ὥστε αὐ τοὺς γενέσθαι μοι νῶτα, ἢ φεύγοντας. Ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, κ. τ. ἑ. Ὁ εἰς σημεῖον ἀντιλεγόμενον γενόμενος ταῦτά φησι Χριστὸς, ὃν ὁ Θεὸς κατέστησεν εἰς κεφαλὴν ἐθνῶν. Κεφαλὴ γὰρ τῆς Ἐκκλησίας ὁ Χριστός. Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι, κ. τ. ἑ. Τὸ, «οὐκ ἔγνων», ἰδίως αἱ Γραφαὶ ὀνομάζουσιν ἐπὶ τῶν χειρόνων· νῦν μὲν γὰρ ὁ Χριστὸς τὸ, «οὐκ ἔγνων,» ἐπὶ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἐθνῶν ἔταξεν. Ἦν γὰρ ὅτε οὐκ ἐγινώ σκετο. Εὑρήσεις δὲ τοιαῦτα καὶ τὸν Θεὸν λέγοντα. Τοῦ αὐτοῦ. Ἀγνοοῦντες ἠγνοοῦντο, καὶ ἐγνω κότες ἐπεγνώσθησαν. Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν, κ. τ. ἑ. Ἡ μὲν ἀρετὴ ἀνακαινοῖ, ἡ δὲ κακία παλαιοῖ. Παλαιουμένων δὲ τὸ χωλαίνειν. Τοῦ αὐτοῦ. «Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν;» Τρίβοι δὲ ἀνθρώ πων πρᾶξις καὶ θεωρία. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ ὑποτά ξας λαοὺς ὑπ' ἐμὲ, κ. τ. ἑ. Λαβὼν ἀπὸ Θεοῦ ἐκδικήσεις, Χριστός φησιν· «Ἐμοὶ ἐκδικήσεις, ἐγὼ ἀνταποδώσω.» Τοῦ αὐτοῦ. «Ἰδοὺ, δέδωκα ὑμῖν τὴν ἐξου σίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων,» καὶ τὰ ἑξῆς. Ὁ τῷ ἀγνοουμένῳ πάλαι λαῷ παρέχων τὸ ὑπ' αὐτὸν τετάχθαι. «Ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργί λων.» Ἐν οἷς θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργι λότης. Εἰ δὲ οἱ ἐχθροί μου ὀργίλοι, ἄρα καὶ θυμώδεις εἰσί. «Θυμὸς γὰρ, φησὶν, αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως.» ΨΑΛΜΟΣ ΙΗʹ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα, κ. τ. ἑ. Εἰ οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, οἱ δὲ οὐρανοὶ ἀπολοῦνται· («Οἱ οὐρανοὶ» γὰρ, φησὶν, «ἀπολοῦν ται, σὺ δὲ διαμένεις·») οἱ διηγούμενοι ἆρα τὴν δόξαν τοῦ Θεοῦ ἀπολοῦνται; Ἀλλὰ μὴν οὐδεὶς διη γούμενος τὴν δόξαν τοῦ Θεοῦ ἀπολεῖται· «Τοὺς γὰρ δοξάζοντάς με,» φησὶν ὁ Θεὸς, «δοξάσω.» Οὐκ ἄρα οἱ οὐρανοὶ ἀπολοῦνται· ἀλλ' οἱ μὲν διηγούμενοι οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ τῆς νοερᾶς εἰσι φύσεως, οὐρανοὶ λεγόμενοι διὰ τὸ ἔχειν ἐν ἑαυτοῖς τὸν τῆς δικαιοσύνης ἥλιον· οἱ δὲ ἀπολλύμενοι οὐρανοὶ τῆς σω ματικῆς εἰσιν οὐσίας. 12.1241 Τοῦ αὐτοῦ. Οὔτε γὰρ γῆ, οὔτε ὁ ἐκ γῆς χοϊ κὸς διηγήσασθαι δύναται δόξαν Θεοῦ. «Ὁ γὰρ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ.» Τάχα δὲ οὐρανοί εἰσιν οἱ τοῦ οὐρανίου τὴν εἰκόνα φοροῦντες, οἵτινες διη γοῦνται δόξαν Θεοῦ. Εἰσὶ δὲ καὶ οὐρανοὶ ποίημα χει ρῶν Θεοῦ. Τήρει δὲ διαφορὰν, τὸ μὲν διηγεῖσθαι ἐπὶ τῶν οὐρανῶν κείμενον, τὸ δὲ ἀναγγέλλειν ἐπὶ τοῦ στερεώματος εἰρημένον. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν, κ. τ. ἑ. Ἀλλὰ καὶ οἱ τὸν θεωρητὸν ἀσπαζόμενοι βίον θησαυρίζουσιν ἐν οὐρανῷ, κἀκεῖ τὴν καρδίαν ἔχοντες, οὐρανοί εἰσι διηγούμενοι τὴν προειρημένην Θεοῦ δόξαν διὰ θεωρίας τῆς περὶ νοητῶν πραγμάτων. Οἱ πρακτικοὶ δὲ στε ρέωμά εἰσιν, ἑδραῖοι τυγχάνοντες, καὶ ἀπαγγέλλουσι τὴν ποίησιν τῶν τοῦ Θεοῦ χειρῶν, ἐργαζόμενοι τὰ τοῦ Θεοῦ, καὶ τούτου τυγχάνοντες ἔργα. Καὶ ἡ φω τεινὴ δὲ νόησις ἡμέρας οὖσα, ἑτέρᾳ φωτεινῇ νοήσει σύμφωνος οὖσα, ἐρεύγεται ῥῆμα· ὡς ἡ Παλαιὰ Γραφὴ τῶν πνευματικῶν πληρωθεῖσα τροφῶν, ἀπὸ τοῦ πλη ρώματος ἐρευγομένη, προσφέρεται ῥήματα τῇ Καινῇ ∆ιαθήκῃ. Ἡ δὲ νὺξ, ἡ βαθυτάτη τῶν μυστικῶν πραγμάτων διάληψις, πρὸς ἑτέραν ἡμᾶς ἀσάφειαν ὁδηγεῖ, ἥνπερ διάληψιν δίδωσι τὸ τοῦ Θεοῦ Πνεῦμα τοῖς ἔχουσιν αὐτό· τὸ καὶ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ. Ἡ λαλιὰ δὲ προποιεῖται τοῖς λόγοις, οἱ δὲ λόγοι τὴν ἐπιστήμην ἐπάγουσι, τὰς ἀποδείξεις παρέχοντες. Ἀμφότερα δὲ διὰ τοῦτο παρὰ Θεοῦ λέλεκται, ὅπως ἂν ἀκουσθῶσι· διὸ καὶ τοῖς ἀπειθοῦσιν οὐκ ἔστιν ἀπολογία, Χωροῦσι δὲ τὸν φθόγγον ὅσοι τυγχάνουσι γῆ πρὸς σπόρον ἐπιτηδεία, τὴν λέξιν τὴν κατὰ τὸ αἰσθητὸν τῆς Γραφῆς. Οἱ δὲ τούτους ὑπερβεβηκότες, καὶ πέρατα χρηματίζοντες, δέχονται τὰ ῥήματα σα φῶς παιδευόμενοι· οὐ φθόγγου γὰρ ἀκούων ὁ Πέτρος ἔλεγε· «Ῥήματα ζωῆς αἰωνίου ἔχεις.» Καὶ ὁ Σω τὴρ ἔφη· «Τὰ ῥήματα ἃ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστιν.» Ἀποστόλοις γὰρ ἔλεγε, πέρατα τυγχάνουσιν οἰκουμένης. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ