ἐπὶ τὸ αὐτὸ, τιμῶν τες τὴν τῆς ἀναστάσεως τοῦ Κυρίου ἡμῶν ἡμέραν, ινα συναχθῇ ὀστοῦν Χριστοῦ πρὸς ὀστοῦν, καὶ ἁρμονία, καὶ φλέβες, καὶ νεῦρα, καὶ δέρμα, ηδη δὲ καὶ αἱ τρίχες. Η οὐκ οι δατε οτι σῶμα τοῦ Χριστοῦ ἐστὲ, καὶ ἀναγ καῖον τοῦτο συνάγεσθαι, ινα μὴ λέγῃ περὶ ἡμῶν Χριστός· ∆ιεσκορπίσθη πάντα τὰ ὀσ τᾶ μου; 77.54 Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ορος ἁ γιάσματος αὐτοῦ, ορος τοῦτο ο ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ. Κατὰ δὲ ἀναγωγὴν, ορος ἁγιάσματος ἡ διῃρημένη καὶ ὑψηλοτάτη ἀρετὴ καὶ γνῶσις· εἰς ην γνησίως εἰσάγει ὁ μόνος τέλειος διδάσ καλος ̓Ιησοῦς, ου κτῆμα πᾶσα ἀρίστη γνῶ σις καὶ θεωρητικὴ τῆς ἀληθείας εξις. Οθεν καὶ οἱ ταύτας τὰς διαθήκας κτώμενοι, κτή ματα Θεοῦ καλοῦνται. 77.55 Καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώ μασιν αὐτῶν τὰς φύλας τοῦ ̓Ισραήλ. Κατεσκήνωσε τὰ εθνη πιστεύσαντα εἰς τὸν Χριστὸν, καὶ εἰσήγαγεν αὐτούς. 77.61 Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρα ἐχθροῦ. Τοῦ σκηνώματος τὴν καλλονὴν τὴν κιβω τόν φησι. 77.65 Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οινου. ̔Ο δυνατὸς, καρηβαρήσας ἐξ οινου, οταν ἀναστῇ, σφοδρότερον κινεῖται καὶ ὁρμη τικώτερον· ουτω, φησὶ, καὶ ὁ Θεὸς ἀνέστη κατὰ τῶν ἀλλοφύλων. Πλὴν καθάπερ ἡ κραιπάλη, τουτέστιν ἡ μέθη, ἐπείσακτον πάθος ἐστὶν, οὐκ εμφυτον, ουτως ἡ ὀργὴ πάθος οὐκ εστι Θεοῦ, ἀλλὰ τιμωρία δι καία τοῖς πλημμελοῦσιν ἐπαγομένη. Μη δέποτε ουν ἀναγινώσκων περὶ Θεοῦ ταῦτα τὰ ἀνθρωποπρεπῆ, ὑπολάμβανε τὸν Θεὸν ἐν πάθει ειναι· ἀπαθὴς γάρ ἐστι παντὶ τρόπῳ. ̔Ο δὲ ἁμαρτάνων ἐκκαίει ἑαυτῷ ὀργήν. Εἰ ἐγὼ ειπον τὸν Θεὸν ὡς κεκραιπαληκότα ἐξ οινου ἀναστήσασθαι, τίς οὐκ αν ἐπελάβε τό μου τῶν φιλαιτίων, λέγων οτι μέθην καὶ κραιπάλην φέρεις ἐπὶ τὸν Θεὸν, ανθρωπος διδασκόμενος οτι οὐδὲ ανθρωποι μέθυσοι βασιλείαν Θεοῦ κληρονομήσουσιν; ̓Αλλ' ο μως τὸ αγιον Πνεῦμα, ἐν τῇ ἐλευθέρᾳ τοῦ λέγειν ἐξουσίᾳ τυγχάνον, ειπε τὸν Θεὸν δια νίστασθαί ποτε ὡς δυνατὸν, καὶ κεκραιπα ληκότα ἐξ οινου. Τάχα γὰρ οἱονεὶ ἡμεῖς κα ρηβαροῦμεν, καὶ μεθύειν ποιοῦμεν τὸν Θεὸν, ὡς καθεύδειν, ὡς ὀργίζεσθαι, ὡς τὰ λοιπὰ, α μὴν ἐφ' ἡμῖν. ̓Αλλὰ γένηται, ὡς καὶ κε κραιπαληκώς. ̓Αλλ' ἐὰν ἐπιστρέψωμεν, καὶ γινώμεθα ευφρονες, ἐγείρεται. Καὶ τί ποιεῖ; 77.66 Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ, εἰς τὰ ὀπίσω, ονειδος αἰώνιον εδωκεν αὐτοῖς. Πατάσσει εἰς τὰ ὀπίσω τοὺς ἐχθρούς. Οἱ γὰρ κατενώπιον βλέποντες τοῦ Θεοῦ, καὶ παριστάμενοι αὐτῷ, οὐ πατάσσονται, ἀλλ' ο ταν τις φύγῃ τὸν Θεὸν, τότε πατάσσεται, καὶ μὲν ἀναίσθητος ων τῶν οἰκείων ἁμαρτημά των, ειτα ὀνειδίζεται παρὰ τοῦ θέλοντος αὐ τὸν εἰς ἐπιστροφὴν αγειν· μετανοήσῃ καὶ αἰσχυνθῇ, ἀναίσχυντος ων τὸ πρότερον, αμα τε ηρξατο ὀνειδίζειν ὁ Κύριος, καὶ ἐπαύσατο. ̓Εὰν δὲ μὴ μετανοήσῃ, τηρεῖται αὐτῷ ὁ ὀ νειδισμὸς καὶ ἐπὶ τὴν ἀνάστασιν. -Καὶ ἐπάταξε κτλ. Τοῦτό φησιν, διὰ τὸ ̓Αζωτίους καὶ ̓Ασκαλωνίτας εἰς τὰ ὀπίσω τῆς εδρας πατάξαι, αχρις ου τὴν κιβωτὸν ἐξαπέστει λαν. 78.2 Εθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Τῶν δαιμόνων οἱ μὲν θεωρίᾳ, οἱ δὲ πρά ξει ἀντίκεινται· καὶ οἱ μὲν πρότεροι πετεινὰ οὐρανοῦ ὀνομάζονται, οἱ δὲ δεύτεροι λέγοιντ' αν θηρία τῆς γῆς. - ̔Ως πετεινὰ τοῦ οὐ ρανοῦ η θηρία τῆς γῆς, τὰ εθνη καὶ αἱ βα σιλείαι τῆς γῆς κατέφαγον ̓Ιάκωβον τὸν ̓Ισραήλ. 78.3 ̓Εξέχεαν τὸ αιμα αὐτῶν ὡς υδωρ. Τὸ ουν αιμα, ο ἐξέχεαν, ἐκ τῶν ἐσθιομέ νων ἀρετῶν καὶ πινομένων δογμάτων ἐστί. - Χρήσαιτο αν τις τούτοις ἐκ δίκης τοῦ ἐκχυθέντος μαρτύρων αιματος αὐτῶν. 78.7 Καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν. Τόπος γνώσεως Θεοῦ καὶ νοῦς. 78.8,9 Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, οτι ἐπτωχεύσαμεν σφόδρα, βοήθησον ἡμῖν, ὁ Θεὸς, ὁ σωτὴρ ἡμῶν, ε νεκα τῆς δόξης τοῦ ὀνόματός σου. Τὸ δέ· ἐπτωχεύσαμεν, ἀντὶ τοῦ· πάσης ἐγυμνώσθημεν προστασίας. Καλῶς δὲ καὶ τό· ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἀντὶ τοῦ· ὡς ἀεὶ τοῦτο ἐφάνης ποιῶν, ουτω καὶ νῦν ποίησον, καὶ