De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
καὶ σάσσουσιν, καθὼς ἔχει ὁ τύπος. εἰ δέ τινες ἐξ αὐτῶν καθέζονται ἐν τῷ κλητωρίῳ, ἀνιστάμενοι ἀποπληροῦσι τὸ σάξιμον, καὶ πάλιν κελεύσει τοῦ βασιλέως καθέζονται ἐν τῇ ἰδίᾳ τάξει ἕκαστος. ἰστέον, ὅτι τῷ σαξίμῳ οἱ προειρημένοι ἅπαντες ὁμοῦ εἰσέρχονται, ἐν δὲ τοῖς ποιήμασιν, ἤγουν τοῖς τοῦ 604 βρουμαλίου βασιλικίοις ᾀδομένοις ἀντιφώνως, διέρχονται. πληρούντων γὰρ τῶν μαγίστρων μετὰ τῆς αὐτῶν τάξεως, ἄρχονται οἱ τοῦ κουβουκλείου. εἶτα τῶν τοῦ κουβουκλείου πληρούντων μετὰ τῆς αὐτῶν τάξεως, ἄρχονται οἱ ἀνθύπατοι πατρίκιοι τὰ ἴδια αὐτῶν τοῦ βρουμαλίου βασιλίκια καὶ αὐτοὶ πληροῦσιν, ὡς προείρηται, μετὰ τῆς αὐτῶν τάξεως. ἐν δὲ τῇ δευτέρᾳ τάξει εἰσέρχονται οἱ τῶν ταγμάτων ἄρχοντες· τῶν σχολῶν, τοῦ ἀριθμοῦ, τῶν νουμέρων ἐν μιᾷ τάξει· οἱ δὲ τῶν ἐξσκουβίτων, οἱ ἱκανάτοι καὶ οἱ τοῦ βασιλικοῦ πλοΐμου ἐν ἑτέρᾳ τάξει. οὗτοι δὲ πάντες, ἐν τῷ σαξίμῳ λαμβάνουσιν παρὰ τοῦ ἐπὶ τῆς τραπέζης ἀποκόμβια, εὐφημοῦντες καὶ ἐπευχόμενοι τὸν βασιλέα καὶ τὴν τοῦ βρουμαλίου αὐτοῦ αἰσίαν ἡμέραν. ἰστέον, ὅτι ἐπὶ Λέοντος τοῦ φιλοχρίστου δεσπότου ἐτυπώθη οὕτως. τῇ ἐπαύριον τοῦ βρουμαλίου ἵστατο μία τράπεζα ἐν τῷ ἀριστητηρίῳ οἰκειοτέρα διὰ τριῶν καὶ τὰ ἐγγὺς, ἐν ᾗ συνηστίων τῷ μεγάλῳ βασιλεῖ οἱ συνήθως αὐτῷ συνεστιώμενοι, μάλιστα οἰκεῖοι καὶ συγγενεῖς τοῦ βασιλέως, μάγιστροι, πραιπόσιτοι, ἀνθύπατοι πατρίκιοι καὶ οἰκεῖοι πρωτοσπαθάριοι καὶ ἄλλοι τινὲς γνωστοὶ τοῦ βασιλέως. ἐν δὲ τῷ περιβλέπτῳ τρικλίνῳ τοῦ Ἰουστινιανοῦ ἵστατο ἑτέρα τράπεζα διὰ ἓξ καὶ τὰ ἐγγὺς ἀποκοπτὸν, ἐν ᾗ ἐκαθέζετο ὁ 605 μικρὸς βασιλεὺς καὶ οἱ λοιποὶ, μάγιστροι, ἀνθύπατοι, πατρίκιοι, ὀφφικιάλιοι καὶ πρωτοσπαθάριοι, καθὼς καὶ τὸ τακτικὸν κλητωρολόγιον διαγορεύει. ἰστέον, ὅτι ἐπὶ Μιχαὴλ τοῦ φιλοχρίστου δεσπότου τοῦ υἱοῦ Θεοφίλου, χειμῶνος γεγονότος μεγάλου, βιαίων τε ἀνέμων ἐμπνευσάντων καὶ πολλῆς χιόνος κατενεχθείσης, ἄβατος ἡ τοῦ τρικόγχου μυστικὴ φιάλη γέγονεν, καὶ οὐ κατῆλθον οἵ τε μάγιστροι, ἀνθύπατοι, πατρίκιοι τῆς συγκλήτου τε καὶ οἱ τοῦ κουβουκλείου πάντες τὰ εἰθῶτα τῷ βρουμαλίῳ πανηγυρίσαι, ἀλλὰ πάντων ἐν τῷ τοῦ λαυσιακοῦ τρικλίνῳ εἰσελθόντων, ἐξῆλθεν ὁ πραιπόσιτος, καὶ προσεκαλέσατο τοὺς προῤῥηθέντας πάντας, καὶ ἵστησι πρὸ τῆς πύλης τοῦ λαυσιακοῦ τρικλίνου τῆς εἰσαγούσης ἐν τῷ τοῦ χρυσοτρικλίνου πόρτηκι, ἤγουν ἐν τῷ ὡρολογίῳ, καὶ ἐξῆλθεν ὁ πρωτοβεστιάριος, καὶ ἐπιδέδωκε τῷ πρώτῳ μαγίστρῳ τὸ κατὰ τύπον ἀποκόμβιον, καὶ εὐφημήσαντες τὰς ἐξ ἔθους τοῖς βασιλεῦσιν εὐφημίας, (ἦσαν δὲ καὶ τὰ τῇ ἡμέρᾳ τοῦ βρουμαλίου ἁρμόζοντα ποιήματα,) καὶ ἐξῆλθον μὴ ἅψαντες κηρούς. ὁ δὲ δομέστικος τῶν σχολῶν καὶ ὁ δομέστικος τῶν ἐξσκουβίτων καὶ ὁ δομέστικος τῶν ἱκανάτων ἅμα τῶν ταγματικῶν κατῆλθον ἐν τῇ θερμάστρᾳ. ὁ γὰρ δρουγγάριος τῆς βίγλας ἐν τῷ ἱπποδρόμῳ ἦν φυλάττων τὴν ἑαυ 606 τοῦ τάξιν· ὁ δὲ σακελλάριος κατῆλθεν ἐν τῇ αὐτῇ θερμάστρᾳ, καὶ ἐπιδέδωκεν τῷ δομεστίκῳ τῶν σχολῶν τὸ ἀποκόμβιον, καὶ εὐφήμησαν ὅ,τε δομέστικος καὶ πάντες οἱ τῶν ταγμάτων τὰς ἐξ ἔθους τοῖς βασιλεῦσιν εὐφημίας, ᾄδοντες καὶ τὰ τῇ ἡμέρᾳ τοῦ βρουμαλίου ἁρμόζοντα ποιήματα. εἶθ' οὕτως ἀπίεσαν οἵ τε μάγιστροι, ἀνθύπατοι, πατρίκιοι καὶ συγκλητικοὶ ἅπαντες καὶ οἱ τοῦ κουβουκλείου, ἕκαστος ἐν τῇ ἰδίᾳ αὐτοῦ οἰκίᾳ, οἱ δὲ τῶν ταγμάτων ἕκαστος ἐν τῇ ἰδίᾳ αὐτοῦ τάξει. ἰστέον, ὅτι ἡ τῶν βρουμαλίων αὕτη τάξις ἠλλοιώθη καὶ εἰς τὸ μηκέτι εἶναι παρήχθη ἐπὶ τῆς βασιλείας Ῥωμανοῦ δεσπότου. οὗτος γὰρ προσχήματι εὐλαβείας, καὶ οὐχὶ δίκαιον εἶναι κατὰ τὰ παλαιὰ ἐθήματα Αὐσόνων Ῥωμαίοις βρουμαλίζειν νομίσας, ταῦτα σχολάζειν ἐκέλευσεν, οὐ κατὰ νοῦν λαβὼν τοὺς μεγάλους ἐκείνους καὶ ἀοιδίμους βασιλεῖς, οἷον· οὐ τὸν μέγαν ἐκεῖνον καὶ ἀοίδιμον Κωνσταντῖνον, οὐ Θεοδόσιον, οὐ Μαρκιανὸν, οὐ Λέοντα τὸν Λεομακέλλην, οὐκ Ἰουστινιανὸν, οὔτε τοὺς ἄλλους φιλοχρίστους, οὓς καὶ ἡμιθέους εἴποιμι ἂν, ἀλλ', ὅπερ ἔδοξεν αὐτῷ, νόμος καὶ κανὼν καὶ εὐθύτης καὶ εὐλάβεια νενόμιστο. ἐπὶ δὲ Κωνσταντίνου τοῦ φιλοχρίστου δεσπότου τὴν παλιμβίωσιν ἡ τῶν βρουμαλίων εὕρατο τάξις. διὸ ἐν μὲν τῷ τοῦ μεγάλου βασιλέως βρουμαλίῳ ἐδίδοτο τὸ παλαιὸν ἀποκόμβιον λίτραι κʹ, ἐν δὲ τῷ τοῦ μικροῦ βασιλέως λίτραι ιʹ, ἐν δὲ τῷ τῆς αὐ 607 γούστης λιτ. ηʹ. οὗτος δὲ Κωνσταντῖνος ὁ φιλόχριστος βασιλεὺς ἐτύπωσεν δίδοσθαι ἀντὶ πάντων τούτων τῶν βρουμαλίων ἐν τῷ τοῦ μεγάλου βασιλέως βρουμαλίῳ ἀποκόμβιον χάραγμα λίτρας νʹ. ἐπὶ δὲ τῆς τραπέζης διὰ τῆς οἰκείας χειρὸς τοῖς συνεστιωμένοις αὐτῷ φίλοις οὕτως, ἤγουν ἀνὰ διπλατὰ μιλιαρήσια· τοῖς μὲν μαγίστροις ἀνὰ μιλ. ρϛʹ, καὶ ἀνὰ χασδίου βηλαρίου ἑνός· τοῖς ἀνθυπάτοις