δικαιο σύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χει ρῶν μου ἀνταποδώσει μοι, ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου, κ. τ. ἑ. Ὁ ἐπαίρων ὁσίους χεῖ ρας, καὶ θαῤῥῶν εἰπεῖν· «Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ,» καὶ καθαρότητα χειρῶν ὁμολογή σει ἔχειν. Θεωροῦντος δὲ ὡς ἕκαστον κρίσει γίνεται λόγος. Ἔστι δέ τινα κρίματα τοῦ Θεοῦ περὶ ἑκάστου τῶν ἁμαρτανομένων. Ἐπὰν οὖν τὰ περὶ πάντων τῶν ἁμαρτημάτων κρίματα πάντα πρὸ ὀφθαλμῶν τις ἔχῃ, ἐρεῖ· «Πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου.» Καὶ ἄλλως οὐδὲν ὁ ταῦτα λέγων ἑαυτοῦ καταγινώσκει. Ὅθεν καὶ ἐπὶ τὸν Σωτῆρα αὐτὰ δεῖ ἀναφέρεσθαι, «τὸν πεπειρασμένον κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας.» Τοῦ αὐτοῦ. Καθαρειότης ψυχῆς ἐστιν ἀπά θεια ἐκ χάριτος Θεοῦ, προσγινομένης καὶ σπουδῆς 12.1233 τοῦ ἀνθρώπου. Καθαρειότητα χειρῶν τὰς προφητι κάς φησιν ἐνεργείας ἀμολύντους οὔσας ἀπὸ τῆς βελ τίστης ἕξεως. Καὶ ἔσομαι ἄμωμος μετ' αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου, κ. τ. ἑ. Χωρὶς Θεοῦ οὐκ ἔστιν εἶναι ἄμωμον· μετ' ὀλίγα οὖν φησι· Καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου.» Οὐκ ἔστι δὲ κατὰ τὸν λέγοντα τό. «Ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου,» καὶ τὸ ἑξῆς, ἔχειν ἀνομίαν. Καὶ τό. «Φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου,» δύναται ἀνα φέρεσθαι ἐπὶ τὸ λεγόμενον τὸ ἐν ἡμῖν σκότος, κατὰ τό· «Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστὶ, τὸ σκότος πόσον;» Τοῦ αὐτοῦ. Ἄμωμός ἐστιν ὁ ἔχων ἐν ἑαυτῷ τὴν ὁδὸν τοῦ Θεοῦ, τὸν Χριστόν. «Ἐγὼ γὰρ, φησὶν, εἰμὶ ἡ ὁδός.» Ἄμωμον δὲ ταύτην τὴν ὁδὸν καὶ αὐτὸς ὁ ∆αυῒδ ἔφη λέγων· «Ὁ Θεός μου, ἄμωμος ἡ ὁδός σου.» Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιο σύνην μου, κ. τ. ἑ. «Ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.» Ἁγίων δὲ αὕτη ἡ φωνὴ τῶν διὰ πολλὴν παῤῥησίαν δυναμένων λέγειν· «Ἀντ απόδος τῷ δούλῳ σου.» ∆ικαιοσύνην λέγει τὴν ἐκ πίστεως Ἰησοῦ Χριστοῦ, ἥτις πεφανέρωται εἰς πάν τας τοὺς πιστεύοντας· τοῖς γὰρ ὀρθῶς πιστεύουσιν ἡ πίστις εἰς δικαιοσύνην λογίζεται. Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις, κ. τ. ἑ. Ὡς ἔσο μαι ἄμωμος μετ' αὐτοῦ τοῦ Θεοῦ, οὕτως ὁ Θεὸς μετὰ ὁσίου ὁσιωθήσεται, καὶ μετὰ ἀθώου ἀθῶος ἔσται, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσται αὐτός. Μετὰ στρεβλοῦ δὲ οὐχὶ στρεβλὸς ἔσται (οὐδὲ γὰρ θεμιτὸν), ἀλλὰ διαστρέψεις, ὡς μετὰ Φαραώ. Τοῦ αὐτοῦ. Ἐν μὲν τοῖς ὁσίοις ὅσιός ἐστιν ὁ Θεὸς, ἐν δὲ τοῖς ἀθώοις ἀθῶος, ἐν δὲ τοῖς ἐκλεκτοῖς ἐκλεκτὸς, ἐν δὲ τοῖς στρεβλοῖς οὐ στρεβλὸς, ἀλλὰ συστρεβλούμενος αὐτοῖς διὰ τὸ εὔφημον. Στρεβλὸν γὰρ τὸν Θεὸν εἰπεῖν ἐφυλάξατο. Τούτους τοὺς στίχους οἱ ἁπλούστεροι ἐπὶ τῶν ἀνθρώπων πολλάκις λαμβά νουσιν. Οὕτω δὲ συστρεβλοῦται Θεὸς, ὡς ἐν τῷ ∆ευτε ρονομίῳ λέγει· «Ἐὰν εἰσελεύσησθε πρὸς μὲ πλά γιοι, εἰσελεύσομαι κἀγὼ πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ.» Τοῦ αὐτοῦ. Πρὸς τὰς γνώμας τῶν ἀνθρώπων ἁρμόττεις τὰς ἀντιδόσεις, ὦ ∆έσποτα. Παρέχεις γὰρ τοῖς ὁσίοις τὰ ὁσιότητος ἄξια, τοῖς ἀνευθύνοις καὶ δικαίοις τὰ πρόσφορα, καὶ τοῖς ἐκλεκτοῖς καὶ τελείοις τὰ τέλεια· τοῖς δὲ ἐκτραπεῖσι καὶ τὴν ἐναντίαν ὁ δεύουσι κατάλληλον παρασκευάζεις τῆς ὁδοῦ τὸ τέλος. Καὶ τίνα τρόπον; «Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις.» 12.1236 Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε, ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου, κ. τ. ἑ. Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Τοῦτον φωτιεῖ ὁ Κύριος. Ἔχομεν δέ τι καὶ ἐν τῇ ἀνθρωπίνῃ κατασκευῇ σκότος· τοῦτο οὖν τοῦ δικαίου φωτιεῖ ὁ Κύ ριος. Ἢ λύχνος ψυχῆς ὁ νοῦς, ὡς δὴ φωτὸς δεκτικός. Σκότος δὲ ταύτης τό τε θυμικὸν καὶ ἐπιθυμητικὸν, ἃ δὴ φωτίζεται ὑπὸ τοῦ νοῦ δεξαμένου τὰς θείας αὐγάς. Τάχα δὲ καὶ οἱ περιλαμφθέντες τῇ ἀληθείᾳ ὑπὸ Κυρίου λύχνον ἔχουσιν ἀνημμένον, τὰς δὲ πρά ξεις κατ' ὄρθρον ἄγοντες λόγῳ, ἐκ τοῦ τὸν νοῦν πεφωτίσθαι, καὶ σκότος αὐτῶν ἔχουσι φωτιζόμενον. Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος, κ. τ. ἑ. Πεῖρά τις, οἶμαι, ὁ βίος ἐν τῷ Ἰώβ. Περιστάσεως δὲ οὐκ ἔνι ῥυσθῆναι πικρῶν ἢ τὸν ἐν Θεῷ γε γονότα. Γίνεται δέ τις ἐν Θεῷ, μετέχων αὐτοῦ, ὡς καὶ τῶν ἀγνοημάτων ῥύεταί τις ἐν ἐπιστήμῃ γενό μενος,