60
παραχρῆμα, εἰ ἄλλο τι παρὰ τὰ λεχθέντα λέγειν ὑπονοοῖτό τις ἐκεῖσε παρών. Ὅθεν καὶ προὐλάμβανεν ἄλλος ἄλλον λέξων τὰ πρὸς χάριν καὶ δείξων ὡς τὸ ὑπ' ἐκείνῳ τάττεσθαι τοῦ ἄρχειν αὐτὸν ἐκεῖνον περὶ πλείονος ἄγοι. Τὰ δ' ἦσαν σκῆψις καὶ κόμπος ἄλλως, ὡς ἔδειξε. Τότε γοῦν τοῦ συλλόγου διαλυθέντος, τὰ πιστὰ λαβὼν ἐντεῦθεν ὁ πρωτο βεστιάριος τοῦ, καὶ ἑκόντων δῆθεν τῶν μεγιστάνων, βασιλέως καὶ τῶν πραγμάτων αὐτὸν καὶ μόνον ἐκεῖνον εἶναι διαφερόντως τὸν φροντιστήν, ἀναλαβὼν τὴν πᾶσαν δύναμιν, ἐπὶ Μαγνησίας ἐχώρει. Καὶ δὴ τὰς φυλακὰς τὴν μὲν βασιλέως ἀνδράσι πιστοῖς ἐγχειρίσας, τὴν δὲ τοῦ βασιλικοῦ ταμιείου ἑτέροις ὁμοίως πιστοῖς καὶ ἀξίοις, ἀπὸ πολλῶν τὸ ἐχέγγυον ἔχουσιν, ὧν δὴ ὁ λογοθέτης τότε τῶν ἀγελῶν ὁ Ἁγιοθεοδωρίτης ἐξηγεῖτο, αὐτὸς ἐπὶ ταῖς τῶν κοινῶν διοικήσεσι μετὰ τῶν λοιπῶν ἐσπουδαιοτρίβει. Συνετάττοντο 79 τοίνυν προστάγματα πανταχοῦ πόλεων τῆς Ῥωμαίων γῆς ἀποσταλησόμενα, καὶ κατ' ἄλλας μὲν χρείας ἑτέρας, τὸ δὲ πλεῖστον καὶ μέγιστον κατά τε δήλωσιν τοῦ θανάτου τοῦ βασιλέως, ἅμα δὲ καὶ τῆς τοῦ νέου βασιλέως ἀναρρήσεως, καὶ τοῦ εἰς ἐκεῖνον προστίθεσθαι χάριν συνθήκαις ὅρκων κατὰ τὸ σύνηθες. Καὶ ἐξετίθεντο μὲν τὰ προσταττόμενα παμπληθεί, τὰς δὲ δι' ἐρυθρῶν βασιλικὰς ὑποσημάνσεις, ἐπεὶ οὐκ ἦν τὸν νέον βασιλέα χεῖρα κινεῖν καὶ ὑποσημαίνεσθαι, τῷ δηλωθέντι λογοθέτῃ τῶν ἀγελῶν ποιεῖν ἐνεδίδοσαν. Ὁ μὲν οὖν πρωτοβεστιάριος πρὸς ταῖς περὶ τῶν ὅλων φροντίσιν ἦν καὶ ἀσχόλως εἶχεν, ἐλευθέρῳ χρώμενος, ὡς μηδὲν ὑπειδόμενος, τῷ φρονήματι ἐφ' οἷς ἔπραττεν.
ιηʹ. Ἐπίθεσις τοῦ στρατοῦ κατὰ τῶν Μουζαλώνων. Ἦν δὲ ἄρα ὁ πρὸς ἐκεῖνον φθόνος οἰδαίνων βαρὺς καὶ δεινὸς ὑφεῖρπεν ἐκείνῳ, μὴ τὸ σύνολον ἐπαΐοντι. Καὶ ἡ σκῆψις τῶν ἀπορρήτων κατ' ἐκείνου τοῖς ὀργιζομένοις ὡς πιθανή· ἐδόκουν γὰρ καὶ ὑπὲρ βασιλέων ζηλοῦν, τοῦ μὲν ὅτι μαγγανείαις ταῖς παρ' ἐκείνων συσκευασθείσαις νοσοίη καὶ ὡς κακῶς ἀπαλλάξειε πρόωρος, τοῦ δὲ ὅτι βασιλειᾷ καὶ ὑφαρπάζειν τὴν ἀρχὴν μελετᾷ καὶ μεῖζον ἢ καθ' αὑτὸν φρονεῖ, περιφρονῶν τοῦ βασιλέως καὶ τὴν βασιλείαν εὐπροσώπως ὑποποιούμενος. Τοῖς δὲ τῶν ξενικῶν Ἰταλοῖς, οὓς δὴ καὶ ὑπὸ χεῖρα εἶχεν ὁ μέγας κονοσταῦλος, καὶ ἄλλα ἴδι' ἄττα ἦσαν τῆς κατ' ἐκεῖνον ὁρμῆς αἰτιάματα, ὡς παρὰ Μουζαλώνων, καὶ μᾶλλον ἑνὸς τοῦ πρώτου, στεροῖντο, ζῶντος βασιλέως, τῶν εἰς ῥόγας αὐτοῖς ἀποτεταγ μένων, ὡς καταφρονοῖντο ἐφ' οἷς ἐδικαίουν ἑαυτοὺς τετιμῆσθαι, ὡς τῆς πρὸς τὸν βασιλέα ἀποκλείοιντο παρρησίας εἰσηγήσεσι ταῖς ἐκείνου, ὡς ἀτιμοῖντο, τοῦ πρωτοβεστιαρίου προστάσσοντος. Τούτοις καὶ τοῖς τοιούτοις τὸ ξανθόν τε καὶ ἀριμάνιον γένος ἐρεθιζόμενοι ἕτοιμοι ἦσαν κατασφάττειν ἐκείνους, εἰ μόνον τις παρορμῴη. Αἰτίαν δ' ἔσχεν εἰς τοῦτο, ὡς ὁ τῶν πολλῶν λόγος ἔχει, ὁ τούτων τῆς φάλαγγος ἐξηγούμενος, ὃς καὶ πάλαι μὲν ὡρμημένους αὐτούς, τότε δ' ἐξαφθέντας πλέον, ἀνεθέντας τοῦ φόβου καὶ δρασείοντας τὰ ἀνήκεστα ἐξ ἑτοίμου, ἠρέθισε τὸν φόνον ἐπιτολμῆσαι, καιρὸν ἔχοντας. Καὶ ὁ λόγος ἐκ τῶν ὑστέρων φέρει τὸ πιθανόν· οὐδὲ γὰρ 81 ἂν ἐτόλμων, εἰ μή τινας προβιβάσεις εἶχον, ἀλλοεθνεῖς ὄντες καὶ τὸ πλέον ἐπήλυδες. Καὶ εἰ οὕτως εἶχον καὶ μόνως θαρρεῖν, ἀνάγκη παντὸς μᾶλλον τὸν ἄγοντα ὑποπτεύεσθαι.
ιθʹ. Ὅπως παρὰ τοῦ στρατοῦ ἐτολμήθη ὁ φόνος τοῖς Μουζάλωσιν. Τέως δ' οὖν ἡ ἐπὶ τῷ ἀποιχομένῳ ἐννάτη κειμένῳ παρῆν, καὶ ἔδει τὴν μνήμην ἄγειν ἐκείνῳ κατὰ τὸ σύνηθες. Ἀνέρχονται τοίνυν εἰς τὴν τῶν Σωσάνδρων μονήν, ὅπου καὶ ὁ νεκρὸς τοῦ βασιλέως ἐχόμενα τοῦ πατρὸς τέθαπτο, τῶν ἱερωμένων ὅσοι παρῆσαν ἐκεῖσε· ἀνέρχονται δὲ καὶ οἱ ἐν τέλει πάντες, χωρὶς δ' ἐκείνων καὶ τῶν γυναικῶν αἱ προὔχουσαι καὶ ματρῶναι, καὶ πᾶν ὅσον ἦν ὑπηρετικὸν τοῖς κρατοῦσι. Τὸ μέντοι γε στρατιωτικόν, ἐκ προνοίας καὶ μᾶλλον, κάτω περὶ τὸν βασιλέα ἐγκαταλέλειπτο. Ὡς γοῦν πανοικὶ καὶ οἱ Μουζάλωνες ᾔεσαν, ἰδίαν παρὰ τοὺς ἄλλους στοργὴν πρὸς τὸν θανόντα ἐπιδεικνύμενοι, τότε τὸ στρατιωτικόν, διαφερόντως δὲ τὸ Ἰταλικόν τε καὶ ξενικόν, ἁρπάσαντες τὸν καιρόν, οἱ μὲν ἀμύνεσθαι τοὺς λυπήσαντας ὀρεγόμενοι, οἱ