1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

62

ἀνθρωπείᾳ χρωμένου φωνῇ, καὶ κελεύσαντος τὸν παρεστῶτά μοι, ὃν καὶ Γαβριὴλ ὠνόμασεν, ἑρμηνεῦ σαί μοι τῆς ἀποκαλύψεως τὰ αἰνίγματα. Ἔστι δὲ καὶ ἐκ τῶν εἰρημένων τεκμήρασθαι, ὅτι ὁ κελεύσας ὁ ∆εσπότης ἐστί. ιζʹ. "Καὶ ἦλθε, φησὶ, καὶ ἔστη ἐχόμενα τῆς στάσεώς μου." Παραυτίκα, φησὶ, προσταχθεὶς ἀφίκετο, καὶ πλησίον μου ἔστη. "Καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐθαμβήθην, καὶ πίπτω ἐπὶ πρόσωπόν μου." Ἱκανὰ ταῦτα τὸν Εὐνομίου τῦφον ἐλέγξαι, ὃς αὐτὴν εἰδέναι τοῦ Θεοῦ τὴν οὐσίαν ἀλαζονεύεται. Εἰ γὰρ ἀγγέλων τὴν θεωρίαν, καὶ ταύτην μετρουμένην τῇ τοῦ θεωροῦντος δυνάμει, ὁ τοσοῦτος προφήτης οὐκ ἤνεγκε, τί δυσσεβέστερον ἢ βδελυττότερον τῶν αὐτὴν εἰδέναι τοῦ Θεοῦ τὴν οὐσίαν σεμνυνομένων; ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. "Καὶ εἶπε 81.1449 πρός με· Σύνες, υἱὲ ἀνθρώπου· ἔτι γὰρ εἰς καιροῦ πέρας καὶ ὅρασις." Μὴ νομίσῃς, φησὶν, ἐπὶ τοῦ παρόντος ταῦτα πέρας λαμβάνειν· μετὰ πολὺν γὰρ ἐτῶν ἀριθμὸν ταῦτα γενήσεται. Πληρουμένου γὰρ τοῦ ὡρισμένου καιροῦ, τότε πέρας τούτων ἕκαστον λήψεται. ιηʹ, ιθʹ. "Καὶ ἐν τῷ λαλεῖν αὐτὸν μετ' ἐμοῦ πίπτω ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ ἥψατό μου, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου. Καὶ εἶπεν· Ἰδοὺ ἐγὼ γνωρίζω σοι τὰ ἐσόμενα ἐπ' ἐσχάτων τῆς ὀργῆς τοῖς υἱοῖς τοῦ λαοῦ σου· ἔτι γὰρ εἰς καιροῦ πέρας μένει." Θεασάμενός με, φησὶν, ὑπὸ τοῦ δέους καταπεσόντα πρῶτον ἀνώρθωσέ με, ἔπειτα ψυχ αγωγεῖ γνωρίζων, ὡς τούτου χάριν ἀφίκετο, ἵνα μοι τὰ ἐσόμενα προμηνύσῃ ποθοῦντι, καὶ ὁποῖα διὰ τὴν τοῦ Θεοῦ πάλιν ὀργὴν καταλήψεταί μου τὸν λαόν. Ἔπειτα τὸ ἐπικείμενόν μοι δέος ἀφελέσθαι βουλόμενος, ἐμήνυσεν ὅτι μετὰ χρόνον ταῦτα γενή σεται· ἡρμήνευσε δέ μοι καὶ ὧν ἐθεασάμην ἕκα στον, εἰρηκώς· κʹ. "Οὗτος ὁ κριὸς, ὃν εἶδες, ὁ ἔχων τὰ κέρατα, βασιλεὺς Μήδων καὶ Περσῶν." Ἐπειδὴ γὰρ εὐθὺς τὴν Χαλδαϊκὴν, εἴτ' οὖν Ἀσσυρίων, βασιλείαν ∆α ρεῖος ὁ Μῆδος παρέλαβε, καὶ τότε Κῦρος ὁ Πέρσης μετατέθεικεν εἰς Πέρσας τὴν βασιλείαν, ὃς καὶ Μῆδος ἦν καὶ Πέρσης διὰ τὴν τῶν γενῶν ἐπιμιξίαν· ἀναγκαίως Περσῶν τοὺς Μήδους προτέθεικεν, καί φησιν, ὅτι "ὁ κριὸς βασιλεύς ἐστι Μήδων καὶ Περσῶν." Ἄμφω γὰρ καὶ ὁ τελευταῖος ∆αρεῖος ὁ Ἀρσάμου προσαγορευόμενος, ὃν ὁ Μακεδὼν Ἀλέξανδρος κατέλυσε, διεῖπε τὰς βασιλείας. καʹ. "Καὶ ὁ τράγος, φησὶ, τῶν αἰγῶν βασιλεὺς Ἑλλήνων· καὶ τὸ κέρας τὸ μέγα, ὃ ἦν ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ, αὐτός ἐστιν ὁ βασιλεὺς ὁ πρῶ τος." Λέγει δὲ τὸν Ἀλέξανδρον. κβʹ. "Καὶ ὅτι συνετρίβη, καὶ ἔστη τέσσαρα κέ ρατα ὑποκάτωθεν αὐτοῦ, τέσσαρες βασιλεῖς ἀνα στήσονται ἀπὸ τοῦ ἔθνους αὐτοῦ, καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ." Μετὰ γὰρ, φησὶ, τὴν ἐκείνου τε λευτὴν, ἡ ἐκείνου βασιλεία εἰς τέσσαρας διαιρεθή σεται βασιλείας· ἀλλὰ καὶ τέτταρες ὄντες οἱ βασι λεύοντες οὐ δυνήσονται κατορθοῦν; ἃ ἐκεῖνος κατώρθου, ἐλάττους δὲ πολλῷ τῆς ἐκείνου ῥώμης ὀφθήσονται. κγʹ. "Καὶ ἐπ' ἐσχάτου δὲ, φησὶ, τῆς βασιλείας αὐτῶν, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν." Ὅταν, φησὶν, εἰς ἄκρον ἀσεβείας ἐλάσωσι, καὶ πέρα τῶν μέτρων τῆς ἐμῆς μακροθυμίας παρανομήσωσιν. "Ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ, καὶ συνιῶν προβλήματα. (κδʹ.) Καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ, καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὑτοῦ." Τὴν πανουρ γίαν τοῦ Ἀντιόχου διὰ τούτων αἰνίττεται, καὶ πρὸς τῇ πανουργίᾳ, ἣν ἐκέκτητο δύναμιν. Εἶτα διδάσκων 81.1452 ὡς ταῦτα ποιήσει, τοῦ Θεοῦ δηλονότι συγχωροῦντος, ἀναγκαίως ἐπήγαγε· "Καὶ οὐκ ἐν τῇ ἰσχύϊ αὐτοῦ." Καὶ τῷ Ἀσσυρίῳ δέ φησιν ὁ Θεὸς διὰ Ἡσαΐου τοῦπροφήτου· "Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κό πτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;" Οὕτω δὲ καὶ ἐνταῦθα, φησὶν, ὅτι ταῦτα τολμήσει ὁ Ἀντίοχος, οὐχ ὡς δυνατὸς, ἀλλὰ τοῦ Θεοῦ συγχωροῦντος. "Καὶ θαυμαστὰ, φησὶ, διαφθερεῖ, καὶ κατευθυ νεῖ, καὶ ποιήσει, καὶ διαφθερεῖ ἰσχυροὺς, καὶ λαὸν ἅγιον. (κεʹ.) Καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυ νεῖ." Ἀντὶ τοῦ, οὐδὲν αὐτῷ ἐμποδὼν ἔσται, ἀλλ' ὅσα ἂν θελήσῃ ταῦτα ποιήσει. Περὶ τῶν τοιούτων ὁ μακάριος παραινεῖ ∆αβὶδ, λέγων· "Μὴ παραζή λου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὑτοῦ, ἐν ἀν θρώπῳ ποιοῦντι παρανομίαν." Συμβαίνει