Commentarii in Joannem ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
1.174 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον
Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ
1.456 ΚΕΦΑΛΗ ς. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ
αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.
1.661 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς
ζητούμενον, περί τε τοῦ νόμου καὶ τῆς τοῦ Σωτῆρος χάριτος εἰπών "Εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, "πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν "δόξῃ." διακονίαν μὲν γὰρ κατακρίσεως τὴν διὰ Μωυσέως φησὶν ἐντολὴν, διακονίαν δὲ δικαιοσύνης, τὴν παρὰ τοῦ 1.153 Σωτῆρος ὀνομάζει χάριν, ᾗ καὶ τὸ πλέον ἐν δόξῃ κεκτῆσθαι χαρίζεται, τὴν τῶν πραγμάτων ἄριστα δοκιμάζων φύσιν, ὡς πνευματοφόρος. Οὐκοῦν ἐπειδήπερ ὁ μὲν κατακρίνων νόμος ἐδόθη διὰ Μωυ σέως, γέγονε δὲ διὰ τοῦ Μονογενοῦς ἡ δικαιοῦσα χάρις, πῶς οὖν οὐκ ἀμείνων ἐν δόξῃ, φησὶν, ὁ δι' οὗ τὰ κρείττω νενομο θέτηται; ἀληθεύσει δὴ οὖν καὶ ὁ μελῳδὸς ἐν Πνεύματι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν πάσης ὁμοῦ τῆς λαμπρᾶς τῶν ἁγίων πληθύος ὑπερκεῖσθαι βοῶν "Τίς γὰρ, φησὶν, ἐν "νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ἢ τίς ὁμοιωθήσεται τῷ "Κυρίῳ ἐν υἱοῖς Θεοῦ;" νεφέλαι μὲν γὰρ αἱ νοηταὶ, τουτ έστιν, οἱ ἅγιοι προφῆται παραχωρήσουσι τὸ νικᾶν τῷ Χριστῷ, οἰήσονται δὲ δεῖν οὐδαμῶς ἰσομέτρῳ πρὸς αὐτὸν ἁμιλλᾶσθαι τιμῇ, τὴν δευτέραν ἀποφερομένου τάξιν τοῦ παρὰ πάντας ἐγνωσμένου παρὰ Θεοῦ, τουτέστι Μωυσέως· υἱοὶ δὲ οἱ χρηματίσαντες τοῦ Θεοῦ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οὐκ ἀπαραλλάκτως ὁμοιωθήσονται τῷ κατὰ φύσιν Υἱῷ, ἀλλὰ τὸ οἰκεῖον ἐπιγνώσονται μέτρον, ὀπίσω μάλιστα τεθεῖσθαι λέγοντος ἑαυτὸν τοῦ ἁγίου βαπτιστοῦ, περὶ οὗ φησιν ὁ καρδίας εἰδώς "Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυ "ναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ." ἀληθεύει δὴ οὖν ὁ μακάριος Εὐαγγελιστὴς, τεθεᾶσθαι λέγων "τὴν δόξαν "αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς," τουτέστιν ἥπερ ἂν πρέποι τῷ ἐκ Θεοῦ Πατρὸς Υἱῷ Μονογενεῖ, καὶ οὐχὶ μᾶλλον τοῖς εἰς ἀδελφότητα κεκλημένοις αὐτοῦ, ὧν ἐστι πρωτότοκος.
1.154 ΚΕΦΑΛΗ Ι. Ὅτι μόνος κατὰ φύσιν Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ
αὐτοῦ καὶ ἐν αὐτῷ. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ Μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. ΘΕΑ δὴ πάλιν ἐν τούτοις τοῦ πνευματοφόρου τὴν νῆψιν. οὐκ ἠγνόησεν ὅτι πάντως ἐροῦσί τινες τὰ περὶ τοῦ Μονο γενοῦς εἰρημένα πικρότερον βασανίζοντες Ἔφης, ὦ οὗτος, τεθεᾶσθαι "τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ "Πατρός·" εἶτα δέον ἀπολεπτύνειν ἡμῖν τὴν ἐπὶ τούτοις ἐξήγησιν, καὶ θεοπρεπές τι πρᾶγμα καὶ ἐξαίσιον εἰπεῖν, ἀπὸ τῆς κατὰ Μωυσέως ὑπεροχῆς καὶ τῶν Ἰωάννου μέτρων ἐποιήσω τὴν ἀπόδειξιν, ὡς οὐκ ἐνὸν ἑτέρως ὁρᾶσθαι τὴν δόξαν αὐτοῦ, καίτοι τοῦ μὲν μακαρίου προφήτου λέγοντος Ἡσαΐου "Εἶδον τὸν Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου "ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης "αὐτοῦ, καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες "τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἐνὶ, καὶ ταῖς μὲν δυσὶ κατεκά "λυπτον τὸ πρόσωπον, καὶ ταῖς δυσὶ κατεκάλυπτον τοὺς "πόδας, καὶ ταῖς δυσὶν ἐπέτοντο· καὶ ἐκέκραγον ἕτερος πρὸς 1.155 "τὸν ἕτερον καὶ ἔλεγον Ἅγιος ἅγιος ἅγιος Κύριος σαβαὼθ, "πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ." Ἰεζεκιὴλ δὲ πάλιν διαῤῥήδην ἡμῖν ἀνακεκραγότος, ὅτι καὶ θεάσοιτο τὰ Χερου βὶμ, στερέωμα μὲν ὡς ἐν εἴδει σαπφείρου ταῖς οἰκείαις ἐπηρτημένον ἔχοντα κεφαλαῖς, ἐπὶ θρόνου δὲ ὁμοίως τὸν Κύριον σαβαώθ· λέγει γὰρ ἐπ' αὐτῆς οὕτω τῆς λέξεως "Καὶ "ἰδοὺ, φησὶ, φωνὴ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ ὄντος "ὑπὲρ κεφαλῆς αὐτῶν, καὶ ὑπεράνωθεν τοῦ στερεώματος τοῦ "ὑπὲρ κεφαλῆς αὐτῶν ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα "θρόνου ἐπ' αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου "ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν· καὶ εἶδον ὡς ὄψιν "ἠλέκτρου ἀπὸ ὁράσεως ὀσφύος καὶ ἐπάνω, καὶ ἀπὸ ὁρά "σεως ὀσφύος καὶ ἕως κάτω, καὶ εἶδον ὡς ὅρασιν πυρὸς, "καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν "τῇ νεφέλῃ ἐν ἡμέραις ὑετοῦ, οὕτως ἡ ὅρασις τοῦ φέγγους "κυκλόθεν, αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου." οὐκοῦν ἐπειδήπερ ἐλπίδος ἦν οὐ μακρὰν, τοιαῦτά τινα πρὸς ἡμᾶς ἐρεῖν οὐκ ὀλίγους τῶν