- Η κουσεν αὐτοῦ [Θεοῦ] γλῶσσαν, τὴν ἐν τῷ ορει Σινᾶ γενομένην φωνὴν, η φωνῆς θείας οὐ δέποτε ἀπολαύσας, ταῦτα επη η Κυρίου τὸν νόμον δεχόμενος. 80.7 ̓Απέστησεν ἀπὸ αρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδού λευσαν. ̓Απὸ αρσεων δὲ καὶ τῶν βασταγμάτων λέγει· αἱ γὰρ ἀνομίαι αὐτῶν ὑπερῆραν τὴν κεφαλὴν αὐτῶν, ὡσεὶ φορτίον βαρὺ ἐβαρύν θησαν ἐπ' αὐτούς. Οἱ γὰρ τοῖς τῆς πλινθείας ταλαιπωρίας πόνοις, κοφίνῳ τὸν πηλὸν ἐκ βάλλοντες, φέρουσι κατὰ νῶτον, τὸν τοίνυν νῶτον αὐτῶν ἀπέστησεν ἀπὸ αρσεων, του τέστιν ἐλευθέρωσε τῶν βασταγμάτων. - Αἱ χεῖρες ἡμῶν ἐν τοῖς κοφίνοις ἐργαζομέ νων τὸν Αἰγύπτιον πηλὸν, καὶ συναγόντων αχυρα, ἐδούλευον. ἀλλ' ὁ σωτὴρ ἡμῶν ἐλ θὼν ἐπλήρωσεν αρτοις, ἑκάστῃ φυλῇ κόφι νον, καθ' ον ζητήσεις οσοι ἐν ἐρήμῳ αρτοι εὑρέθησαν πλείονες η πέντε, κοφίνων δὲ εὐ πόρησαν δώδεκα. 80.9 Ακουσον, λαός μου, καὶ λαλήσω σοι, ̓Ισραὴλ, καὶ διαμαρτύρομαί σοι. Τῶν ὀργάνων α μὲν εχει τὴν ἁρμονίαν τὴν μουσικὴν, α δέ ἐστιν ἀνάρμοστα. ̔Ο ουν γεγυμνασμένος ἐν τοῖς μουσικοῖς ερ γοις, ἐπιλέγεται τὰ ἐναρμόνια, φεύγει δὲ τὰ ἀνάρμοστα, ινα μὴ ἀσχημονῇ διὰ τὸ ορ γανον, ὡς οὐχ ὑπηρετοῦν τῇ τέχνῃ ὁ τε χνίτης. Καὶ ὁ Θεὸς ουν ἐὰν ἀπορῇ τῶν ὀρ γάνων αὐτοῦ, σιωπᾷ, οὐ παρ' ἑαυτὸν, ἀλλὰ παρὰ τὴν τῶν ὀργάνων ἀπορίαν. Οργανα δὲ Θεοῦ οἱ μακάριοι προφῆται, καὶ ωσπερ ὁ ἀκούων χορδῆς καὶ ηχου τοῦ ἐν τῇ λύρᾳ, οὐκ ἐκείνης ἀκούει, ἀλλὰ τοῦ μουσικοῦ κρούοντος μουσικῶς τὸ ἐπιτήδειον οργανον, ουτως ὁ ἀκούων προφήτου, μὴ νομιζέτω ἀνθρώπου ἀκούειν, ἀλλὰ Θεοῦ τοῦ οργα νον εὑρόντος ἐπιτήδειον, καὶ συγχρησαμέ νου αὐτῷ εἰς δέον. Μακαρίζω ουν καὶ τοῦ τον τὸν προφήτην, οτι οργανον ἑαυτὸν ε ταξε πρὸς διαδοχὴν κρούοντος Θεοῦ, καὶ τό· ακουσον, λαός μου, ἐπὶ τὸν χρώμενον τῷ ὀργάνῳ ἀναφέρω Θεόν· ὡς καὶ ὀφθαλμοῖς χρῆται δικαίου καὶ ωσι καὶ χειρὶ, καὶ πᾶσι τοῖς μέλεσιν· ἀκούσωμεν ουν τί λέγει ὁ Θεὸς ἐν τῷ ἰδίῳ ὀργάνῳ, διαμαρτυρόμενος πρὸς τὸν λαόν. Πεῖραν, φησὶ, τῆς ἐμῆς δυνάμεως εἰληφὼς, ω ̓Ισραὴλ, δέξαι προθύμως τὰς παρ' ἐμοῦ προσφερομένας νομοθεσίας. ∆ια μαρτυρία γάρ ἐστι προλέγουσά σοι καὶ τῆς ἀπειθείας τὴν τιμωρίαν, καὶ τῆς εὐπειθείας τὴν ὠφέλειαν. 80.10 Οὐκ εσται ἐν σοὶ θεὸς πρόσφατος. Πρόσφατός ἐστι θεὸς, ὁ μηδὲν οὐσιῶσαι δυνάμενος, η ὁ τῇ κακίᾳ πεποιημένος, καὶ παρὰ τοῖς εθνεσι νενομισμένος. ̓Ωνόμασεν τὴν πολύθεον εἰδωλολατρίαν ουτω παραπεμ πομένην. ∆εῖ γὰρ σὲ δεσπότην ἡγεῖσθαι ἐμὲ, τὸν ἀπαλλάξαντά σε δουλείας, ἀφ' ων ελαβες τὴν πεῖραν. 80.11 Πλάτυνον τὸ στόμα σου, καὶ πλη ρώσω αὐτό. ̓Αντὶ τοῦ· ει τι δυνάσαι, αιτησαι, καὶ πλείω παράξω ων αἰτεῖς. Καὶ πληρώσω, ἀντὶ τοῦ τελειωτέρους λόγους παρασκευάσω εἰπεῖν. 80.17 Καὶ ἐψώμισεν αὐτοὺς στέατος πυ ροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. Αὐτός ἐστιν ὁ πυρὸς, περὶ ου γέγραπται· ̓Εὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. ̓Αφ' ου στέατος ψωμίσει ἡμᾶς ὁ Θεὸς, διδοὺς αρτον ζῶντα, ον αὐτὸς ἀρτο ποιεῖ ὁ Πατήρ. Ουτος δὲ ὁ πυρὸς καὶ πέτρα ἐστί. Πέτρα δέ ἐστιν ὁ Χριστός· ἀφ' ης πέτρας οὐ μόνον υδωρ ποτίζον καὶ τὸν λαὸν, ἀλλὰ καὶ μέλι χορτάζον τοὺς μακαρίως πενῶντας. - Λέγει δὲ τότε τὸ υδωρ τῆς περιτομῆς· νῦν δὲ λέγει τὸ τῆς ζωῆς, τὸ ἐκ πλευρᾶς ἐξελ θὸν ̓Ιησοῦ. - Τοῦτον ψωμίζει ὁ Θεὸς, ον δι' ἐντολῶν παιδεύει, καὶ τοῦτον χορτάζει, ον διὰ τῆς αὐτοῦ θεωρίας εὐφραίνει. - ̓Η θικῶς δὲ τὸ ειδος τῆς φιλοσόφου καὶ ἀπερά του καὶ τῷ ἀναγκαίῳ μετρουμένης ζωῆς ἰδιότατον μὲν εχει τόπον τὴν ἐρημίαν, καὶ ταύτη κατὰ τὸ πλεῖστον ἐμφιλοχωρεῖ· συμ βαδίζει δὲ πανταχοῦ τοῖς βουλομένοις, ειπερ ἐν τρόπῳ, καὶ μὴ ἐν τόπῳ τὸ φιλοσοφεῖν, οπερ οὐδὲν αν τῶν πάντων στενοχωρήσειεν. 81.π Ψαλμὸς τῷ ̓Ασάφ. 81.1 ̔Ο Θεὸς εστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. ̓Ωριγένους, Βασιλείου. Ειρηται γοῦν ἀλ λαχοῦ οτι κρινεῖ ἀνάμεσον τῶν ἐθνῶν. Τοῖς γὰρ ἁγίοις οὐ τὸ κρίνεσθαι, ἀλλὰ τὸ μεῖζον τὸ