ταῦτα πρὸς ἀναξίους, οτι καὶ οὐχ ὡς α ξιοι, αἰτοῦσιν· ἀλλ' ὡς τοῦ Θεοῦ ὀφείλοντος ἑαυτῷ ἀκολουθεῖν, ἐπάγουσιν· ενεκα τῆς δόξης τοῦ ὀνόματός σου, οταν γυμνοὶ γεγό ναμεν πάντη ἀπὸ τῆς σῆς βοηθείας, νῦν δώ ρησαι ἡμῖν ταύτην, ὁ Θεὸς, ὁ σωτὴρ ἡμῶν. 78.11 Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγ μὸς τῶν πεπηδημένων. Νοῦν μὲν δεσμοῖ ἀγνωσία, ψυχὴν δὲ κα κία· ψυχὴν δέ φημι θυμὸν καὶ ἐπιθύμιον, οπερ λέγεται θυμικὸν καὶ ἐπιθυμικόν. 78.12 ̓Απόδος τοῖς γείτοσιν ἡμῶν ἑπ ταπλάσια εἰς τὸν κόλπον αὐτῶν. ∆ότωσαν δίκας ὑπὲρ ων ἐπλημμέλησαν ἐν τῷ βίῳ τούτῳ· τὸ γὰρ ἑπταπλάσιον τὸν βίον τοῦτον σημαίνει, ὡς καὶ τὸ ὀκτωπλά σιον τὸν μέλλοντα. Τοιοῦτόν ἐστι καὶ τό· ∆ὸς μερίδα τοῖς ἑπτὰ καίγε τοῖς ὀκτώ. - ̔Ο κόλπος τὸ ἀκόριστον δηλοῖ· τοῦτο ουν λέ γειν βούλεται, οτι ἀκόριστον αὐτῶν ποίησον τὸν ὀνειδισμὸν, μεγάλως καὶ δοκοῦσι παρο ξύνειν τὸν Θεόν· οὐ γὰρ ειρηκε τὸν ὀνειδισ μὸν ἡμῶν, ἀλλὰ τὸν σόν· ὁ γὰρ περὶ ἡμᾶς ὀνειδισμὸς, σὸς μᾶλλον η ἡμῶν. Τοῦτο ουν φησί· πολλαπλασίως ἀπόδος ἐκείνοις, σύνα ψον αὐτοῖς τιμωρίαν ἀκόριστον, καὶ πλείονα τῆς ἡμετέρας. 79.1 ̔Ο ποιμαίνων τὸν ̓Ισραὴλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα ̓Ιωσήφ. Οὐκ ἀπέστην, εἰμὶ εἰς τὰ πρόβατα, ων εκαστος λέγει τῷ Θεῷ· Κτηνώδης ἐγεννήθην παρὰ σοί. Καί· Κύριος ποιμαίνει με. Οταν δὲ ὡς ἀπὸ ποιμένος εὐφρανθῇ, ἐρεῖ ὡς λο γικός· ̔Ητοίμασε ἐνώπιόν μου τράπεζαν. 79.2,3 ̔Ο καθήμενος ἐπὶ τῶν Χερουβεὶμ, ἐμφάνηθι, ἐναντίον ̓Εφραὶμ καὶ Βενιαμὶν καὶ Μανασσῆ· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. ̓Ενταῦθα μὲν κάθηται ἐπὶ τῶν Χερουβεὶμ ὁ Θεὸς, ὡς καὶ παρὰ τῷ ̔Ιεζεχιήλ. ̓Αλλαχοῦ δὲ ἐπέβη ἐπὶ τῶν Χερουβεὶμ, καὶ ἐπε τάσθη. Καὶ διὰ μὲν τῆς καθέδρας τὴν στα θερὰν εξιν μηνύει τῶν Χερουβείμ· διὰ δὲ τῆς πτήσεως αἰνίττεται τὴν ταχεῖαν ἐνέρ γειαν. ̓Απὸ δὲ τῶν τριῶν ἐπιφανεστέρων φυ λῶν τὸ σύμπαν τοῦ ̓Ισραὴλ ἐσήμηνε γένος. Ποτὲ ὁ λόγος πρὸς τὸν καλόν ἐστι ποιμένα, τὸν ποιμαίνοντα τὸν ̓Ισραὴλ, ἐναντίον ̓Εφραὶμ, ὁδηγοῦντα δὲ τὸν ̓Ιωσὴφ ἐναντίον Μανασσῆ, καθήμενον δὲ καὶ τῶν Χερουβεὶμ ἐναντίον Βενιαμίν. - ̓Επὶ τοῦ δυνατοῦ τὰ Χερουβεὶμ λέγεται ἀεί. ̔Ο ἐπὶ πάντων, φη- σὶ, ων τῶν δυνατῶν, καὶ πάσας εχων ὑφ' ἑαυ τὸν ειτε ἀοράτους δυνάμεις, ειτε ὁρατοὺς, δεῖξον σεαυτὸν διὰ τῆς εἰς ἡμᾶς βοηθείας. 79.6 Ψωμιεῖς ἡμᾶς αρτον δακρύων. ∆ιὰ τούτων ῥημάτων παρίστησε τὴν πι κροτάτην μετάνοιαν. 79.9,10 Αμπελον ἐξ Αἰγύπτου μετῇρας· ἐξέβαλες εθνη, καὶ κατεφύτευσας αὐτὴν, ὡδοποίησας εμπροσθεν αὐτῆς, καὶ κατεφύ τευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη ἡ γῆ. Εθνη μὲν ἐξέβαλεν ὁ Θεὸς, ινα καταφυ τεύσῃ τὸν ̓Ισραὴλ, συνέκλεισε δὲ εἰς ἀπεί θειαν τὸν ̓Ισραὴλ, καὶ τὴν ἀνόδευτον ερη μον, οὐκ ουσαν πρότερον ὁδὸν ὡδοποίησεν ὁ Θεὸς τῶν δυνάμεων, εμπροσθεν τῆς ἀμπέ λου. 79.11 ̓Εκάλυψεν ορη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. ̓Αναδενδράδες εἰσιν οἱ θεωρητικοί. 79.13 Ινα τί καθεῖλες τὸν φραγμὸν αὐ τῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπο ρευόμενοι τὴν ὁδόν; Οἱ δαίμονές εἰσιν οἱ τρυγῶντες τοὺς καρ ποὺς ἡμῶν· ους αὐτοὶ ἐκφέρειν ἡμᾶς ἐνερ γοῦσιν κακὴν γεωργίαν γεωργοῦντας ἡμᾶς. 79.14 ̓Ελυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ μονιὸς αγριος κατενεμήσατο αὐτήν. Μονιὸν δὲ αγριον λέγει τὸν Σατανᾶν, ονπερ σημαίνει χοῖρος ἐξ υλης, λέγει δὲ τὸν διάβο λον. 79.17 ̓Εμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμ μένη· ἀπὸ τῆς τιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. Οὐκ ἀμνὸς, φησὶ, μέλλων αὐτοὺς τιμῶν ῥύσασθαι, ἀλλ' ἀρκεῖ καὶ μόνη ἡ ἐπιτίμησις πάντας ἀφανίσαι, γενομένης τῆς σῆς προ νοίας ἐπάνω. 79.18 Γενηθήτω ἡ χείρ σου ἐπ' ανδρα δε ξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ον ἐκρα ταίωσας σεαυτῷ. Ανδρα δεξιᾶς τὸν Χριστὸν ὀνομάζει· αν δρα δὲ διὰ τὴν ἀνθρωπότητα· δεξιᾶς αὐτοῦ, πρῶτον μὲν ὡς ἐν δεξιᾷ τοῦ Πατρὸς, μετὰ σαρκὸς καθεζόμενον, επειτα δι' αὐτοῦ πᾶ σαν τὴν κτίσιν ἐποίησε. 79.19 Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς, καὶ τὸ ονομά σου ἐπικαλε σόμεθα. ̓Επεὶ ἡ ζωὴ ἡμῶν κέκρυπται [ἐν Χρισ τῷ], ζωώσεις ἡμᾶς εἰς