1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

61

ἀναθήματα ἅπαντα, ἐκπώματά τε καὶ φιάλας, καὶ κρατῆρας, καὶ τὴν χρυσῆν τράπεζαν, καὶ τὸ χρυ σοῦν θυμιατήριον, καὶ τὰς ἐκ χρυσίου κατεσκευα σμένας λυχνίας, καὶ πάντα ἁπαξαπλῶς τῆς θείας ἱερουργίας τὰ ὄργανα. Πρὸς δὲ τούτοις καὶ βωμὸν ἐν τῷ τοῦ Θεοῦ νεῷ ᾠκοδόμησε τῷ ∆ιῒ, καὶ πᾶσαν δὲ τὴν πόλιν εἰδώλων ἐνέπλησε, καὶ πάντας θύειν ἠνάγκαζεν· αὐτὸς δὲ καὶ χοῖρον ἔθυσεν ἐν τῷ θείῳ βωμῷ, καὶ ∆ιὸς Ὀλυμπίου τὸν νεὼν προσηγόρευσε. Ταῦτα ἅπαντα ὁ μακάριος προδιδάσκει ∆ανιήλ· ὁρᾷ γὰρ διὰ τοῦ κέρατος αὐτὸν τὸν Ἀντίοχον, ὅτι "ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ," ἀντὶ τοῦ, τῇ μανίᾳ κατ' αὐτοῦ τοῦ Θεοῦ τῶν ὅλων ἐχρή σατο, ᾧ καὶ ὁ λεὼς καὶ ὁ νεὼς ἀνέκειτο. "Καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων, καὶ συνεπάτησεν αὐτούς." Πλεῖστοι γὰρ ἐκ τοῦ λαοῦ, τὸν τοῦ Θεοῦ παραβάντες νόμον, τῆς τῶν οὐρανίων ἐξέπεσον τάξεως, καὶ ὑπὸ τῆς τού του κατεπατήθησαν τυραννίδος, σφᾶς αὐτοὺς κατα λύσαντες. Ἀστέρας δὲ αὐτοὺς ὠνόμασε διὰ τὸ περι φανὲς καὶ λαμπρὸν τῆς εὐσεβείας. Αἰνίττεται δὲ καὶ τὴν πρὸς τὸν Ἀβραὰμ ὑπόσχεσιν· "Ποιήσω γὰρ, φησὶ, τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ." Οὐκ ἠρκέσθη γὰρ, φησὶ, τῷ συμπατῆσαι πολλοὺς τῶν καλουμένων ἀστέρων, ἀλλὰ καὶ ιαʹ. "Ἕως ἄρχοντος τῆς δυνάμεως ἡδρύνθη." Τῇ γὰρ λύττῃ καὶ μανίᾳ κατ' αὐτοῦ τοῦ Θεοῦ καὶ βασιλέως ταυτησὶ τῆς δυνάμεως, τουτέστι, τοῦ ἁγίου λαοῦ, ἐχρήσατο· καὶ ταῦτα ποιῶν, φησὶ, διετέλει, "Ἕως οὗ ὁ ἀρχιστράτηγος ῥύσηται τὴν αἰχμαλω σίαν·" ἀντὶ τοῦ, μέχρις ἂν τῆς ἄνωθεν τύχωμεν ῥοπῆς, καὶ διὰ τοῦ ἐπιτεταγμένου ἀρχαγγέλου τὴν ἡμετέραν προστασίαν, τύχωμεν σωτηρίας. Εἶτα σαφέστερον τὰ ὑπὸ τοῦ Ἀντιόχου τολμηθησόμενα προδιδάσκεται. "Καὶ δι' αὐτὸν, φησὶ, θυσία ἐταρά χθη παραπτώματι." Οὐ συνεχώρει γὰρ τὰς κατὰ νόμον θυσίας προσφέρεσθαι, ἀλλὰ τῷ Ἑλληνικῷ τρόπῳ ταύτας ἐπιτελεῖσθαι ἠνάγκαζεν. Εἶτα ἐπ άγει· "Ὅτι καὶ ἐγενήθη, καὶ κατευοδώθη αὐτῷ." Τέως γὰρ οὐδὲν ἐμπόδισμα γέγονε κωλύον αὐτοῦ τὴν λύτταν. ιβʹ. "Καὶ τὸ ἅγιον, φησὶν, ἐρημωθήσεται, καὶ ἐδόθη, φησὶν, ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησε, καὶ εὐοδώθη." Μανίᾳ γὰρ καὶ τυραννίδι χρώμενος, μιᾶναι μὲν τετόλ μηκε τὸ θυσιαστήριον παρανόμῳ θυσίᾳ χρησάμενος, ἔρημον δὲ τοῦ κόσμου τὸν θεῖον κατέστησε νεὼν, ἐπάτησε δὲ τῆς δικαιοσύνης τοὺς νόμους, τὸν ἄδικον 81.1448 φόνον τοῖς εὐσεβέσιν ἐπαγαγὼν, καὶ τέως, φησὶν, "εὐωδοῦτο" ταῦτα ποιῶν. Εἶτα, ιγʹ. "Ἤκουσά τινος ἁγίου λαλοῦντος, καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνὶ τῷ λαλοῦντι· Ἕως πότε ἡ ὅρασις στήσεται, καὶ ἡ θυσία ἡ ἀρθεῖσα, καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ δοθεῖσα, καὶ τὸ ἅγιον, καὶ ἡ δύναμις συμπατηθήσεται;" Τὸ φελμουνὶ τὸν τινὰ σημαίνει τῇ Ἑλλάδι φωνῇ· μαρτυρεῖ δὲ τούτοις καὶ ἡ Σύρων φωνὴ γειτνιάζουσα τῇ Ἑβραίᾳ. Φησὶ τοίνυν ὁ μακάριος ∆ανιὴλ, ὅτι "Ἤκουσά τινος ἁγίου ἕτερον ἅγιον ἐρωτῶντος." ∆ῆλον δὲ ὅτι ἀγγέ λους διαλεγομένους ὁρᾷ καὶ βουλομένους μαθεῖν, πόσος ἐστὶν ὁ χρόνος τῆς τολμωμένης ἀσεβείας τε καὶ παρανομίας, τῆς τε τοῦ ναοῦ ἐρημίας, καὶ τῆς ἀθέσμου καὶ βδελυρᾶς θυσίας, καὶ τῆς τοῦ λαοῦ κατα δυναστείας. ιδʹ. "Καὶ εἶπεν αὐτῷ, φησίν· Ἕως ἑσπέρας καὶ πρωῒ, ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθα ρισθήσεται τὸ ἅγιον." Ἑσπέραν δὲ ἐκάλεσε τὴν ἀρ χὴν τῶν συμφορῶν, πρωῒ δὲ τὸ τέλος τῶν συμφορῶν· ἐπειδὴ νυκτὶ καὶ σκότῳ ἐῴκει τὰ λυπηρά. Ἀπὸ τοῦ νῦν, φησὶ, τῆς ἀρχῆς τῶν κακῶν, ἕως τέλους τόσος τέ ἐστι χρόνος. Ψηφιζόμεναι δὲ αἱ ἡμέραι αὗ ται ποιοῦσιν ἓξ ἐτῶν ἀριθμὸν, καὶ ἓξ μηνῶν, κατὰ τὴν Ἑβραίων ψῆφον· τοσοῦτον γὰρ ἐκράτησε χρό νον τῶν Ἰουδαίων ἡ συμφορά. ιεʹ. "Καὶ ἐγένετο, φησὶν, ἐν τῷ ἰδεῖν με, ἐγὼ ∆ανιὴλ, τὴν ὅρασιν, ἐζήτουν σύνεσιν." Ταῦτα, φησὶ, θεασάμενος, συνεῖναι καὶ μαθεῖν ἀκριβῶς ἐβουλόμην τὰ διὰ τούτων σημαινόμενα τῶν αἰνιγμάτων. "Καὶ ἰδοὺ ἔστη ἐνώπιόν μου ὡς ὅρασις ἀνδρός." Καὶ ἐδόκουν, φησὶν, ἄνδρα θεωρεῖν. ιʹ. "Καὶ ἤκουσα φωνὴν ἀνδρὸς ἀναμέσον τοῦ Οὐβὰλ, καὶ ἐκάλεσε, καὶ εἶπε· Γαβριὴλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν." Ἤκουσα δὲ καὶ ἑτέρου τινὸς