ἀκούον ται αἱ φωναὶ αὐτῶν, κ. τ. ἑ. Οὐ ταυτὸν λαλιὰ καὶ λόγος, ἐπεὶ οὐδὲ ταυτὸν ὁ λάλος τῷ λογίῳ· ἢ τάχα λαλιῶν μὲν ὁ φθόγγος, λόγων δὲ τὰ ῥήματα. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, κ. τ. ἑ. Ὁ Κύριος ἡμῶν ὁ ἥλιος τῆς δικαιοσύνης ἐστὶν, ἐν αὐτῷ δὲ κατασκηνοῖ ὁ Πατὴρ, κατὰ τό· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» Καὶ πάλιν· «Ὁ Πατὴρ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα.» Καὶ ὁ Ἀπόστολος· «Θεὸς ἦν ἐν τῷ Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ.» 12.1244 Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ πα στοῦ αὐτοῦ, κ, τ. ἑ. Ὡς νυμφίος ἐστὶν ὁ Χρι στός· «Ὁ γὰρ ἔχων, φησὶ, τὴν νύμφην νυμφίος ἐστί.» Κατὰ τὸ κάλλος μιμεῖται νυμφίον ἐκ παστά δος μετὰ πολλῆς εὐπρεπείας. Ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυ χάς· ἡ μαρτυρία Κυρίου πιστὴ, σοφίζουσα νή πια· τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Ὁ φόβος Κυρίου ἁγνὸς, κ. τ. ἑ. Ὁ πνευματικὸς νόμος τοῖς πνευματικοῖς καθάρσιος ἐπιστρέφει ψυχήν. Ἡ μαρτυρία Κυρίου δύναται τοῦ Χριστοῦ ἐν τῷ σταυρῷ μαρτύριον εἶναι, ἡ πιστὴ τοῦ Κυρίου μαρτυρία τοὺς νηπίους σοφίζουσα. Τὰ δικαιώ ματα. Κυρίου, ἃ περιέχει δικαιοσύνην τῆς πρὸς ἕκα στον κατ' ἀξίαν ἀποδόσεως, τοῦ Κυρίου ἐν τῷ νόμῳ αὐτοῦ ἐστι δικαιώματα, ἢ τὰ περὶ τὴν πρὸς ἕκαστον αὐτοῦ οἰκονομίαν· ταῦτα γὰρ νοηθέντα εὐφραίνει καρδίαν. Ἡ ἐντολὴ Κυρίου ἐν εἴδει γενικοῦ νόμου ἐστὶν ἐντολή· οὐ κεκρυμμένως δὲ αὕτη, ἀλλὰ τηλαυγῶς λέγεται, καὶ φυλαχθεῖσα φωτίζει τοὺς τῆς ψυχῆς ὀφθαλμούς. «Ὁ φόβος Κυρίου ἁγνός·» τῶν δοκούντων φοβεῖσθαι τῆς ψυχῆς τὸν Κύριον οἱ μὲν εἰδότες περὶ ὧν φοβεῖσθαι δεῖ, ἐκκλίνουσι τῶν κακῶν· τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· οἱ δὲ οὐκ ἔχουσι τὸν ἀληθῶς φόβον Κυρίου. Ἁγνὸς γὰρ οὗτος, καὶ οἱ καρποὶ αὐτοῦ διαμένουσιν εἰς αἰῶνα αἰῶνος. Τοῦ αὐτοῦ. «Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέ φων ψυχάς.» Πότερον ἀπὸ κακίας ἐπιστρέφων πρὸς τὴν ἀρετὴν, ἢ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά; Καὶ τάχα τοῦτο. Τὸ γὰρ πρότερον ἡ ἐντολὴ πέφυκε ποιεῖν. Ὁ τοῦ Μωϋσέως νόμος διαφόρως ὀνομάζεται. Λέγεται γὰρ νόμος, ὡς τὴν πολιτείαν ῥυθμίζων· μαρτυρία, ὅτι διαμαρτύρεται τὰ τῆς παραβάσεως, τιμωρίαν δεικνύς· δικαιώματα, ὅτι πρὸς τὸ καλὸν προτρέπων ἀπαγορεύει τὸ ἄδικον· ἐντολὴ, ὡς τὸ πρακτέον δεσποτικῶς κελεύων καὶ εἰσηγούμενος· κρίματα, ὅτι δείκνυσι τίνων ὁ φυλάσσων ἀγαθῶν τεύξεται, καὶ τίσι τιμωρίαις ὁ παραβαίνων παραδο θήσεται. Ὁ νόμος οὖν, φησὶ, τοῦ Κυρίου ἄμωμος ὢν ἐπιστρέφει τὰς τῶν ἀνθρώπων ψυχάς. 12.1245 Τοῦ αὐτοῦ «Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος» Ἁγνεία ἐστὶν ἁμαρτημάτων ἀποχὴ, καὶ ὁ φόβος ἁγνὸς, ὡς ἁγνοῦς ποιῶν· τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Αἰώνιος δὲ ὢν ὁ φόβος, καὶ αἰωνίους οἷς ἂν γένηται ποιεῖ. Εὐλάβεια καὶ ὁ τοῦ Θεοῦ φόβος τῶν αἰωνίων ἀγαθῶν προξενεῖ τὴν ἀπόλαυσιν. Εἰκότως δὲ ὁ τοῦ Θεοῦ φόβος ἁγνός· ὁ γὰρ ἀνθρώπινος ψέγεται, καὶ δειλίας ἔχει προσηγο ρίαν. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, κ. τ. ἑ. Εἰ ὁ δοῦλος φυλάσσει, ὁ μὴ φυλάσσων οὐ δοῦλος. Φυλάσσει δὲ τὰ ἐπιθυμητὰ τοῦ Θεοῦ ὁ ἐπιθυμῶν οὐκ ἄλλο τι ἢ αὐτά. ∆ιὸ ἔχει ἀνταπόδοσιν τυχεῖν τῶν ἐπιθυμουμένων. Τὰ φανερὰ δὲ κατορθώσας, περὶ τῶν κρυφίων εὔχεται. Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, κ. τ. ἑ. Ἐὰν οἱ ἀλλότριοι μὴ κατακυ ριεύσωσιν ἡμῶν, τότε ἄμωμοι ἐσόμεθα, οὐ πρότερον τοιοῦτοι ὄντες. Ἄμωμοι δὲ ἐσόμεθα καθαιρόμενοι καὶ ἀπὸ μεγίστης ἁμαρτίας. Καὶ τοῦ μὲν μηδὲν ἁγνὸν προφερομένου ἐκ τοῦ ἰδίου στόματος τὰ λόγια ἔσον ται εἰς εὐδοκίαν, ἅτε ἀνοίγοντος τὸ στόμα μόνῳ λόγῳ Θεοῦ· τοῦ δὲ τοιούτου ἡ μελέτη τῆς καρδίας διὰ τὴν παῤῥησίαν ἐνώπιόν ἐστι τοῦ Θεοῦ, οὐ ποτὲ μὲν, ποτὲ δὲ οὒ, ἀλλὰ διὰ παντός. Οὐδενὸς δὲ ἀνιέντος τὴν μελέ την τῆς ἑαυτοῦ καρδίας, καὶ διὰ τοῦτο μολυνομένου διαλογισμοῖς πονηροῖς, δύναται μελέτη τῆς καρδίας εἶναι διὰ παντὸς ἐνώπιον τοῦ Θεοῦ. ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ· ἐξ αποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου, κ. τ. ἑ. Ὁ