Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
XV. Φεβρουαρίου οὖν τῇ εἰκοστῇ ὀγδόῃ ἐξελθόντες τῆς Ἑνετίας ὅ τε βασι λεὺς καὶ ὁ δεσπότης καὶ πᾶς ὁ κλῆρος καὶ ἡ συνοδία αὐτῶν ἔπλεον Φεῤῥαρίας ὁδόν, ὁ δὲ πατριάρχης ἀπέμεινεν ἐν Ἑνετίᾳ δι' ἔνδειαν τῶν πλοιαρίων. Οὗτοι δὲ ἦλθον, ἵνα τὰ διὰ μέσου ὡς μὴ πάνυ ἀναγκαῖα ἐάσω, εἰς τὸ καστέλλι Φραγκουλῆ, ἔνθα ἀπέσω σαν καὶ ἐστήσαντο ἅπαντα τὰ πλοῖα, τὰ ἐκ τῆς Ἑνετίας εἰς Φεῤῥαρίαν ἐλθόντα. Ἦλ-θον οὖν διὰ ξηρᾶς ἄρχοντες ἔφιπποι ὡσεὶ πεντήκοντα καὶ προσεκύνησαν τὸν βασιλέα. Καὶ ὁ λεγᾶτος ἦλθε μετ' αὐτῶν, ὅστις ποτε ἦλθε μετὰ τριήρεως τοῦ πάπα ἐν τῇ Κρή τῃ καὶ ἐν Κωνσταντινουπόλει· αὐτὸν γὰρ ἀπέσταλκεν ὁ πάπας ἰδεῖν τὴν βουλὴν τοῦ βασιλέως. Τότε γοῦν προστάξας ὁ βασιλεὺς τοῦ ἀγαγεῖν αὑτῷ τῷ πρωῒ ἵππους ἑκατὸν πεντήκοντα, ὅπως πορευθῇ διὰ ξηρᾶς εἰς Φεῤῥαρίαν, ἔνθα ἦν ὁ πάπας, ἔμειναν οὖν ἐν ἐκείνῳ τῷ τόπῳ ἐκείνῃ τῇ νυκτί. Τῷ δὲ πρωῒ κελεύσαντος τοῦ βασιλέως, ἀπῆλθον τὰ πλοῖα διὰ τοῦ ποταμοῦ εἰς Φεῤῥαρίαν, αὐτὸς δέ, ὡς εἴρηται, ἐπορεύθη διὰ ξηρᾶς, τὰ δὲ πλοῖα διὰ τοῦ ποταμοῦ ἐπορεύθησαν. Ὁ γὰρ βασιλεὺς διὰ ξηρᾶς ἀπελθὼν ὥρᾳ ἕκτῃ τῆς ἡμέρας εἰσῆλθεν ἔφιππος εἰς Φεῤῥαρίαν μετὰ τιμῆς καὶ παῤῥησίας μεγάλης· ἦσαν γὰρ μετ' αὐτοῦ πολλοὶ μητροπολῖται, δηλονότι ἐπίσκοποι τοῦ πάπα, καὶ ὁ αὐθέν της τῆς χώρας ὡσαύτως, ἤγουν ὁ μαρκίων, ἕτι δὲ καὶ ἱερεῖς τοῦ βασιλέως καὶ ὁ πνευματικὸς αὐτοῦ, ὁ μέγας πρωτοσύγκελλος κὺρ Γρηγόριος, καὶ ἕτεροι ὡσεὶ διακό σιοι τὸν ἀριθμόν. Καὶ οὕτως εἰσῆλθον μετὰ σαλπίγγων καὶ παντὸς γένους μουσικοῦ. Ἡ δὲ πᾶσα πόλις τῆς Φεῤῥαρίας συνέδραμεν ἰδεῖν τὴν τοῦ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως ἔλευσιν μετὰ αἰδοῦς καὶ τιμῆς καὶ εὐβλαβείας. Καὶ ὁ μὲν βασιλεὺς ἐκαθέζετο ἐφ' ἵππου ὡραιοτάτου μέλανος καὶ εὐτρεπισμένου μετὰ ἐρυθροῦ καὶ χρυσοϋφάντου χασδίου· ἄρχοντες δὲ καί τινες ἄλλοι συνηπείγοντο αὐτῷ, μετὰ οὐρανίας λευκοειδοῦς ἐπισκεπάζοντες αὐτόν, καὶ αὕτη ἐπιμελανίζουσα ὡς ἰδέα οὐρανοῦ. Καὶ ἕτερος ἵππος λευκὸς ὡραιότατος εὐτρεπισμένος καὶ αὐτὸς τὰ αὐτά, καὶ χρυσοῦς ἀετοὺς ἐπὶ τοῦ χασ δίου ἔχων καὶ ἕτερα χρυσᾶ πλέγματα, ἐπορεύετο ἔμπροσθεν τοῦ βασιλέως, μὴ ἔχων ἀναβάτην. Ὁ δὲ μακαριώτατος πάπας ἦν καθήμενος ἐπὶ τοῦ παλατίου αὑτοῦ μετὰ παν τὸς τοῦ κλήρου, καρδιναλίων δηλαδὴ μητροπολιτῶν, ἐπισκόπων, ἱερέων καὶ ἄλλων τοῦ ἱερατικοῦ καταλόγου καὶ ἀρχόντων καὶ αὐθεντῶν πολλῶν, ἐκδεχόμενος τὸν βα σιλέα. Καὶ ἐλθόντες οἱ ἔμπροσθεν ἔφιπποι, τινὲς μὲν τῶν ἀρχόντων ἐπέζευσαν καὶ αὐτὸς ὁ δεσπότης καὶ εἰσῆλθον διὰ τῆς μεγάλης πύλης ἔνδον τοῦ παλατίου, οὖ ἦν ὁ πάπας τὸν δὲ βασιλέα εἰσήγαγον ἔφιππον δι' ἑτέρας πύλης. Γνοὺς οὖν ὁ πάπας, ὅτι ἐγγύς ἐστι τῆς πύλης ὁ βασιλεύς, ἀνέστη καὶ περιεπάτει, ὃν καὶ εὗρεν ὁ βασιλεὺς ὄρθιον· καὶ θέλων γονυπετῆσαι, οὐκ ἀφῆκεν αὐτὸν ὁ πάπας, ἀλλ' ἐδέξατο αὐτὸν εἰς τοὺς κόλ πους αὑτοῦ· καὶ δοὺς τὴν χεῖρα ἠσπάσατο αὐτὴν ὁ βασιλεύς, καὶ ἐκάθισεν αὐτὸν ἐξ ἀριστερῶν αὐτοῦ, οἱ δὲ καρδινάλιοι παρὰ τοὺς πόδας αὐτῶν ἐποίησαν τὸν ἐν Χριστῷ 330 ἀσπασμόν. Καὶ ὁμιλήσαντες λόγους μυστικοὺς τῆς εἰρήνης ἀνεχώρησαν ἀπ' ἀλλήλων. καὶ ὁ μὲν πάπας ἔμεινεν ἐν τῷ παλατίῳ αὑτοῦ, ὁ δὲ βασιλεὺς ὑπὸ τῶν συνερχομένων αὐ τῷ ἐφίππων ἤχθη μετὰ σαλπίγγων ἐν ἑτέρῳ παλατίῳ εὐτρεπισμένῳ πάνυ καλῶς κἀκεῖ σε ἀνεπαύσατο μετὰ τῶν ἀρχόντων αὑτοῦ καὶ τῶν ὑπηρετῶν βασιλικῶς, μηνὶ Μαρτίῳ τετάρτῃ, ἡμέρᾳ Τρίτῃ.
Περὶ τῆς ἐλεύσεως τοῦ πατριάρχου εἰς Φεῤῥαρίαν
XVI. Πλησιάσαντος τοίνυν τοῦ πατριάρχου ἡμῶν ἐν τῷ ἐρύματι Φραγκουλῆ,
ἔτι αὐτοῦ μακρὰς ἀπέχοντος, ἰδοὺ πρὸς συνάντησιν αὐτῷ ναῦς τις ἐρχομένη κατά χρυσος καὶ συρομένη ἐν τῷ ποταμῷ παρὰ τῆς σκάφης αὐτῆς, καὶ ἐζήτουν τὸν πατριάρ χην εἰσελθεῖν ἐν αὐτῇ· ἦν γὰρ διώροφος καὶ τριώροφος, ὡς ἡ παλαιὰ ἐκείνη