τῇ Αἰγύπτῳ. 265 γʹ, δʹ, εʹ. νʹ Ὀλυμπιάς. ϛʹ, ζʹ, ηʹ, θʹ. ναʹ Ὀλυμπιάς. ιʹ, ιαʹ, ιβʹ. Ἐργασίας μάταιον αὐτὸ εἶναι. ἔτι δὲ καὶ τὸν δράκοντα ἀνεῖλεν ὃν ἔσεβον Βαβυλώνιοι, δι' ἣν αἰτίαν ἔκδοτον αὐτὸν αἰτησάμενοι ἔβαλλον εἰς λάκκον λεόντων. ἐκ προνοίας δὲ θεοῦ δι' Ἀμβακοὺμ τραφεὶς ἑπτὰ ἡμέρας σῶος ἀνήχθη, καὶ ἀντ' αὐτοῦ οἱ ὑπεναντίοι αὐτοῦ βληθέντες παρὰ τοῦ αὐτοῦ βασιλέως εἰς τὸν λάκκον τῶν λεόντων παραχρῆμα ἐβρώθησαν. ιγʹ. Κῦρος τὸν Ἀστυάγην καθελὼν τὴν Μήδων καθεῖλεν βασιλείαν, γεγονυῖαν ἐν ἔτεσι σνθʹ, ἥτις συνεκρίθη μετὰ τῆς βασιλείας Βαβυλωνίων ἡ χρυσῆ κεφαλὴ τῆς εἰκόνος ἧς εἶδεν Ναβουχοδονόσορ. νβʹ Ὀλυμπιάς. Περσῶν ἐβασίλευσεν
πρῶτος Κῦρος ὁ Πέρσης ἔτη λʹ. ὁμοῦ δϠξεʹ. 266 αʹ. Κῦρος ἀνῆκε τὴν αἰχμαλωσίαν τοῦ Ἰουδαίων ἔθνους πορεύεσθαι εἰς τὰ Ἱεροσόλυμα· καθ' ὃν ἐπανελθόντες ἀπὸ Βαβυλῶνος ἀμφὶ τὰς πέντε μυριάδας Ἰουδαίων τὸ θυσιαστήριον ἤγειραν καὶ θεμελίους κατεβάλοντο τοῦ ἱεροῦ. τῶν δὲ περιοίκων ἐθνῶν ἐπισχόντων, διέμεινεν τὸ ἔργον ἀτελὲς μέχρι δευτέρου ἔτους ∆αρείου τοῦ Ὑστάσπου βασιλέως Περσῶν, μόνου τοῦ θυσιαστηρίου συνεστῶτος, ἐπειδὴ ἡ προφητεία μέμνηται ∆αρείου καὶ τῶν τριῶν προφητῶν, Ἀγγαίου καὶ Ζαχαρίου καὶ Μαλαχίου τοῦ καὶ ἀγγέλου προφητευόντων. Προεφήτευον ἐν Περσίδι ∆ανιὴλ καὶ Ἰεζεκιήλ· ἐν δὲ τῇ Ἰουδαίᾳ Ἀμβακούμ, Ἀγγαῖος καὶ Ζαχαρίας· καθ' οὓς ἐν Περσίδι Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ἱερεὺς ἐγνωρίζετο, καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιήλ, βασιλικοῦ γένους ὤν, οἳ καὶ ἡγήσαντο τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου. τῷ ∆ανιὴλ ἐν τῷ αὐτῷ πρώτῳ ἔτει Κύρου λόγος ἀπεκαλύφθη ἐν ἡμέρᾳ εἰκοστῇ τετάρτῃ τοῦ πρώτου μηνὸς ὄντι ἐν τῷ Τίγρι ποταμῷ τὰ περὶ τῶν πέντε βασιλέων τῶν ἔτι ἀναστησομένων καὶ τὰ περὶ τῆς παντελοῦς ἐρημώσεως Ἱερουσαλὴμ καὶ τοῦ θυμιάματος καὶ τοῦ χρίσματος τοῦ ἐν αὐτῇ καὶ τὰ περὶ τῆς τῶν ἐθνῶν κλήσεως· ἐν ᾧ ἔτει ∆ανιὴλ ἐκοιμήθη προφητεύσας ἔτη νʹ. βʹ, γʹ, δʹ. 267 νγʹ Ὀλυμπιάς. εʹ, ϛʹ, ζʹ. Σιμωνίδης ἐγνωρίζετο. ηʹ. Χίλων ὁ τῶν ἑπτὰ σοφῶν ἔφορος ἐν Λακεδαίμονι αʹ ἐγένετο. νδʹ Ὀλυμπιάς. θʹ. Πυθαγόρας φυσικὸς φιλόσοφος ἐγνωρίζετο. ιʹ. Ξενοφάνης Κολοφῶνος ἐγνωρίζετο. 268 ιαʹ, ιβʹ. νεʹ Ὀλυμπιάς. ιγʹ. Κροῖσος ἐπὶ Κῦρον ἐστράτευσεν. ιδʹ, ιεʹ. Κῦρος τὴν Λυδῶν βασιλείαν καθεῖλεν καὶ Κροῖσον αἰχμαλώτισεν. ὁ δὲ αὐτὸς καὶ ἄλλας βασιλείας περιεῖλεν Ἀσίας, Καρίας, Λυκίας, Ἰνδῶν πρὸς βοῤῥᾶν καὶ Σακῶν καὶ Σκυθῶν. ιϛʹ. Θαλῆς ὁ Ἐξαμύου Μιλήσιος πρῶτος φυσικὸς φιλόσοφος ἀπέθανεν ζήσας ἔτη ϟαʹ. νϛʹ Ὀλυμπιάς. ιζʹ, ιηʹ, ιθʹ. Συνάγεται ὁ πᾶς χρόνος τῆς αἰχμαλωσίας τῶν οʹ ἐτῶν τοῦ Ἰουδαίων ἔθνους, ἀριθμούμενος κατὰ μέν τινας ἀπὸ τρίτου ἔτους τῆς βασιλείας Ἐλιακεὶμ τοῦ καὶ Ἰωακεὶμ ἐπὶ τὸ θʹ καὶ δέκατον ἔτος Κύρου τοῦ Περσῶν βασιλέως, κατὰ δὲ ἑτέρους ἀπὸ ἀρχῆς τῆς Ἱερεμίου προφητείας, ἣ γέγονε κατὰ τὸ ιγʹ ἔτος Ἰωσίου τοῦ τῶν Ἰουδαίων βασιλέως, ἐπὶ τὸ λϛʹ Ἀστυάγους. ἀπὸ δὲ τῆς προφη269 τείας Ἱερεμίου ἐπὶ τὸ αʹ ἔτος Κύρου ἔτη γίνεται οʹ. ὅπερ δοκεῖ πιθανὸν εἶναι· τὸ δὲ ἀληθὲς τῆς ἐρημίας τοῦ ἱεροῦ ἡ ἑβδομηκονταετία ἐπὶ τὸ δεύτερον ἔτος ∆αρείου τοῦ Ὑστάσπου περαιοῦται ἀπὸ θʹ καὶ ιʹ ἔτους Ναβουχοδονόσορ ἀρχομένη. κʹ. Θέογνις ποιητὴς ἐγνωρίζετο. νζʹ Ὀλυμπιάς. καʹ, κβʹ. Φερεκύδης ἱστοριοποιὸς ἐγνωρίζετο καὶ Πυθαγόρας. κγʹ, κδʹ. νηʹ Ὀλυμπιάς. κεʹ, κϛʹ, κζʹ, κηʹ. κθʹ Ὀλυμπιάς. κθʹ, λʹ. Τόμυρις γυνή, Μασσαγετῶν βασίλισσα, Κῦρον ἀνεῖλεν. μετὰ Κῦρον Περσῶν ἐβασίλευσε δεύτερος Καμβύσης υἱὸς Κύρου ἔτη ηʹ. ὁμοῦ
δϠογʹ. 270 αʹ. Καμβύσην φασὶν παρ' Ἑβραίοις δεύτερον Ναβουχοδονόσορ καλεῖσθαι· ἐφ' οὗ τὴν κατὰ Ἰουδὶθ ἱστορίαν λέγουσιν γεγενῆσθαι. βʹ. Ἡλίου ἔκλειψις γέγονε. ξʹ Ὀλυμπιάς. γʹ, δʹ, εʹ, ϛʹ. Καμβύσης Αἰγύπτου κατέσχεν. Ὁ δὲ αὐτὸς καὶ τὸν Ἀμμενῶφιν, ὃς Μέμνων νομιζόμενος εἶναι καὶ λίθος φθεγγόμενος, τέμνει, ὑφορώμενος γοητείαν τινὰ