ὑποδείξας ἀγγέλων καὶ ἀνθρώπων μίαν ὁδόν, ὁ τὴν γῆν λαχὼν οἰκητήριον καὶ τὸν οὐρανὸν ἀθρόον διατρέχων, ὁ θνητὸς ὑπάρχων καὶ τοῖς ἀθανάτοις ἁμιλλώμενος, ὁ χαμαὶ βαδίζων καὶ ὡς πνεῦμα μετ' ἀγγέλων οὐρανοπολῶν, ὁ διὰ τῆς μηλωτῆς τῷ μαθητῇ Ἐλισσαίῳ διπλᾶ τὰ χαρίσματα μεταδούς, ὁ μακροχρόνιος καὶ ἀγήρως ἄνθρωπος, ὁ τῷ Ἀντιχρίστῳ διατηρούμενος στρατηγός, ὁ ἀντικαθιστάμενος καὶ διελέγχων τὴν ἀπάτην καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁ πάντας ἀνθρώπους ἐκ τῆς πλάνης αὐτοῦ ἐπὶ τὸν θεὸν ἐν τῇ συντελείᾳ ἐπιστρέφων. οὗτος ὁ τῆς δευτέρας καὶ ἐπιφανοῦς παρουσίας τοῦ δεσπότου Χριστοῦ ἀξιούμενος εἶναι πρόδρομος, ὁ μετὰ διακονιῶν τοῖς ἀγγέλοις ἁμιλλώμενος. δόξα τῷ ταῦτα τοῖς ἀνθρώποις χαριζομένῳ θεῷ. Ἀμήν. Εἰς τὸν Ὡσηέ. Σωζόμενος Οὗτος Ὡσηὲ τῶν ιβʹ προφητῶν ὁ πρῶτος ἀξιωθεὶς εἰπεῖν περὶ τοῦ δεσπότου Χριστοῦ οὕτως, Ὅταν θλιβῶσιν, ὀρθρίσουσιν πρός με λέγοντες, ∆εῦτε ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακεν, καὶ ἰάσεται ἡμᾶς πλήξας, μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα. ἐκ ταύτης τῆς χρήσεως ὁ ἀπόστολος λέγει Παῦλος τοῖς Κορινθίοις, Παρέδωκα 276 γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς. οὐκ ἔστιν ἀλλαχόθεν εὑρεῖν. ἔτι λέγει ὁ προφήτης ἁρμόζων ἐπὶ τοῦ δεσπότου Χριστοῦ, Σάρξ μου ἐξ αὐτῶν. πάλιν λέγει, Ἐκύκλωσάν με ἐν ψεύδει Ἐφραῒμ καὶ ἐν ἀσεβείᾳ οἶκος Ἰσραὴλ καὶ Ἰούδα, νῦν ἔγνω αὐτοὺς ὁ θεός, καὶ λαὸς ἅγιος κεκλήσεται τοῦ θεοῦ, ἀπὸ τῆς φυλῆς διὰ τὸν ἐξ αὐτῆς ἀναδεινύμενον κατὰ σάρκα δεσπότην Χριστὸν λαὸν ἅγιον θεοῦ ὀνομάσας τὸν Ἰούδαν. ἔτι πάλιν ὁ αὐτὸς προφήτης, Ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτούς· ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη; ταύτῃ τῇ χρήσει ἐχρήσατο ὁ ἀπόστολος Παῦλος ἐπὶ τῆς ἀναστάσεως. Οὗτος Ὡσηὲ ἦν ἐκ Βελεμὼθ τῆς φυλῆς Ἰσσάχαρ, καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ ἐν εἰρήνῃ. Εἰς τὸν Ἀμώς. Στερέωσις Οὗτος ὁ δεύτερος Ἀμὼς καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τῆς ἐλεύσεως τοῦ δεσπότου Χριστοῦ οὕτως· ∆ιότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ. ἔτι λέγει, Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν ∆αβὶδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα 277 αὐτῆς καὶ ἀνοικοδομήσω αὐτήν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτούς. λέγει κύριος ὁ ποιῶν ταῦτα. ταύτης τῆς χρήσεως μέμνηται Ἰάκωβος ὁ ἀπόστολος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. Ἀμὼς ἦν ἐκ Θεκουέ, καὶ Ἀμεσσίας συχνῶς αὐτὸν ἐτυμπάνισεν. τέλος ἀνεῖλεν αὐτὸν ὁ υἱὸς αὐτοῦ ῥοπάλῳ πλήξας τὸν κρόταφον, καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ μεθ' ἡμέρας δύο ἀπέθανεν, καὶ ἐκεῖ ἐτάφη. Εἰς τὸν Μιχαίαν. Στρατηγός Οὗτος Μιχαίας ὁ τρίτος, ὃς ἠξιώθη καὶ αὐτὸς προειπεῖν περὶ τῆς ἐλεύσεως τοῦ δεσπότου Χριστοῦ, καί φησιν, Καὶ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. ταύτην τὴν χρῆσιν λαβόντες οἱ ἀρχιερεῖς καὶ γραμματεῖς τῶν Ἰουδαίων, Ἡρώδου αὐτοὺς ἀπαιτοῦντος ποῦ ὁ Χριστὸς γεννᾶται, ἔφησαν, Ἐν Βηθλεέμ. ὅθεν καὶ τοὺς μάγους ἐπὶ τὴν Βηθλεὲμ τότε ἀπέστειλεν. ἔτι λέγει αὐτὸς ὁ προφήτης, Αὐτὸς ἐπιστρέψῃ καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἁμαρτίας ἡμῶν καὶ ἀποῤῥίψει εἰς τὰ βάθη τῆς θαλάσσης πάσας τὰς ἀδικίας ἡμῶν, δώσει εἰς ἀλή278 θειαν τῷ Ἰακώβ, ἔλεος τῷ Ἀβραάμ, καθότι ὤμοσε τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν. Μιχαίας ἦν ἀπὸ Μορασθὴ ἐκ φαλῆς Ἐφραΐμ. πολλὰ ποιήσας τῷ Ἀχαὰβ ὑπὸ Ἰωρὰμ τοῦ υἱοῦ