τὸν μέλλοντα χρό νον. -Ζωοποιήσεις ἡμᾶς, οὐδεὶς δύναται ζωοποιῆσαι ἡμᾶς, εἰ μὴ εἰπών· ̓Εγώ εἰμι ἡ ζωή· ταύτης γὰρ ἐξ ἡμῶν λαμβανομένης τῆς ἀπαρχῆς, πᾶσα τῶν ἀνθρώπων ἡ φύσις τὸν ἀ ληθῆ Θεὸν ἐπιγνώσεται, καὶ τὴν γεγενημένην φιλανθρωπίαν ἀνυμνήσει· τῷ τρόπῳ δὲ τούτῳ καὶ τοῦ θανάτου τὸ κράτος λυθήσεται, καὶ ἡμεῖς τῆς ζωῆς τῆς αἰωνίου τευξόμεθα, σὲ προσκυνοῦντες τὸν πατέρα Θεόν. 80.1 Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τῷ ̓Ασὰφ ψαλμός. ̓Αγαλλίασθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν. ̓Αλαλάξατε τῷ Θεῷ ̓Ιακώβ. ̓Ηθικώτερον δὲ, ων μὲν κατορθούντων οἱ καρποὶ ἐπὶ τὰς ληνοὺς ερχονται, ἀκουέτω σαν τοῦ ἀγαλλιᾶσθαι τῷ Θεῷ· ὁ δὲ ἁμαρ τὼν, καὶ δεόμενος μετανοίας καὶ ἐπιστρο φῆς, μὴ ἀγαλλιάσθω, ἀλλὰ λυπηθήτω κατὰ Θεόν· ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Καὶ σὺ δὲ, ἐὰν βοηθηθεὶς ὑπὸ Θεοῦ, τὴν συγκο μιδὴν ἐποιήσω τῶν καρπῶν ἐπὶ τὰς ἁγίους ληνοὺς, μὴ ἐπιλανθάνου τοῦ Θεοῦ, καθὸ βοηθός σου γέγονεν. Καν εὐπορῇς λέγων τῶν κατ' ἀξίαν ἀποδοθησομένων τῷ Θεῷ ἐν εὐχαριστίᾳ, ἀλάλαζε εὐσήμῳ φωνῇ καρδίας κεκραγυίας, ὑπερβαινούσης τὰ σημαινόμενα ἀπορούσης λέξεως, καὶ διὰ τὴν ἀπορίαν τῶν λέξεων ἀπόῤῥητα καὶ αῤῥητα λαλούσης. ̓Εὰν γὰρ ἀναβῇς τὰ λεκτὰ, ἐὰν ὑπερβῇς τὰ ἐ παγγελλόμενα, τὰ διὰ στόματος φωνούμενα, καὶ μόνῳ νῷ δυνηθῇς ὑμνεῖν τὸν Θεὸν, τῷ ἀποροῦντι ἐπιθεῖναι ἑαυτοῦ κινήματα τῷ λό γῳ παρὰ τὸ τὸν λόγον τὸν ἐν σοὶ μὴ δύνασ θαι βαστάζειν τοῦ νοῦ τὰ ἀπόῤῥητα καὶ τὰ θεῖα, ἀλαλάξεις τῷ Θεῷ ̓Ιακὼβ, ὡς μιμητὴς τοῦ πτερνιστοῦ ̓Ιακώβ. 80.3 Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας. Τάχα δὲ εν μοι δίδωσιν ὁ λόγος, τρία δέ με ἀπαιτεῖ· δίδωσι γάρ μοι ψαλμὸν, καὶ ἀ παιτεῖ ἀπ' ἐμοῦ πρῶτον τύμπανον, δεύτερον ψαλτήριον, ειτα κιθάραν· ινα μάθω οτι δίδω σί μοι καὶ χάριν τοῦ Θεοῦ, τὴν διδασκαλίαν· ἀπαιτεῖ δέ με ἁγιασμὸν ὁλοτελῆ, ινα ἁγιάσ θω ὁλόκληρος τῷ πνεύματι καὶ τῇ ψυχῇ καὶ τῷ σώματι· ιν' αἰνῶ τὸν Θεὸν, ὡς ἐν τυμπά νῳ, τῇ νεκρώσει τοῦ σώματος, ειτα δυνηθῶ συμφωνίαν ποιῆσαι, ὡς ψαλτηρίου, πρὸς κιθάραν τοῦ Πνεύματος, πρὸς τὴν ψυχὴν, η κατὰ τὸν ἀπόστολον πρὸς τὸν νοῦν, ωστε λέ γειν· Ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νῷ. Ψαλτήριον πάλιν τὸ σῶμά φησι διὰ τὴν γενομένην ἁρμονίαν καὶ συμφωνίαν πρὸς αὐτῷ τῆς ψυχῆς, ινα αρτιοι γένωνται οἱ τοῦ Θεοῦ ανθρωποι, καὶ τὰς ψυχὰς ἀνατεθέντες τῷ Θεῷ καὶ τὸ σῶμα, οὐ τῷ κόσμῳ, ἀλλὰ τῷ Κυρίῳ. - Τύμπανον δὲ οργανόν ἐστιν ἐκ δερμάτων πεποιημένον. Λέγει ουν· ̔Υπήκοοι τοῖς θείοις νόμοις γενόμενοι, παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ. -Προστάττει δέχεσθαι μὲν ἀκοαῖς τὴν τῶν λόγων διδασκαλίαν, διδόναι δὲ τὴν διὰ τοῦ σώματος πρᾶξιν. Λάβετε διδασκα λίαν πνευματικὴν, καὶ δότε νέκρωσιν μελῶν τῶν ἐπὶ τῆς γῆς. 80.4 Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι. Ωσπερ πάλαι ποτὲ ὁ ̓Ισραὴλ αἰσθητὰς λαμβάνων σάλπιγγας ἐν τῇ νεομηνίᾳ, ἐσάλ πισεν, τοῦτο πρόσταγμα δεδωκότος Θεοῦ, εἰς μαρτύριον τοῦ ἐλευθερωθῆναι αὐτοὺς τῆς ἐξ Αἰγύπτου δουλείας· ουτω καὶ ὁ νέος λαὸς τῇ εὐαγγελικῇ χρώμενος σάλπιγγι, ης ὁ φθόγγος εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, κελεύε ται ἐν ταῖς νεομηνίαις σαλπίζειν, τουτέστι ἐν τῇ ἀνακαινώσει τοῦ νοὸς αὐτοῦ, ὁμολο γῶν καὶ αὐτὸς καὶ μαρτυρῶν τῷ Θεῷ, οτι δι' αὐτοῦ ἐκ τῆς νοητῆς ἐλευθερώθησαν Αἰ γύπτου, τουτέστιν ἐκ τῆς ἐξουσίας τοῦ σκό τους. 80.5 Οτι πρόσταγμα ̓Ισραὴλ, καὶ κρίμα τῷ Θεῷ ̓Ιακὼβ, μαρτύριον ἐν τῷ ̓Ιωσὴφ εθετο αὐτόν. Τὰ προειρημένα, λέγω δὲ τὸ ἀγαλλιᾶν τῷ Θεῷ ̓Ιακὼβ, καὶ τὰ ἑξῆς, τοῦτο πρόσ ταγμά ἐστι δοθὲν τῷ ̓Ισραὴλ, καὶ κρίμα ἐσ τὶν κριθὲν τῷ Θεῷ ̓Ιακὼβ, καὶ μαρτύριόν ἐστιν ο εθετο ὁ Θεὸς ἐν τῷ ̓Ιωσήφ. 80.6 Μαρτύριον ἐν τῷ ̓Ιωσὴφ εθετο αὐ τὸν ἐν τῷ ἐξελθεῖν ἐκ τῆς Αἰγύπτου· γλῶσ σαν ην οὐκ εγνω, ηκουσεν. Ηκουσεν ὁ ̓Ισραὴλ, η ὁ ̓Ιωσήφ. Καὶ ἡμεῖς ουν οσον μὲν ἐκ γῆς Αἰγύπτου οὐκ εἰσόμε θα, τὴν γλῶσσαν ην πρότερον οὐκ εγνωμεν, ἠκουσάμεθα, καὶ ἀνεστήσαμεν ἀπὸ αρσεων, ἐν αις ἐν Αἰγύπτῳ οντες ἐβαρούμεθα.