De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἐνοικίζεσθαι τῷ Υἱῷ τὸν γεγεννηκότα 491 διατείνεσθαί τε καὶ φρονεῖν ᾑρημένοι; Ἄλλως τε κἀκεῖνο γάρ, οἶμαι, δεήσει λέγειν· οὐχὶ τῇ πρὸς Υἱὸν ἑνότητι τῇ διὰ τοῦ Πνεύματος ἐν τοῖς ἑλοῦσιν ἐνεργουμένῃ, πρὸς υἱότητα διαμορφούμεθα, πρὸς δόξαν ὥσπερ ἰδίαν ἀναπλάτ τοντος ἡμᾶς τοῦ Υἱοῦ καὶ τοὺς τῆς ἰδίας μορφῆς χαρακτῆρας ἐνσημαινομένου καὶ οἱονεί πως ἐγγράφοντος ταῖς τῶν δεχο μένων ψυχαῖς; {Β.} Καὶ πάνυ. {Α.} Ἀνακείσεται δὴ οὖν ὡς ἐνέργεια φυσικὴ τὸ υἱοποιεῖν δύνασθαι τῷ Υἱῷ, καὶ οὐχ ἑτέρου του χάριν, καθάπερ ἐγᾦμαι, καλῶς τε καὶ ἀμωμήτως ἔχειν ἢ ἐπείπερ ἐστὶν Υἱός; {Β.} Ἔστω. Τί δὴ οὖν ἐντεῦθεν; {Α.} Ὅτι τὴν Πατρὸς ἐνοίκησιν κατά γε τὸν εἰκότα καὶ ἀκριβῆ λογισμὸν οὐχ ἑτερουργὸν εἶναι δώσομεν, ἐπιτε λεῖσθαι δὲ οὕτως ὡς ἂν νοοῖτο καὶ ἐφ' Υἱοῦ τὸ δι' αὐτοῦ πληρούμενον. Πατέρα γὰρ πάντως καὶ οὖχ Υἱὸν διαδείξειεν ἂν ὁ Πατὴρ τὸν ἐν ᾧπερ ἂν ἕλοιτο κατοικεῖν καὶ εἰς ἰδίαν αὐτὸν εἰκόνα διαμορφοῦν. {Β.} Ἆρ' οὖν, εἰπέ μοι, τὸν θεῖον ἐν ἡμῖν ἐξεικονισμόν, ὃν ἡ τοῦ ἀνθρώπου φύσις καταπλουτῆσαι λέγεται- πεποίηται γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ-, πρὸς μόνην ἐμφέρειαν τὴν εἰς Υἱὸν εἶναι δώσομεν, ἢ καὶ εἰς τοῦτο συνεισδεξόμεθα τῷ Υἱῷ τὸν Πατέρα, καὶ πρὸς ὅλην ἐροῦμεν τὴν θείαν ἡμᾶς μεμορφῶσθαι φύσιν, καίτοι χρηματίζοντας υἱοὺς καὶ τεταγμένους ἐν τέκνοις; {Α.} Εἶτα, ὦ φιλότης, οὐκ οἴει χρῆναι νοεῖν ὡς ὁ σύμπας ἡμῖν τῆς πίστεως ἔν γε τουτῳῒ λόγος εἰς μίαν μὲν βλέπει θεότητος φύσιν, τὴν ἐν τρισὶν ὑποστάσεσιν ἰδικαῖς, αἳ σύμμορφοι καὶ ταὐτοειδεῖς ἀλλήλαις εἰς ἕν τι τὸ ἀνωτάτω συνθέουσι κάλλος, πρὸς ὃ καὶ ἡμεῖς μεμορφώμεθα, κατὰ τὰς Γραφάς, κατεσφραγίσμεθα δὲ πρὸς υἱότητα δι' Υἱοῦ ἐν Πνεύματι; Εἴη γὰρ ἂν εἰκὼν Υἱοῦ μὲν υἱότης, Πατρὸς δὲ πατρότης· οὐκοῦν υἱοὶ δι' Υἱόν, εἰκὼν δὲ Θεοῦ καὶ ὁμοίωσις ἡμεῖς, πρὸς ὅλην οὕτω τὸ ἐν ἀρχαῖς πεπλαστουργημένοι τὴν φύσιν, δῆλον δὲ ὅτι τὴν ἀνωτάτω. {Β.} Εὖ λέγεις. {Α.} Ἀδολεσχία τοιγαροῦν, τὸ τελοῦν εἰς ὄνησιν οὐδὲν ἔχουσα παντελῶς, τὸ ὑπερτείνεσθαι φιλεῖν εἰς τὴν τοῦ πρέποντος ἐπέκεινα ζήτησιν. Χρῆμα δὲ οἶμαι σοφὸν τὸ διασκέπτεσθαι καὶ φρονεῖν τὰ οἷσπερ ἂν ἕποιτο πάντη τε καὶ πάντως τὸ λυσιτελές. {Β.} Κομιδῇ μὲν οὖν. {Α.} Ὕθλοι δὴ οὖν τὰ ἐκείνων, καὶ διερρίφθω μακρὰν πρὸς αὐτό που τὸ λοῖσθον ἥκοντα τῶν κακῶν. Ἥκιστα δὲ ἡμεῖς οἰηθείημεν ἄν ποτε νόθον μὲν εἶναι Θεὸν καὶ ἀρτιφανῆ τὸν 492 Υἱόν, ἁγιάζεσθαί τε, ἤγουν εἰς υἱότητα διακεκλῆσθαι παρὰ Θεοῦ, καὶ δόξαν ἑλεῖν τὴν εἰσποίητον σὺν ἡμῖν, φύσεως δὲ μᾶλλον διακεκτῆσθαι νόμῳ τοῦθ' ὅπερ ἐστίν. Υἱοποιηθείη δ' ἂν οὔ τί που διὰ τοῦ ἰδίου Πνεύματος. Ὅτι γὰρ ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, καθάπερ ἀμέλει καὶ τοῦ Πατρός, ἀναμάθοι τις ἄν, καὶ λίαν ἀμογητί, αὐτοῦ μὲν λέγοντος· "Εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;" Καὶ πάλιν· "Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν." Ὡδὶ δὲ καὶ Παύλου τοῖς πιστεύουσιν ἐπιστέλλοντος· "Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην." Τὸ τοίνυν ἡμᾶς τοὺς ἐπὶ τῆς γῆς τῇ τῆς υἱότητος δόξῃ καταχρυσοῦν, φημὶ δὴ τὸ Πνεῦμα, ἐπείπερ ἐστὶ τοῦ Υἱοῦ, ἐνεργήσει μὲν εἰς ἑτέρους τὴν υἱοποίησιν, ἀπρακτήσει δὲ παντελῶς περὶ τὸν οὗπέρ ἐστιν, οὐκ εἰσκεκριμένον, οὔτε μὴν ἔξωθεν εἰσπεφοιτηκός, ἀλλ' οὐσιωδῶς ὑπάρχον αὐτοῦ, καὶ δι' αὐτοῦ προχεόμενον τοῖς ἑλεῖν ἀξίοις ἐν εὐδοκίᾳ Πατρός. Ἢ οὐκ ὀρθῶς σοι ταῦτα φάναι τε καὶ ἐννενοῆσθαι δοκῶ; {Β.} Παντάπασι μὲν οὖν. {Α.} Ὁ δὲ δὴ τῶν θείων ἡμῖν μυστηρίων ἱερουργὸς Ἰωάννης, ὅταν εἰς μέσον ἥκῃ βοῶν περί τε Θεοῦ καὶ ἡμῶν· "Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν," πῶς οὐ παντελῶς ἀταλαίπωρον ἰδεῖν ὅτι Θεὸς ἀληθῶς καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπεφοίτηκεν ὁ Υἱός, εἴπερ ἐστὶν ὡς Θεὸς καὶ οὐχ ἕτερόν τι