1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

63

κεκώλυντο, οἷοί τ' ἄρξαι, οἱ τοῦ στρα τιωτικοῦ ἀλιτήριοι, οἱ μαγγανείαις μὲν τὸν πατέρα μεθ' ὑπουλότητος ὑπελθόντες, φυλακῆς δὲ δόξῃ καὶ ἀσφαλείας τῷ υἱῷ ἐφεδρεύοντες, ὡς δεδώκασιν ἀξίας καὶ ὡς ἔδει τὰς δίκας, ὡς εἰκότως διαπεπράχαται καὶ ὡς εὐνοϊκῶς τοῦ λοιποῦ δουλεύσομεν τῷ δεσπότῃ, τῶν ἐκεῖθεν ἀπαλλαγέντες κακῶν.» Ταῦτ' ἔλεγον, καὶ λείαν Μυσῶν τἀκείνων ἐποίουν, ἀμφοτέραις ἐξαν τλοῦντες τὸν πλοῦτον ἐκ τῶν σκηνῶν. Τούτων οὖν οὕτω τελεσθέντων, μηδενὸς οἵου τε δοκοῦντος μαργῶντι πλήθει καὶ ἀναρχίᾳ ἐμποδὼν ἵστασθαι, τῶν μὲν ταῖς ἀληθείαις δεδιότων, τῶν δὲ καὶ κατὰ προσποίησινσημεῖον δέ· καὶ γὰρ τῆς τοῦ πρωτοβεστιαρίου συζύγου ἐκεῖσε παρούσης καὶ δεινὰ ποιούσης τε καὶ λεγούσης ἐπὶ τοῖς τολμηθεῖσιν, ἐμβριθέστερον ὁ μέγας κονοσταῦλος καὶ θεῖος αὐτόθεν ἐπεῖχεν, ἐπιτάττων σιγᾶν φοβουμένῃ μὴ καὶ αὐτὴ πάθοι, εἰ μὴ σιγῴη, τὰ ὅμοια, ὡς γοῦν συνεχέθησαν ἅπαντες καὶ κύριοι καὶ ὑπηρέται ἐπ' ἴσης εἶχον τῶν φοβερῶν, ἑκάστου ζητοῦντος τὸ σῴζεσθαι, ἀπαίρουσιν ἐντεῦθεν εὐθύς, ἐφ' ὅ τι καὶ παραγένοιντο μὴ φροντίσαντες καὶ σὺν οὐδενὶ κόσμῳ φεύγοντες. Τῷ μὲν βασιλεῖ ἀσφαλῆ πλέον ἢ πρότερον τὰ τῆς φυλακῆς ἐφιστῶσι, μή τι καὶ νεωτερισθῇ πλέον. Οὕτω συγχυθέντων ἁπάντων, ἕκαστος δὲ τὰ καθ' ἑαυτὸν ὡς εἶχε κατησφαλίζετο.

κʹ. Ὅπως τῶν μεγιστάνων διὰ ταῦτά τινες ἀπεχώρουν, οἱ δὲ καὶ διεφυ λάττοντο. Καὶ οἱ μὲν ἀμφὶ τὸν Καρυανίτην, πρωτοβεστιαρίτην τότε τυγχάνοντα, ἄνδρα γεραρὸν καὶ πολλοῦ τινος ἄξιον, φυγῇ ἐχρῶντο πρὸς Πέρσας αὐτομο 91 λοῦντες, οὐ βασιλεῖ ἐγκοτοῦντες, ἀλλὰ περὶ ἑαυτοῖς δεδοικότες διὰ τὴν τῶν πραγμάτων σύγχυσιν· εἴτε γὰρ αὐτοβούλως ὥρμων οἱ ἐπιθέμενοι, μή τινος παρορμῶντος, ἔχειν καὶ πάλιν οὕτως ὁρμᾶν, μηδ' ὁτιοῦν κολασθέντας· εἴτε καὶ ἄλλοι σφᾶς ὁρμῶντας παρώτρυναν, ἐκείνους καὶ κατ' αὐτῶν παροτρύνειν ἔχειν, κἀντεῦθεν κινδυνεύειν μὴ προσδοκῶντας πολλούς, καὶ μᾶλλον τοὺς ἐπ' ἐξουσίας ὄντας, οἷς ὁ φθόνος ὑφεῖρπε πολὺς καὶ δεινός. Οἱ μὲν οὖν διὰ ταῦτα αὐτονυχεὶ εὐθὺς Περσίδος ἀνὰ κράτος ἤλαυνον, ἄλλοι δ' ἀλλαχοῦ ἀνεχώρουν, κινδύνους ὑφορώμενοι τοὺς μεγίστους, ἄλλοι δὲ καὶ ὡς οἷοί τ' ἦσαν διεφυλάττοντο. Ὁ μέντοι γε μέγας κονοσταῦλος, τοὺς ἀδελφοὺς ἐπιστήσας, νέους ὄντας καὶ συνετούς, ὧν ἅτερος μὲν Ἰωάννης, ὁ δὲ δεύτερος μετ' ἐκεῖνον Κωνσταντῖνος ἐλέγοντο, ὀφφικίοις καὶ οὔπω σεμνυνομένους, τὰς πρεπούσας ἑαυτῷ φυλακὰς καθίστη. Ἐντεῦθεν καὶ συνεχέστερον μὲν ἐφοίτων πρὸς βασιλέα καὶ διημέρευον σὺν ἐκείνῳ, οἱ πλείους δὲ καὶ διενυκτέρευον· τὰ δὲ τῆς πρὸς ἐκεῖνον εὐνοίας καὶ πίστεως, καὶ μᾶλλον φιλοτιμούμενοι πρὸς ἀλλήλους ἐνεδεικνύοντο ἐμφανῆ καὶ ὡς οὐκ ἄλλως γε μείζονα.

καʹ. Ὅπως ἐφιλονείκουν οἱ ἄρχοντες περὶ τὴν τοῦ βασιλέως κηδεμονίαν. Ὅμως καὶ πρὸς ἀλλήλους ἐφιλονείκουν καὶ ἐρίζειν ἀπήρχοντο. Ἡ δὲ φιλονεικία ἐκ φιλοτιμίας σφίσιν ἐτύγχανεν· ἠμφισβήτουν γὰρ ἀλλήλοις τῆς περὶ τὸν βασιλέα φροντίδος, ἑκάστου τῶν ἐν ἀξιώματι ὄντων μὴ φέροντος τοῖς ὁμοίοις ὑποτετάχθαι. Ἦσαν γὰρ ἔνθεν μὲν οἱ ἐκ Λασκαρίων Τζαμάντουροι, γήρᾳ τε καὶ συνέσει κεκοσμημένοι, οὐ μὴν δὲ ἀλλὰ καὶ τὸ πρὸς τὸν νέον βασιλέα συγγενῶς ἔχειν καὶ παππικῶς πολλὴν ἐνεποίει τὴν τοῦ ταῦτα ζητεῖν παρρησίαν, ἔνθεν δὲ οἱ ἐκ Τορνικίων τὸ γένος ἕλκοντες, ὧν ὁ πρῶτος καὶ μέγας πριμμικήριος ἦν· εἶχον γοῦν καὶ οὗτοι τὸ πρὸς τὸ ἀμφιβαλλόμενον ἰσχυρόν, τὸ ἀπὸ πατρὸς οἰκεῖον καὶ ἀδελφικὸν ἐν γράμμασι 93 πρὸς τὸν τοῦ νέου πάππον καὶ βασιλέα Ἰωάννην τὸν ∆ούκαν. Ἐκεῖθεν οἱ Στρατηγόπουλοι, ὧν τοῦ γένους ἐπίδοξος ὁ Ἀλέξιος, πολλὴν φέρων τὴν αἰδῶ ὡς εὔγηρως ἀπὸ πάντων καὶ πλεῖστα προσέτι κατωρθωκώς· οὗ καὶ ὁ παῖς Κωνσταντῖνος, γαμβρὸς ἐπ' ἀδελφιδῇ τοῦ βασιλέως Ἰωάννου, ἐξ ἀριστείας φανείς, ὕστερον στερεῖται τῶν ὀφθαλμῶν, ἄρτι Θεοδώρου τοῦ Λάσκαρι μοναρχήσαντος· αἰτίαν δ' ἔσχεν ὡς καθυπερηφανεύοιτο τοῦ κρατοῦντος, ὑπεροπτικῶς πρὸς ἐκεῖνον