1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

60

ἐξαιρούμενος τὸν κριὸν ἐκ τῆς χειρὸς αὐτοῦ." Πρώτοις μὲν γὰρ τοῖς ἐκείνου συμβαλὼν στρατηγοῖς ἐν τοῖς κατὰ τὴν Ἀσίαν τόποις, πᾶσαν αὐτῶν ἐκείνην ἀφείλατο τὴν ἀρχήν. Εἶτα τοῦ ∆αρείου κατὰ τὴν Κιλικίαν μετὰ πολλῆς τῆς στρατείας ἀπαν τήσαντος, ἑτέρα γίνεται συμπλοκὴ, καὶ τρέπεται μὲν ὁ ∆αρεῖος εἰς φυγὴν, πολλοὺς δὲ τῆς στρατείας καταναλώσας ὁ Ἀλέξανδρος ἔλαβεν αἰχμαλώτους τοῦ ∆αρείου τὰς θυγατέρας. Εἶτα αὖθις μετὰ τὴν ἐξ Αἰγύπτου ἐπάνοδον, περὶ τὴν Βαβυλῶνα παραταξά μενος, αὐτόν τε τὸν ∆αρεῖον ἀνεῖλε, καὶ τὴν Περ σικὴν κατέλυσε βασιλείαν. Συντριβῆναι δὲ λέγει ἀμφότερα τὰ κέρατα αὐτοῦ, ἐπειδὴ καὶ Μῆδοι καὶ Πέρσαι κατὰ ταὐτὸν ὠνομάζοντο, Κύρου τοῦ πρώτου βασιλεύσαντος, Μήδου μὲν ὄντος μητρόθεν, Πέρσου δὲ πατρόθεν· καὶ ἐπειδὴ ὁ πρῶτος αὐτῶν βασιλεὺς ἄμφω ταύτας εἶχε τὰς προσηγορίας, ἀναγκαίως καὶ οἱ ἀρχόμενοι, καὶ Μήδους καὶ Πέρσας τοὺς αὐτοὺς ὠνόμαζον. Εἰς γὰρ μίαν ἀρχὴν ἄμφω συνῆλθον αἱ βασιλεῖαι. Καὶ οἱ ἔξω δὲ συγγραφεῖς τοὺς αὐτοὺς καὶ Πέρσας καὶ Μήδους ὀνομάζουσιν. Οὕτω δὲ, φησὶ, τῶν τοῦ κριοῦ συντριβέντων κεράτων, ηʹ. "Ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα." Τῆς γὰρ Περσικῆς, εἴτ' οὖν Μηδικῆς, καταλυθείσης βασιλείας, τὸ κατὰ πάντων ὁ Ἀλέ 81.1444 ξανδρος ἀνεδέξατο κράτος· ἀλλὰ καὶ οὗτος ὀλίγον ἐπιβιώσας χρόνον, τοῦ βίου τὸ τέλος ἐδέξατο. Καὶ τοῦτο δὲ εἶδεν ὁ μακάριος ∆ανιήλ. ∆ιό φησι· "Καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας τὸ μέγα." Μετὰ τὴν νίκην ἐκείνην τὴν μεγίστην, φησὶ, τὸ κοινὸν τῶν ἀνθρώπων ὁ Ἀλέξανδρος ἐδέξατο τέλος. "Καὶ ἀνέβη, φησὶ, τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ." Τέσσαρα δὲ κέρατα, τοὺς τέσσαρας βασιλέας, τοὺς κατὰ ταὐτὸν τὸν Ἀλέξανδρον διαδεξαμένους αἰνίτ τεται. Πτολεμαῖος γὰρ ὁ Λάγου τῆς Αἰγύπτου τὴν ἡγεμονίαν παρέλαβε· Σέλευκος δὲ ὁ Νικάνωρ τὴν Βαβυλῶνα κατεῖχε, καὶ τὰ ἄλλα μέρη τὰ μέχρι Συρίας διήκοντα· Ἀντίγονος δὲ τῆς Ἀσίας ἐκράτει,τῆς δὲ Μακεδονίας Ἀντίπατρος· ὡς δέ τισι τῶν συγγραφέων δοκεῖ, Φίλιππος, ὃς καὶ Ἀριδαῖος, ὁ καὶ Ἀλεξάνδρου ἀδελφός. Ἐπισημήνασθαι δὲ δεῖ, ὅτι καὶ τὸ τρίτον θηρίον τέσσαρας κεφαλὰς ἔχον ἐθεάσατο, καὶ τὸν τράγον μετὰ τὴν τοῦ ἑνὸς κέρα τος συντριβὴν τέσσαρα φύσαντα κέρατα· ὡς εἶναι δῆλον τὰ αὐτὰ καὶ διὰ τοῦ τράγου, καὶ διὰ τοῦ τρίτου θηρίου σημαίνεσθαι. θʹ. "Καὶ ἐκ τοῦ ἑνὸς, φησὶ, τῶν κεράτων ἐξ ῆλθε κέρας ἓν ἰσχυρόν." Ἀντίοχον λέγει τὸν Ἐπιφανῆ, ὃς Ἀντιόχου τοῦ ἐπικαλουμένου Μεγάλου υἱὸς ἐγεγόνει. "Καὶ ἐμεγαλύνθη, φησὶ, περισσῶς πρὸς νότον, καὶ πρὸς ἀνατολὴν, καὶ πρὸς Λίβα, καὶ πρὸς τὴν δύναμιν." ∆υνατὸς, φησὶ, γενόμενος περιεγένετο μὲν τοῦ τῆς Αἰγύπτου βασιλέως, ὑφ' ἑαυτὸν δὲ καὶ τὰ πρὸς ἕω κείμενα ἐποιήσατο ἔθνη· ἐπεστράτευσε δὲ, φησὶ, καὶ τοῖς Ἰουδαίοις, καὶ τὴν ἁγίαν μητρόπολιν κατεστρέψατο· δύναμιν γὰρ αὐτὴν προσηγόρευσε, διὰ τὴν ἐπανθοῦσαν τῷ ναῷ τηνικαῦτα χάριν θείαν. Καὶ τοῦτο σαφέστερον ποιῶν ἐπήγαγε· ιʹ. "Καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐ ρανοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως, καὶ ἀπὸ τῶν ἀστέρων, καὶ συνεπάτησεν αὐτούς." Ταῦτα σαφέστερον ἡμᾶς ἡ τῶν Μακκαβαίων βίβλος ἥ τε πρώτη καὶ ἡ δευτέρα διδάσκει, καὶ Ἰώσηππος δὲ ὁ ἱστοριογράφος ἀκριβῶς ταῦτα συνέγραψε, καὶ ἡμεῖς δὲ συντόμως τὰ κατ' αὐτὸν διηγησόμεθα. Τῶν ἐκ γένους ἀρχιερατικοῦ πρὸς τὸν τηνικαῦτα ἀρχιε ρέα τῶν Ἰουδαίων στασιασάντων, οἱ ταύτης τῆς ἀρχῆς ἐφιέμενοι, πρὸς τὸν Ἀντίοχον παραγενόμενοι, πείθουσιν αὐτὸν τὴν Ἰουδαϊκὴν πολιτείαν εἰς Ἑλληνικὴν μεταβάλλειν, καὶ γυμνάσιον ἐν τῇ πόλει οἰκοδομῆσαι. Τούτων γενομένων, οἱ μὲν εὐσεβεῖς ἐν θρήνοις ἦσαν, τὴν προφανῆ τῶν νόμων ὁρῶντες παράβασιν, ὁ δὲ λοιπὸς ὅμιλος ἀδεῶς τὸν θεῖον ἐπάτει νόμον, καὶ εἰς τὴν τῆς περιτομῆς ἐξύβριζον ἐντολήν. Σφοδροτέρας δὲ γενομένης τῆς στάσεως, ἀφικόμενος ὁ Ἀντίοχος πλείστους μὲν ἀνεῖλε τῶν 81.1445 εὐσεβῶν, τετόλμηκε δὲ καὶ τῶν τοῦ ναοῦ ἀδύ των ἐπιβῆναι. Καὶ ἐπιβὰς πάντα ἐσύλησε τὸν νεὼν, τούς τε θησαυροὺς σφετερισάμενος, καὶ τὰ