ὅστις εἰς πειρασμὸν οὐκ εἰσέρχεται, οὐ τῷ μὴ πειρασθῆναι, ἀλλὰ τῷ μὴ ἁλῶναι ταῖς παγίσι τοῦ πειρασμοῦ. Ὑπερβαίνει οὖν οὗτος τὸ τεῖχος τῆς ἁμαρτίας, ὀπίσω ταύτας ποιούμενος. Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτὸν, κ. τ. ἑ. Ἄμωμος ὁδὸς ὁ Χριστός ἐστιν ὁ εἰπών· «Ἐγώ εἰμι ἡ ὁδός.» Ἐπεὶ δὲ τὰ λόγια Κυρίου πεπυρωμένα ἐστὶν, οἱ ἀκούοντες αὐτῶν λέγουσιν· «Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν;» Καὶ «πνεύματι δὲ ζέουσι,» καὶ ἀλλότριον Θεοῦ οὐ παραδέχονται πῦρ, ὅπερ ἐστὶν ἐν τοῖς βέλεσι τοῦ πονηροῦ. Ἀλλ' ὁ εἰπών· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,» πεπυρωμένα εἶχε λόγια· διό φησι· «Καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;» Τάχα δὲ ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ βαπτίζει Ἰησοῦς, ἀλλὰ τὸ πῦρ κατακαίει ξύλα, χόρτον, καλάμην. Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με, κ. τ. ἑ. Κατὰ τοῦτο τὸ σημαινόμενον, μόνος Θεός ἐστιν ἀληθινὸς ὁ Θεὸς καὶ Πατὴρ, εἰ μὴ ἄρα τὸ τίς, ἐπὶ τοῦ σπανίου πολλά κις κείμενον, ἐπὶ τὸν Μονογενῆ ἀνοίσομεν. Καὶ νῦν μὲν ἡ ζώνη δύναμις, παρὰ δὲ Παύλῳ ἀλήθεια. Κατ αρτίζονται δὲ οἱ πόδες ὡς ἐλάφων, τοῦ τρέχοντος καλῶς, καὶ τὸν δρόμον πληροῦντος. «Καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με.» Ἴδιά τινα ὕψη ἐστὶν ἑκάστου, ἀφ' ὧν κατέπεσεν, ἢ καταβέβηκε. Τοῦ αὐτοῦ. Καταρτίζονταί τινος οἱ πόδες ὡσεὶ ἐλάφου διὰ τῆς πρακτικῆς, ὑψοῦνται δὲ διὰ 12.1237 τῆς θεωρίας. ∆ιότι ἡ ἔλαφος ἀναιρεῖ τοὺς ὄφεις. ∆ιδάσκων χεῖράς μου εἰς πόλεμον· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου, κ. τ. ἑ. Ὁ χαλκὸς σύμβολόν ἐστι πρακτικῆς. «∆ιέφθειρε γὰρ τὸν χαλκόν σου,» φησὶν Ἰεζεχιὴλ πρὸς τὴν Ἱερουσαλήμ. Ἐπειδὴ οὖν οἱ ἡμέτεροι βραχίονες πέμ πουσι τὰ βέλη, φησὶν, ὅτι, Παρεσκεύασας τοὺς βρα χίονάς μου τόξον, καὶ προστίθησι «χαλκοῦν,» ἐμ φαίνων τὸ εὔτονον καὶ ἄθραυστον, καὶ λέγων ὅτι, Ἀήττητόν με πεποίηκας ἐν τοῖς κατὰ τῶν ἐχθρῶν ἀγῶσι. Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου· καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει, κ. τ. ἑ. Ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρὸς, οὗτος καλεῖται δεξιά. Καὶ διὰ μὲν τῆς προτέρας παιδείας «ἡμᾶς» ἀνορθοῖ, διὰ δὲ τῆς δευ τέρας διδάσκει. Πολιτεία γὰρ ὀρθὴ ἀνίστησι ψυχὴν, γνῶσις δὲ ἀληθὴς πλατύνει αὐτήν. ∆εξιὰ ὁ τὰ πάντα δημιουργήσας Υἱὸς, περὶ οὗ καὶ ἀλλαχοῦ εἴρηται· «∆εξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με.» Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου, κ. τ. ἑ. Εὐφό ρως ὑπομένοντος θλίψεις ἡ φωνὴ διὰ τὸν ἐμποι οῦντα λόγον καὶ ἐν τοῖς τοιούτοις τὴν εὐρυχωρίαν, ὡς μηδὲ τὴν τυχοῦσαν ἀσθένειαν ἐν τοῖς ἴχνεσιν ἐμφαί νεσθαι. Καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψο μαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλείπωσιν. Ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴ δύνων ται στῆναι· πεσοῦνται ὑπὸ τοὺς πόδας μου, κ. τ. ἑ. Ὁ ἱκανωθεὶς ὑπὸ Θεοῦ διάκονος εἶναι ∆ια θήκης Καινῆς ὡς πᾶν ἐπαγόμενον ὕψωμα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ καθαιρεῖν, καταδιώξας τοὺς ἐχθροὺς τῇ ἀπὸ Θεοῦ σωτηρίᾳ λόγους, καταδιώξεται αὐτοὺς, καὶ οὐ πρότερον τοῦ ἐκλιπεῖν αὐτοὺς, ἀπο στραφήσεται πολεμῶν αὐτοῖς. Στῆναι δὲ ἐνώπιον τοῦ ἱκανωθέντος ὑπὸ Θεοῦ οὐ δυνήσονται ἐκθλιβόμενοι οἱ ἐχθροὶ τῆς ἀληθείας λόγοι. Τοῦ αὐτοῦ. Οὗτος καταδιώκει τοὺς ἐχθροὺς, ὁ μὴ ἐῶν ἐμπαθεῖς ἐν ἑαυτῷ γίνεσθαι λογισμούς· ἀπὸ γὰρ τούτων ἐπισυμβαίνουσιν ἡμῖν αἱ ἁμαρτίαι. Τοῦ αὐτοῦ. Ἔκλειψιν ἐχθρῶν ἀπάθεια κατ εργάζεται. Τοῦ αὐτοῦ. Οἱ πεσόντες ἀπὸ τῆς ἐν φαύλῳ στάσεως εὐεργετοῦνται. Ἀλλ' οὐδὲ οἱ τῆς ἀληθείας ἐχθροὶ λόγοι δυνήσονται στῆναι ἐνώπιον τοῦ ἱκανοῦ χειρὶ, ὅπερ ὁ ∆αυῒδ ἑρμηνεύεται. Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας, κ. τ. ἑ. Νῶτον 12.1240 διδόασιν οἱ ἐχθροὶ, μηκέτι λογισμοὺς ἐμπαθεῖς ἐμβαλεῖν δυνάμενοι τῇ ψυχῇ. Τοῦ αὐτοῦ. Ἔδωκας τοὺς ἐχθρούς μου μετα βαλόντας ἀκολουθεῖν μοι ἀχωρίστως μου,