60
βασιλείας τῶν αἰώνων καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτήν. καὶ σὺ οὖν ὁ υἱὸς αὐτοῦ Βαλτάσαρ οὐκ ἐποίησας τὴν καρδίαν σου κατ' ἐνώπιον τοῦ θεοῦ, οὐ πάντα ταῦτα ἔγνως, καὶ ἐπὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ὑψώθης καὶ τὸ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκας ἐνώπιόν σου καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου καὶ αἱ παλλακαί σου καὶ αἱ παράκοιτοί σου οἶνον ἔπιναν ἐν αὐτοῖς, καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς 262 καὶ ξυλίνους καὶ λιθίνους, οἳ οὐ βλέπουσι καὶ οὐκ ἀκούουσι καὶ οὐ γινώσκουσιν, ᾔνεσας. καὶ τὸν θεὸν τοῦ οὐρανοῦ, οὗ ἡ πνοή σου ἐν τῇ χειρὶ αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας. διὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρός, καὶ τὴν γραφὴν ταύτην ἐνέταξεν. καὶ αὕτη ἡ γραφὴ ἡ ἐντεταγμένη, Μανῆ, Θεκέλ, Φαρές. τοῦτο τὸ σύγκριμα τοῦ ῥήματος· Μανῆ ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν, Θεκὲλ κατεστάθη ἐν ζυγῷ, καὶ ηὑρέθη ὑστεροῦσα, Φαρὲς διῄρηται ἡ βασιλεία σου, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. καὶ εἶπεν Βαλτάσαρ, καὶ ἐνέδυσαν τὸν ∆ανιὴλ πορφύραν καὶ τὸν μανιάκην τὸν χρυσοῦν περιέθηκαν περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἐκήρυξεν περὶ αὐτοῦ εἶναι αὐτὸν ἄρχοντα τρίτον ἐν τῇ βασιλείᾳ αὐτοῦ. ἐν ταύτῃ τῇ νυκτὶ ἀνῃρέθη Βαλτάσαρ ὁ Χαλδαῖος καὶ ∆αρεῖος ὁ Μῆδος παρέλαβε τὴν βασιλείαν. μηʹ
Ὀλυμπιάς. Μετὰ Βαλτάσαρ βασιλεὺς Χαλδαίων ∆αρεῖος ὁ Μῆδος ἔτη γʹ. ὁμοῦ δϠκβʹ. αʹ. Οὗτος ∆αρεῖος κατέστησεν ἐπὶ τῆς βασιλείας αὐτοῦ σατράπας ρκʹ, καὶ τούτων ἐπάνω τακτικοὺς γʹ, ὧν εἷς ἐτύγχανε ∆ανιὴλ ὁ προφήτης. συσκευῇ δὲ καὶ διαβολῇ τῶν αὐτῶν σατραπῶν καὶ 263 τακτικῶν πεισθεὶς ὁ ∆αρεῖος ἔβαλε τὸν ∆ανιὴλ εἰς λάκκον λεόντων, καὶ οὐκ ἐφθάρη, διὰ τὴν εἰς τὸν θεὸν μετὰ πεποιθήσεως προσκύνησιν αὐτοῦ. καὶ εἶπεν ἄγγελος κυρίου τῷ Ἀμβακούμ, Ἀπένεγκαι τὸ ἄριστον ὃ ἔχεις εἰς Βαβυλῶνα τῷ ∆ανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων. καὶ εἶπεν Ἀμβακούμ, Κύριε, Βαβυλῶνα οὐχ ἑώρακα, καὶ τὸν λάκκον οὐ γινώσκω [ποῦ ἔστιν]. καὶ ἐπελάβετο ὁ ἄγγελος κυρίου τῆς κορυφῆς αὐτοῦ, καὶ βαστάσας τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου ἐν τῷ ῥοίζῳ τοῦ πνεύματος αὐτοῦ. καὶ ἐβόησεν Ἀμβακοὺμ λέγων, ∆ανιὴλ ∆ανιήλ, λάβε τὸ ἄριστον ὃ ἀπέστειλέν σοι ὁ θεός. εἶπε δὲ ∆ανιήλ, Ἐμνήσθης γάρ μου, ὁ θεός, καὶ οὐκ ἐγκατέλειπας τοὺς ἀγαπῶντάς σε. καὶ ἀναστὰς ∆ανιὴλ ἔφαγεν. ὁ δὲ ἄγγελος τοῦ θεοῦ ἀπεκατέστησε τὸν Ἀμβακοὺμ παραχρῆμα ἐπὶ τὸν τόπον αὐτοῦ. Τῷ αὐτῷ πρώτῳ ἔτει ἐνύπνιον εἶδεν ∆ανιήλ, ὃς ἐπεκλήθη Βαλτάσαρ, τὸ τῶν τεσσάρων θηρίων, λεαίνης, ἄρκου, παρδάλεως, καὶ ἑτέρου ζώου τούτων φοβερωτέρου καὶ ἰσχυροτέρου περισσῶς, ἅτινά εἰσι τέσσαρες βασιλεῖαι ἐξαιρούμεναι ἀπὸ τῆς γῆς. Ἐν τῷ αὐτῷ δὲ ἔτει καὶ τὸν παλαιὸν τῶν ἡμερῶν εἶδεν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες λαοί, 264 φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσι, καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται οὐδὲ διαφθαρήσεται. Τίς δ' ἂν εἴη ὁ κατὰ σάρκα φανεὶς τῷ γένει τῶν ἀνθρώπων; θεὸς λόγος, ὁ πρὸ αἰώνων γεννηθεὶς θεός. βʹ, γʹ. Τρίτῳ ἔτει ∆αρείου ὅρασιν εἶδε ∆ανιὴλ ἐν Σούσοις τῇ βάρει, ἥτις ἐστὶν ἐν χώρᾳ Αἰλὰμ Βαβυλῶνος, κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βοῤῥᾶν καὶ νότον, ὡς πάντα τὰ θηρία μὴ ἵστασθαι ἐνώπιον αὐτοῦ καὶ μετ' αὐτοῦ. τράγον ὁρῶ ἀπὸ λιβὸς ἐρχόμενον ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ὃς συνέτριψε τὸν κριὸν καὶ τὰ κέρατα αὐτοῦ, ὅπερ ἐστὶν βασιλεία Ῥωμαίων τὴν πρὸ αὐτῆς βασιλείαν καὶ τὸ σπέρμα αὐτῆς συντρίψει. Μετὰ ∆αρεῖον τὸν Μῆδον ἐβασίλευσεν ∆αρεῖος υἱὸς Ἀσσουήρου ἀπὸ τοῦ σπέρματος Μήδων ἔτη ιγʹ. ὁμοῦ ἔτη
δϠλεʹ. Τινές φασι τουτονὶ τὸν ∆αρεῖον καὶ Ἀστυάγην ἐπικεκλῆσθαι. αʹ. ξʹ ἔτος προφητείας Ἱερεμίου ἐν τῇ Ἰουδαίᾳ. μθʹ Ὀλυμπιάς. βʹ. ξαʹ ἔτος προφητείας Ἱερεμίου ἐν