1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

62

ὑμῶν ἐν πάσαις ταῖς κακίαις ὑμῶν, ἃς ἐποιήσατε. Ἐπίγνωσις γὰρ ἁμαρτίας αἰσχύνης ἀρ χή· διὰ τοῦτο τοῦ συνειδότος κεντοῦντος τὰ μέτωπα τύπτειν εἰώθαμεν· τοῦτο καὶ ἐνταῦθα ἐσή μανεν. Ἀποστάντες γὰρ, φησὶ, τῆς προτέρας παρα νομίας, καὶ τὴν ἐμὴν ἀσπασάμενοι θεραπείαν, καὶ τῆς παρ' ἐμοῦ προμηθείας τυγχάνοντες, ἐν αἰσθήσει γενήσεσθε τῶν προτέρων ἀσεβημάτων, καὶ τὰ πρόσ ωπα τύψετε, ἡλίκοις ἐνεφύρητε κακοῖς λογιζόμε νοι. μδʹ. Καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Κύριος, ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν, ὅπως τὸ ὄνομά μου μὴ βεβηλωθῇ, οὐ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς πονη ρὰς, οὐδὲ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ δι εφθαρμένα, οἶκος Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος. Ταύτης δὲ, φησὶν, ἀξιώσω τῆς κηδεμονίας ὑμᾶς, καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους διὰ τῆς εἰς ὑμᾶς εὐεργεσίας εἰς τὴν ἐμὴν ἐπίγνωσιν τρέψαι βουλόμε νος· οὔτε γὰρ ὑμεῖς φιλανθρωπίας ἄξιοι, ἢ συγ γνώμης, παρανόμοις ἐπιτηδεύμασιν ἐντραφέντες· μαθόντες τοίνυν, ὅπως ἐστὶ δυσσεβὲς, τὸ θεῖον ὄνομα βεβηλοῦν, φύγωμεν τὸ βλασφημίαν τῷ ∆εσπότῃ προσάπτειν. Οἱ γὰρ τῆς αὐτοῦ προσηγορίας ἠξιωμέ νοι, ἀναξίως δὲ ταύτης πολιτευόμενοι, εἰς τὴν κατ' αὐτοῦ βλασφημίαν τῶν ἀνοήτων παρακινοῦσι τὰς γλώττας· τοῦτο καὶ περὶ τῶν Ἰουδαίων ὁ Θεὸς ἔλεγε· "Καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, ἐν τῷ λέγεσθαι ὑμῖν, Λαὸς Κυρίου οὗτοι, καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασιν." Ἡμεῖς δὲ καὶ αὐτὴν ἐσχή καμεν τοῦ ∆εσπότου τὴν προσηγορίαν· ἀπὸ Χριστοῦ γὰρ ὀνομαζόμεθα· διὸ προσήκει πάντας ἡμᾶς, κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν, "εἴτε ἐσθίομεν, εἴτε πίνομεν, εἴτε τι ποιοῦμεν, πάντα εἰς δόξαν Θεοῦ ποιεῖν, καὶ ἀπροσκόπους εἶναι Ἰουδαίοις καὶ Ἕλλησι, καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ," ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 81.1005 ΤΟΜΟΣ Ηʹ. μεʹ, μʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Θαιμὰν, καὶ ἐπίβλεψον ἐπὶ ∆αροὺμ, καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγέβ. Θαιμὰν μεσημβρία ἐστὶ τῇ Ἑλλάδι φωνῇ, ∆αροὺμ δὲ τὸν λίβα σημαίνει, τὸ δὲ Ναγὲβ τὸν νότον· οὕτω καὶ ὁ Σύμμαχος ἡρμήνευσεν· "Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὸν νότον ὁδὸν λιβὸς, καὶ προ φήτευσον περὶ τοῦ δρυμοῦ τῆς χώρας τῆς μεσημ βρινῆς." ∆ιὰ πάντων δὲ τούτων τὴν Ἱερουσαλὴμ ᾐνίξατο· κατὰ νότον γὰρ, καὶ μεσημβρίαν, καὶ λίβα τῆς Βαβυλῶνος ἔχει τὴν θέσιν ἡ Ἱερουσαλήμ. Καὶ ἐπειδὴ οὐ κατ' εὐθεῖαν μεσημβρίαν κεῖται, ἀλλὰ βραχύ τι πρὸς δύσιν ἀποκλίνει, ἀναγκαίως καὶ τὸν λίβα προστέθεικε, τοιαύτην ἔχοντα τὴν θέσιν. ∆ρυ μὸν δὲ ἡγούμενον προσηγόρευσε τὴν Ἱερουσαλὴμ διὰ τὴν ἀκαρπίαν· τοιοῦτος γὰρ ὁ δρυμός· καὶ διὰ τὸ σκληρὸν τῆς διανοίας· τοιαύτη γὰρ τῆς δρυὸς ἡ φύσις· καὶ πρὸς τούτοις διὰ τὸ μὴ κατὰ τάξιν πε φυτεῦσθαι τὰ ἐν τῷ δρυμῷ ξύλα, ἀλλὰ πολλὴν εἶναι ἐν τούτοις ἀταξίαν· καὶ μέντοι καὶ διὰ τὸ θηρίων οἰκητήριον εἶναι τὸν δρυμόν. Ταῦτα δὲ ἅπαντα τη νικαῦτα εὕρειεν ἄν τις ἐν τῇ Ἱερουσαλήμ. μζʹ. Καὶ ἐρεῖς τῷ δρυμῷ Ναγέβ· Ἄκουε λόγον Κυρίου· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν, καὶ πᾶν ξύλον ξηρόν· οὐ σβε σθήσεται ἡ φλὸξ ἡ ἐξαφθεῖσα. Ἐπέμεινε τῇ τρο πῇ. καὶ ἐπειδὴ δρυμὸν τὴν Ἱερουσαλὴμ ἐκάλεσεν, εἰκότως καὶ πῦρ ὀνομάζει τῶν πολεμίων τὴν στρα τείαν, καὶ ξύλα καιόμενα τοὺς ὑπὸ τούτων ἀναι ρουμένους· ξύλον δὲ χλωρὸν, καὶ ξύλον ξηρὸν, τοὺς πλούτῳ κομῶντας καὶ τοὺς πενίᾳ συζῶντας. Εἶτα διδάσκει, ὅτι καὶ μεταξὺ διακείμενα ἔθνη κοι νωνήσει τῆς συμφορᾶς· φησὶ γάρ· μηʹ. Καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόσ ωπον ἀπὸ ἀπηλιώτου ἕως βοῤῥᾶ· Καὶ ἐπιγνώ σεται πᾶσα σὰρξ, ὅτι ἐγὼ Κύριος ἐξέκαυσα αὐτὰ, καὶ οὐ σβεσθήσεται. Τὸ δὲ ἀπὸ ἀπηλιώτου πάλιν ὁ Σύμμαχος ἀπὸ μεσημβρίας ἡρμήνευσε. ∆ιδάσκει δὲ, ὅτι ἀπὸ τῆς Χαλδαίων γῆς μέχρι τῶν Ἱεροσολύμων τῷ τῆς στρατείας χρήσεται πυρὶ, καὶ δαπανήσει τὰ ἐν μέσῳ διακείμενα ἔθνη, ἵνα διὰ γοῦν 81.1008 τῆς συμφορᾶς μάθωσιν ἅπαντες, ὡς αὐτὸς δεσπόζει τῆς οἰκουμένης. μθʹ. Καὶ εἶπον· Μηδαμῶς Ἀδωναῒ Κύριε αὐτοὶ λέγουσι πρὸς μὲ, Οὐχὶ παραβολή ἐστι λεγομένη αὕτη; Τούτων, φησὶν, οὕτως