De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
καὶ πατρικίοις ἀνὰ μιλ. ρμʹ, καὶ ἀνὰ ἐσωφορίου λωρωτοῦ Σαρακηνικοῦ, εἴτε καὶ ὁλοβήρου ἑνός· τοῖς πρωτοσπαθαρίοις ἀνὰ μιλ. ρκʹ καὶ ἀνὰ μολχαμίου βηλαρίου αʹ, εἴτε καὶ ἀβδίου· τοῖς σπαθαροκανδιδάτοις ἀνὰ μιλ. πʹ καὶ ἀνὰ μολχαμίου, εἴτε καὶ ἀβδίου ἑνός. τὰ διδόμενα παρὰ τοῦ κρατοῦντος τὴν ἔξοδον, τοῖς μαγλαβίταις μιλ. τʹ, τῇ μεγάλῃ ἑταιρείᾳ μιλ. φʹ, τῇ μέσῃ ἑταιρείᾳ μιλ. σʹ, τοῖς Φαργάνοις μιλιαρήσια σʹ. ΚΕΦ. ιθʹ. Ὅσα δεῖ γίνεσθαι, θριάμβου ἐπινικίων τελουμένου ἐν τῷ φόρῳ μετὰ λιτῆς. Ἕωθεν προέρχονται μετὰ ἀλλαξίμων ἅπαντες οἱ τῆς συγκλήτου, οἷς συνεξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ παλατίου 608 μετὰ σκαραμαγγίου καὶ τοῦ χρυσοπερικλείστου σαγίου μετὰ τῆς συνήθους αὐτῷ προελεύσεως, δηριγευόμενος ὑπὸ τοῦ κουβουκλείου, καὶ εἰσέρχεται ἐν τῷ τῆς ∆άφνης κοιτῶνι, κἀκεῖσε ἀπαλλάσσει τὸ σκαραμάγγιον, καὶ ἀλλάσσει διβητήσιον, καὶ περιβάλλεται τὴν χλαμύδα, καὶ δέχονται οἵ τε μάγιστροι καὶ πατρίκιοι ἐν τῷ ὀνοποδίῳ κἀκεῖσε προσκυνοῦσιν, καὶ διὰ νεύματος τοῦ πραιποσίτου λέγει ὁ τῆς καταστάσεως τὸ "κελεύσατε." καὶ ἀπὸ τῶν ἐκεῖσε κατέρχονται εἰς τὸ μέγα κονσιστώριον, καὶ δέχονται πάλιν οἱ προῤῥηθέντες ἅπαντες μετὰ καὶ τῶν σεκρετικῶν, ἤτοι χαρτουλαρίων καὶ νοταρίων καὶ ἀσηκρητῶν, καὶ πάλιν προσκυνοῦσι τοὺς δεσπότας, καὶ διὰ νεύματος τοῦ πραιποσίτου λέγει ὁ σιλεντιάριος τὸ "κελεύσατε." ἐν δὲ τῷ μέσῳ τοῦ κονσιστωρίου ἵσταται ὁ τοῦ βασιλέως πρωτοστράτωρ, βαστάζων τὸ βασιλικὸν δόρυ σὺν τῷ φλαμούλλῳ ἄνωθεν τὸν τίμιον καὶ ζωοποιὸν καὶ νικοποιὸν σταυρὸν ἔχοντι, καὶ προπορεύεται πλησίον τοῦ βασιλέως. εἶτα διέρχεται ἀπὸ τῶν ἐκεῖσε ὁ βασιλεὺς τὰ διαβατικὰ, ἤγουν τὰ ἐξσκούβιτα, τὰς σχολὰς, τὴν χαλκῆν, καὶ ἀπὸ τοῦ ἔξω καγκέλλου τῆς χαλκῆς ἐκνεύει δεξιὰ ὁ βασιλεὺς σὺν τῇ προελεύσει καὶ ἀπέρχεται εἰς τὸ ἅγιον φρέαρ. κἀκεῖσε κατὰ τὸ εἰωθὸς ἅπτει κηροὺς, καὶ δέχεται αὐτὸν ἐκεῖσε ὁ πατριάρχης σὺν πάσῃ τῇ ἐκκλησιαστικῇ καταστάσει, καὶ θυμιᾷ τὸν βασιλέα, καὶ ἀσπάζονται ἀλλήλους, εἶτα εἰσ 609 έρχεται ὁ βασιλεὺς σὺν τῷ πατριάρχῃ ἐν τῷ θείῳ βήματι, καὶ θυμιᾷ πέριξ τῆς ἁγίας τραπέζης. ὁ δὲ διάκονος ποιεῖ εὐχὴν συναπτήν. οἱ δὲ ψάλται ἄνωθεν ἐν τῷ ἄμβωνι ψάλλουσιν θεοτόκια πρόσφορα καὶ τῇ ὑποθέσει τῶν ἐπινικίων ἁρμόζοντα, οἷον τὸ "προστασία φοβερὰ," καὶ τὸ "ἐπὶ σοὶ χαίρει," καὶ τὸ "τεῖχος ἀκαταμάχητον," καὶ τὸ "τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια" καὶ τὰ τούτοις ὅμοια. πολλάκις δὲ καὶ, εἰ νέα τύχῃ γενέσθαι τροπάρια τῇ ὑποθέσει ἁρμόζοντα, ψάλλουσιν καὶ αὐτὰ ὁμοίως. καὶ ὡς εἴρηται, τοῦ πρωτοστράτωρος σὺν τῷ βασιλικῷ φλαμούλλῳ τοῦ βασιλέως ἔγγιστα προπορευομένου, ἀνέρχεται μετὰ τῆς ἰδίας λιτῆς ἐν τῷ φόρῳ, καὶ ἄνεισι πρὸς τὰς ἀναβάθρας, ἔνθα καὶ ἡ μαρμάρινος τοῦ σταυροῦ ἵδρυται βάσις, καὶ ἵσταται ἐκεῖσε, εἶτα κατόπιν ἀνέρχεται καὶ ὁ πατριάρχης μετὰ τῆς ἰδίας λιτῆς, καὶ ἄνεισι καὶ αὐτὸς ὁ πατριάρχης ταῖς προῤῥηθεῖσι τοῦ κίονος ἀναβάθραις, καὶ εἰσέρχεται ἔνδον τοῦ ἁγίου Κωνσταντίνου ἐν τῷ μέσῳ, καὶ ἵσταται. ὁ δὲ βασιλεὺς ἵσταται ἔξωθεν· οἱ δὲ δέσμιοι ἵστανται ἐν τῷ πραιτωρίῳ, ἢ καὶ ἐν τῷ σεννάτῳ, χειροκρατούμενοι παρὰ τῶν ἐπινικιαρίων. τὰ δὲ δόρατα καὶ τὰ φλάμουλλα αὐτῶν βαστάζονται παρὰ τῶν ταξεωτῶν. εἶτα ἀπέρχεται ὁ πρωτονοτάριος τοῦ δρόμου, καὶ 610 αἴρει αὐτοὺς ἀπὸ τῶν ἐκεῖσε, καὶ ἄγει ἐν τῷ μέσῳ τοῦ φόρου καὶ ἵστησιν αὐτοὺς μονοειδῶς κατὰ τὴν τοῦ τόπου θέσιν. καὶ εὐθέως ἄρχεται ὁ ψάλτης μετὰ μέλους τὴν ἐπινίκιον ᾄδειν ᾠδήν· "ᾄσωμεν τῷ Κυρίῳ. ἐνδόξως γὰρ δεδόξασται. ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν." τῶν δὲ λοιπῶν ψαλτῶν καὶ τοῦ λαοῦ παντὸς ἀποκρινομένου, καὶ τῆς ᾠδῆς πάσης ἀποπληρουμένης, εὐθὺς αἴρει ὁ λογοθέτης τοῦ δρόμου τοὺς μεγιστάνας τῶν Σαρακηνῶν μετὰ καὶ τοῦ δομεστίκου τῶν σχολῶν καὶ τῶν τυχόντων στρατηγῶν εἰς τὸ ταξείδιον, εἴτε τοῦ δρουγγαρίου τῶν πλοΐμων καὶ τῶν πλοΐμων στρατηγῶν καὶ τῶν μεγάλων ἀρχόντων τοῦ πλοΐμου, εἴτε καὶ στρατηγῶν, δηλονότι τῶν τὸ ταξείδιον ποιησάντων, μετὰ τῶν τουρμαρχῶν καὶ μεγάλων ἀρχόντων τῶν θεμάτων αὐτῶν, καὶ ἄγει ἔμπροσθεν τοῦ βασιλέως, ἤγουν ἐπὶ τῶν τοῦ κίονος ἀναβάθρων, καὶ αἴρει ὁ λογοθέτης μετὰ τοῦ δομεστίκου τῶν σχολῶν, εἴπερ αὐτὸς ἦν ὁ τὸ ταξείδιον ποιήσας, τὴν κεφαλὴν, ἤγουν τὸν πρῶτον Ἀμηρᾶν, καὶ τίθησιν ὑπὸ τῶν τοῦ βασιλέως ποδῶν, καὶ πατεῖ αὐτὸν ὁ βασιλεὺς ἐπὶ τὴν κεφαλὴν τῷ δεξιῷ ποδί· ὁ δὲ πρωτοστράτωρ ἐπὶ τοῦ τραχήλου αὐτοῦ ἐπίστησι τὸ βασιλικὸν δόρυ, κρατοῦντος δηλονότι τοῦ βασιλέως τῇ δεξιᾷ χειρὶ τὸ αὐτὸ δόρυ. καὶ εὐθέως πίπτουσι πάντες οἱ δέσμιοι πρηνεῖς ἐπὶ τῆς γῆς· τὰ δὲ τούτων 611 δόρατα μετὰ τῶν φλαμούλλων ἐξ ἀντιστρόφου τιθέασιν οἱ κατέχοντες