De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
ἄρματα τιθῶσιν οἱ ταξεῶται ἐπὶ διφθερῶν καὶ κιλικίων πρὸς τὸ μὴ μολυνθῆναι, εἴτε ἀπὸ τοῦ κονιορτοῦ, εἴτε ἀπὸ τοῦ πηλοῦ. οἱ δὲ δημῶται τῶν δύο μερῶν καὶ οἱ τοῦ ἀριθμοῦ καὶ οἱ τῆς βασιλικῆς οὐσίας ἐλάται καὶ οἱ ψάλται ἵστανται κατέναντι τοῦ ὀργάνου τοῦ Πρασίνου, καὶ διὰ νεύματος τοῦ ἀκτουαρίου ἄρχονται εὐφημεῖν τὴν προῤῥηθεῖσαν μεγάλην εὐφημίαν τοῦ ἐν τῷ φόρῳ μετὰ τῆς λιτῆς τελουμένου θριάμβου τῶν ἐπινικίων. 615 ἡνίκα δὲ ἄρξονται εὐφημεῖν, πίπτουσι πάντες οἱ δέσμιοι πρηνεῖς ἐπὶ τῆς γῆς, τὰ δὲ τούτων δόρατα μετὰ τῶν φλαμούλλων ἐξ ἀντιστρόφου τιθῶσιν οἱ κατέχοντες αὐτὰ ταξεῶται, μέχρις ἂν ἡ αὐτὴ εὐφημία τελειωθῇ. καὶ ταύτης τελειουμένης, ἀνίστανται οἱ δέσμιοι, ὁμοίως καὶ τὰ δόρατα μετὰ τῶν φλαμούλλων, καὶ εἰ μὲν κελεύει ὁ βασιλεὺς θεάσασθαι τοὺς δεσμίους τὸ ἱπποδρόμιον, ἀνέρχονται εἰς τὰ τοῦ ἱπποδρομίου βάθρα κάτωθεν τοῦ δήμου τῶν Πρασίνων, ἐν ᾧ τόπῳ εἰώθασιν οἱ δέσμιοι ἵστασθαι καὶ θεάσασθαι τὸ ἱπποδρόμιον. εἰ δὲ οὐ κελεύει ὁ βασιλεὺς ἑνωθῆναι τούτους τοῖς πρὶν δεσμίοις τοῦ πραιτωρίου, ἵστανται εἴτε κάτωθεν τοῦ δήμου τῶν Βενέτων, εἴτε ἀλλαχοῦ. τὰ δὲ σκύλα καὶ λάφυρα καὶ ἄρματα καὶ τὰ δόρατα μετὰ τῶν φλαμούλλων αἴρονται παρὰ τῶν ταξεωτῶν, καὶ εἰσκομίζονται, καὶ τὰ ἑξῆς ἐπιτελεῖται ἡ συνήθης ἀκολουθία τοῦ ἱπποδρομίου. ΚΕΦ. καʹ. Ὅσα δεῖ παραφυλάττειν, ὅταν τεχθῇ ἄῤῥεν παιδίον τῷ βασιλεῖ. ∆ίδονται μανδάτα εἰς ὅλην τὴν σύγκλητον ἀλλαξίμων, καὶ τῇ ἑξῆς προέρχονται πάντες οἱ συγκλητικοὶ καὶ ἀλλάσσωσιν. εἶτα ἔρχεται ὁ ῥαιφερενδάριος τοῦ πατριάρχου, καὶ 616 ἐρωτᾷ, εἰ κελεύει ὁ βασιλεὺς εἰσελθεῖν τὸν πατριάρχην. ὁ δὲ ῥαιφερενδάριος ἀπιὼν προσκαλεῖται τὸν πατριάρχην, καὶ εἰσέρχεται ὁ πατριάρχης ἐν τῷ παλατίῳ μετὰ τοῦ σεκρέτου αὐτοῦ καὶ μητροπολιτῶν καὶ ἀρχιεπισκόπων, καὶ ἐν τῷ χρυσοτρικλίνῳ ποιεῖ τὴν εὐχὴν, παρόντος καὶ τοῦ σεκρέτου αὐτοῦ, κατὰ τὸν τύπον τῆς εʹ ἡμέρας τῆς διακαινησίμου ἑβδομάδος. καὶ μετὰ τὸ ποιῆσαι τὴν εὐχὴν τὸν πατριάρχην συντάσσεται τοῖς δεσπόταις, καὶ ἄπεισιν ἐν τῷ πατριαρχείῳ ὑπὸ δύο σιλεντιαρίων παρακρατούμενος. μετὰ δὲ τὸ ἐξελθεῖν τὸν πατριάρχην εἰσέρχεται τὸ σέκρετον τῶν συγκλητικῶν, καὶ ἀπευχαριστοῦσιν τῷ βασιλεῖ, καὶ ἐπεύχονται αὐτῷ διὰ τὸ τεχθὲν πορφυρογέννητον παιδίον, λέγοντες θεάσασθαι παῖδας τῶν παίδων τοῦ πορφυρογεννήτου, καὶ τοῦτον ἰδεῖν γηραιὸν καὶ προβεβηκότα χρόνων πολλὴν περίοδον, εἶτα κληρονόμον γενέσθαι τῆς πατρικῆς ἐξουσίας καὶ βασιλείας, ὡς ἂν ἡ τῶν Ῥωμαίων καλῶς διευθύνοιτο καὶ διεξάγοιτο βασιλεία τε καὶ πολιτεία. ἰστέον, ὅτι καὶ τοῦτο γέγονεν ἐν τοῖς ἀρχαιοτέροις χρόνοις. τῷ βασιλεῖ τεχθὲν ἄῤῥεν παιδίον, ὁ πατριάρχης οὐκ εἰσῆλθεν ἐν τῷ παλατίῳ ποιῆσαι τὴν εὐχὴν, ἀλλ' ἐν πρώτοις ἐδέξατο ὁ βασιλεὺς τὸ σέκρετον τῶν συγκλητικῶν ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ, καθὼς προείρηται, καὶ ἀπὸ τῶν ἐκεῖσε ἐδόθησαν μίνσαι, καὶ ἐξῆλθον πάντες ἐπὶ τὸν καβαλλάριον, καὶ γέγονεν πρόκενσον ἐν τῇ μεγάλῃ τοῦ Θεοῦ ἐκκλη 617 σίᾳ κατὰ τὸν τύπον τῶν μεγάλων προελεύσεων. ἰστέον, ὅτι τῇ τρίτῃ ἡμέρᾳ τῆς γεννήσεως ὀφειλόμενόν ἐστιν γενέσθαι δύο δέξιμα εἰς τὰς δύο φιάλας. ἐπεὶ δὲ πρόπαλαι αὗται παρεστάλησαν, ὀφείλει γενέσθαι τὸ τοιοῦτο δέξιμον εἰς τὴν μυστικὴν φιάλην τοῦ τρικόγχου τοῦ σίγματος, καὶ τῶν δήμων ἐξαιτουμένων κατὰ τὸ σύνηθες ἀχθῆναι ἱππικὸν ἱπποδρόμιον, κελεύσει τοῦ βασιλέως δίδοται τὸ βηλάριον καὶ κρεμμᾶται, καὶ τῇ ἑξῆς ἡμέρᾳ τελεῖται ἱππικὸς ἀγών. ἰστέον, ὅτι τῇ αὐτῇ ἡμέρᾳ τῆς ἱπποδρομίας δίδοται μανδάτα, συναθροισθῆναι πάντας ἐν τῷ ἱπποδρόμῳ, καὶ κελεύσει τοῦ βασιλέως ἐξερχόμενος ὁ πραιπόσιτος ἐκλέγεται ἀπὸ μὲν τῶν ταγμάτων νʹ, ἀπὸ δὲ τῶν δύο μερῶν τῶν δημωτῶν ἀνὰ νʹ καὶ ἀπὸ τῶν πολιτῶν νʹ, καὶ τούτων ἱσταμένων ἔνθεν κἀκεῖθεν, λέγει πρὸς αὐτοὺς ὁ πραιπόσιτος, ὅτι "κελεύει ὁ βασιλεὺς ἡμῶν ὁ ἅγιος, ἵνα κατὰ τὸν κρατήσαντα παλαιὸν τύπον καὶ τὴν ἀρχαίαν συνήθειαν ἀθροισθῆτε τῇ ἕωθεν, (ἤγουν τῇ πέμπτῃ ἡμέρᾳ τῆς τοῦ παιδὸς γεννήσεως,) καὶ ἐκφωνήσητε τόδε ὄνομα τῷ τεχθέντι πορφυρογεννήτῳ." τῇ δὲ ἕωθεν, ἤγουν τῇ εʹ ἡμέρᾳ, συναθροίζονται ἐν τῷ αὐτῷ ἱπποδρόμῳ, καὶ λέγουσιν οἱ τῶν δήμων ἄκτα, καὶ εὐφημοῦσιν τοὺς δεσπότας καὶ τὰς αὐγούστας καὶ τὸ τεχθὲν πορφυρογέννητον ἐξ ὀνόματος. ἰ 618 στέον, ὅτι τῇ ὀγδόῃ ἡμέρᾳ καλλωπίζεται ὁ τῆς αὐγούστης κοιτὼν μετὰ τῶν χρυσοϋφάντων βήλων τοῦ χρυσοτρικλίνου καὶ πολυκανδήλων. καὶ μετὰ τὸ γενέσθαι παρὰ τοῦ ἱερέως τὴν εὐχὴν ἐν τῷ προπυλαίῳ τῆς ἐκκλησίας καὶ ἐπιτεθῆναι τὸ παρὰ τῶν δήμων ἐκφωνηθὲν ὄνομα αὐτῷ καὶ τὸ ἱμάτιον ἐνδυθῆναι πάλιν ἀποφέρεται τὸ παιδίον, καὶ τίθεται εἰς