De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ὄντων περιθείη τὰ ἑαυτῆς. Ἀλλ' ὧδε νοεῖν ἀπόπληκτον· ἀξιόληπτα δὲ τὰ Θεοῦ, καὶ εἰς λῆξιν ἀναφέρει τὴν ἀνωτάτω· ἑαυτοῦ πως ἤδη καὶ ἀμείνων ὁ Θεὸς καὶ Πατὴρ ὀφθήσεται, καὶ τῶν ἀμεινόνων ἢ ἐν οἷς ἐστι δοτήρ. {Β.} Τίνα τρόπον; {Α.} Ἐν μορφῇ γὰρ ὄντα καὶ ἐν ἰσότητι τῇ πρὸς ἑαυτὸν τὸν Υἱὸν καὶ πρό γε τῶν τῆς κενώσεως χρόνων, καὶ κατ' οὐδένα τρόπον τῆς ἐνούσης αὐτῷ δόξης μειονεκτούμενον, ἄνω που καὶ ὑψηλὸν ἐτίθει, τὸ ὄνομα δοὺς τὸ ὑπὲρ πᾶν ὄνομα αὐτῷ. Ἆρ' οὖν οὐχὶ συρφετός τε ἤδη ταυτί, καὶ δυσφημιῶν ἀγριότης, καὶ λογισμῶν ἀτοπία, τῆς ἁπασῶν ἐσχάτης ἀμαθίας ἐξόζουσα; {Β.} Πάνυ μὲν οὖν. {Α.} Καὶ ἑτέρως δ' ἄν τις τῆς ἐκείνων ἀτοπίας δικαιοτάτην ἄν, οἶμαι, ποιήσαιτο τὴν κατάρρησιν, κἀκεῖνο διεσκεμμένος. Εἰ γὰρ οἶδεν ἑαυτὸν ψιλῷ διακεχρημένον ὀνόματι τῷ τῆς θεότητος ὁ Υἱὸς καὶ οὐ φύσεως ἔχοντα τὸ χρῆμα καρπόν, τί τὸ ἀναπεῖθον ἀναφανδὸν ἤδη βοᾶν· "Ἐγώ εἰμι ἡ ἀλήθεια;" Τὸ γάρτοι νόθον οὐκ ἀληθές, καὶ τὸ τοῖς ἔξωθεν καὶ εἰσκεκριμένοις ὡραϊσμοῖς οὐχ ὅπερ ἐστὶ κατὰ φύσιν ὁρώμενον εἰσβιάζεται μὲν καὶ εἰσδύνειν ἀποτολμᾷ τῆς ἀληθείας τὴν δόξαν, ἔχοι δ' ἂν οὐχ ὧδε κατὰ ἀλήθειαν, καὶ βασάνοις τοῖς ἐκ λογισμῶν ἀκαλλὲς ἐξελέγχεται. Τί δὲ 488 οὐχὶ τοῖς κατὰ θέσιν θεοῖς ἑαυτὸν ἐπαριθμεῖν ὁ μὴ φύσει Θεὸς ᾤετο δεῖν, τῆς δὲ τῶν ἁγίων ἀπαλλάξας πληθύος, καὶ εἰς τόπον ἴδιον ὥσπερ τινὰ καὶ οὐδενὶ τῶν ἄλλων βατὸν ἀνεφοίτα, λέγων· "Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο καὶ οὐ δύναται ἡ Γραφὴ λυθῆναι, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς Θεοῦ εἰμι;" Εἰ γὰρ ἐκεῖνοι, φησί, διακέκληνται θεοί, τὸν τοῦ Θεοῦ λόγον εἰσοικισάμενοι καὶ εἰσδεδεγμένοι κατὰ ψυχήν, πῶς οὐκ ἂν εἴη Θεὸς ὁ δι' ὃν ἐκεῖνοι θεοί; "Θεὸς γὰρ ὁ Λόγος ἦν," κατὰ τὴν Ἰωάννου φωνήν. Τὸ δὲ ἦν, οὐ νεωτέραν αὐτῷ τὴν δόξαν, ἀλλὰ παντὸς δὴ χρόνου πρεσβυτέραν ἀνάπτει. ∆ια πταῖσαι γὰρ ἂν ὅποι ποτὲ ἄρα τὸ ἦν, ἢ πρὸς ποῖον ἡμῖν ἀφίξεται τέλος, ἀεὶ προσωτέρω χωροῦν καὶ ἀσχέτῳ δρόμῳ πεμπόμενον, καὶ χρόνῳ χαρίζεσθαι τὸ πρεσβύτερον οὐκ εἰδός, προαναθρώσκειν δὲ ὥσπερ ἐννοίας ἁπάσης τῆς ἐπέκεινα καιροῦ μεμελετηκός; {Β.} Εὖ λέγεις· χρόνου γὰρ ἄμεινον ἀεί πώς ἐστι τὸ ἦν. {Α.} Ὁ δὲ δὴ θεσπέσιος Παῦλος νόθοις μὲν οὐχὶ κατηγλαϊσ μένον ἀξιώμασι τὸν Υἱόν, φύσει δὲ μᾶλλον οἶδεν ὄντα Θεόν, ἑνώσει συνδέων τῇ πρὸς τὸν Πατέρα καὶ Θεὸν οὐσιώδει καὶ φυσικῇ. {Β.} Τίνα τρόπον; {Α.} Γράφει γὰρ ὧδε· "Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα." Εἴπερ οὖν ἠπίστατο τοῖς κατὰ χάριν θεοῖς ἐναριθμεῖσθαι πρέπειν αὐτόν, τί μὴ τοῖς ἄλλοις ἐφιεὶς ἀναμίξ, ἕνα καὶ μόνον ἡμῖν κατεδείκνυ Θεὸν καὶ Κύριον τὸν Πατέρα, ἀναμέρος δὲ ὥσπερ τὸ ἑκάτερον τιθείς, τὸ μὲν τῆς θεότητος ὄνομα τῷ Πατρί, τὸ δὲ τῆς κυριότητος ἀπονέμεσθαι δεῖν ἐδοκίμαζε τῷ Υἱῷ; Ἀλλ', οἶμαί που, σοφὸν ἂν νοοῖτο καὶ ἀναγκαῖον οὔτε τῆς κατὰ φύσιν καὶ ἀληθοῦς θεότητος τὴν τοῦ δύνασθαι κρατεῖν καὶ κυριεύειν τῶν ὅλων ἐκμοχλεύεσθαι δόξαν, οὔτε μὴν τῆς ἀληθοῦς κυριότητος ἔξω πέτεσθαι φιλεῖν τὴν τῆς θεότητος φύσιν· προσείη δ' ἂν μᾶλλον ἀμφοῖν τὸ ἑκάτερον, καὶ ἀναμέρος εἶναι δοκοῦν. Φύσεως δὲ μιᾶς ἀπόδειξις ἐναργὴς τὸ οἱονεὶ κατεστέφθαι τελείως οἷς ἂν ἑκάτερον ἔχοι φυσικοῖς ἰδιώμασι, καὶ τὸ δι' ἀμφοῖν ἐν ἅπασιν ἰσοφυὲς καὶ ἀδιαβλήτῳ ταὐτότητι μαρτυρούμενον τὸ κατά τι γοῦν ὅλως ὀθνεῖον οὐκ εἰσδέξεται. {Β.} Πῶς γὰρ ἄν; 489 {Α.} Ἐρομένῳ δέ τῳ πότερα τὴν οὐσιώδη καὶ φυσικὴν περιθείης ἂν υἱότητα τῷ Υἱῷ, ἤγουν τὴν ἐν μόνῃ θελήσει τοῦ Πατρός, καθάπερ ἀμέλει δοίη τις ἂν καὶ ἐφ' ἡμῶν αὐτῶν, τί ἂν ἔφης αὐτός, ὦ Ἑρμεία; {Β.} Οὐσιώδη μὲν ἔγωγε φαίην ἄν, δόξαιμι δ' ἂν ἥκιστά γε τοῖς δι' ἐναντίας ἀληθὴς εἶναί τις. {Α.} ∆όξειας γὰρ ἄν. Προσθεῖεν δ' ἂν ὅτι καὶ φρενὸς ἐκκεκρούσμεθα καὶ παρατετράμμεθα λογισμοῦ τοῦ βλέποντος εἰς εὐθύ. Τίνα γάρ, εἰπέ μοι, τῶν οὐ συμφρονεῖν ἑλομένων αὐτοῖς οὐκ ἂν κατασκώψειαν, οἵ γε τοσοῦτον διαλελυττή κασι καὶ μανίας ἀκράτου πρὸς τοῦτο