατανοούμενος, φῶς ἐστιν, διὰ θεωρίας πρὸς τὴν θείαν ἀναβιβάζων ἐν χάριτι τοὺς ἀγομένους συγγένειαν.
5. Ὁ μή πρός ἑαυτόν, φησί, πρότερον ἀναχθείς διά τῆς ἀποβολῆς τῶν παρά φύσιν παθῶν πρός τήν ἰδίαν αἰτίαν, ἤγουν τόν Θεόν, διά τῆς ἐν χάριτι τῶν ὑπέρ φύσιν ἀγαθῶν ἐπικτήσεως οὐκ ἀναχθήσεται. Τῶν γάρ πεποιημένων χωρισθῆναι δεῖ κατά διάνοιαν, τόν πρός Θεόν ἀληθῶς συναγόμενον.
6. Τοῦ μέν γραπτοῦ νόμου φησίν ἔργον ἐστίν ἡ τῶν παθῶν ἀπαλλαγή· φυσικοῦ δέ νόμου, ἡ κατ' ἰσοτιμίαν πρός πάντας ἀνθρώπους ἰσονομία· πνευματικοῦ δέ νόμου τελείωσις, ἡ πρός τόν Θεόν, ὡς ἔστιν ἀνθρώπῳ δυνατόν, ἐξομοίωσις.
Μ (40). ΠΕΡΙ ΤΩΝ ΕΞ Υ∆ΡΙΩΝ ΤΩΝ ΕΝ ΚΑΝΑ ΤΗΣ ΓΑΛΙΛΑΙΑΣ. 40. ΕΡΩΤΗΣΙΣ Μ' Τί σημαίνει ὁ ἀριθμὸς τῶν ἓξ ὑδριῶν τῶν ἐν τῷ γάμῳ τῷ ἐν Κανᾷ τῆς
Γαλιλαίας; Ἀπόκρισις. Ὁ τὴν φύσιν τῶν ἀνθρώπων δημιουργήσας Θεός, ἅμα βουλήσει τὸ εἶναι αὐτῇ
δέδωκεν, συνήρμοσεν αὐτῇ καὶ δύναμιν τῶν καθηκόντων ποιητικήν. Αἱ τοίνυν ἓξ ὑδρίαι ἡ κατὰ φύσιν ποιητικὴ τῶν θείων ἐντολῶν ἐστι δύναμις· ἧς κενώσαντες τὴν γνῶσιν οἱ ἄνθρωποι περὶ τὴν ματαίαν τῶν ὑλικῶν πραγμάτων σπουδήν, κενὴν τὴν τοιαύτην δύναμιν εἶχον καὶ ἄνυδρον, καὶ διὰ τοῦτο πῶς τῆς κακίας καθᾶραι τὸν ῥύπον οὐκ ᾔδεισαν. Ὁ γὰρ γνώσεως ἄμοιρος τὸν κατ᾽ ἀρετὴν ῥυπτικὸν τῆς κακίας οὐδαμῶς ἐπίσταται τρόπον, ἕως ἐλθὼν ὁ τῆς φύσεως δημιουργὸς Λόγος ἐπλήρωσε πρότερον τὴν προειρημένην ποιητικὴν τῶν καθηκόντων δύναμιν τῆς κατὰ φύσιν γνώσεως καὶ οὕτως μετέβαλεν (14Β_252> εἰς οἶνον, φημὶ δὲ τὸν ὑπὲρ φύσιν τῆς γνώσεως λόγον, τόν τε νόμον καὶ λόγον τῆς φύσεως· ὃν οἱ πίνοντες τῆς τῶν ὄντων ἁπάντων ἐξίστανται φύσεως καὶ εἰς τὸν κρύφιον τῆς θείας ἐνδότητος ἀφίπτανται τόπον· καθ᾽ ὃν τὴν πασῶν ὑπερκειμένην τῶν γνώσεων εὐφροσύνην δέχονται καὶ ἀγαλλίασιν, τὸν καλὸν οἶνον, τουτέστι τὸν ποιητικὸν τῆς θεώσεως, πάντων ὕστερον τῶν κατὰ πρόνοιαν περὶ τὸ ἀνθρώπινον οἰκονομιῶν πίνοντες ἀπόρρητον λόγον.
Εἰς δὲ τὸν ἓξ ἀριθμὸν ἡ ποιητικὴ τῆς φύσεως λαμβάνεται δύναμις, οὐ μόνον ὅτι ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀλλ᾽ ὅτι καὶ μόνος τῶν ἐντὸς δεκάδος ἀριθμῶν ἐστι τελειότατος καὶ ἐκ τῶν ἰδίων συνιστάμενος μερῶν οὗτος ὁ ἀριθμός. Χωρούσας δὲ τὰς ὑδρίας φησὶν ὁ λόγος ἀνὰ μετρητὰς δύο ἢ τρεῖς, ὡς τῆς κατὰ φύσιν πρακτικῆς δυνάμεως χωρούσας κατὰ μὲν τὴν φυσικὴν θεωρίαν, ὥσπερ δύο μετρητάς, τὴν ὅλην τῶν γεγονότων γνῶσιν, τῶν τε ἐξ ὕλης καὶ εἴδους σωματικῶν φύσεων, τῶν τε ἐξ οὐσίας καὶ συμβεβηκότος νοητῶν οὐσιῶν, ἤγουν τὴν τῶν σωμάτων καὶ ἀσωμάτων περιληπτικὴν γνῶσιν, κατὰ δὲ τὴν ἐφικτὴν τῇ φύσει θεολογικὴν μυσταγωγίαν, ὡς μετρητὰς τρεῖς, τὴν περὶ τῆς ἁγίας Τριάδος, ἤγουν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, γνῶσιν καὶ φωταγωγίαν.
Ὑμεῖς οὖν, ὡς γνωστικοί, τὸ λειπόμενον θεωρήσατε πῶς ἡ ποιητικὴ τῶν κρειττόνων γενικὴ τῆς φύσεως δύναμις εἰς ἓξ διαιρεῖται, καὶ αὐτοὺς γενικούς, τῶν ἀρετῶν τρόπους, καὶ τίς ἡ πρὸς τὴν καθόλου ποιητικὴν τῶν ἀρετῶν τῆς φύσεως