διακρίνεσθαι. ∆ιακρίνει γὰρ αὐτοὺς, ωσ περ βασιλεὺς ἐν ἡμέρᾳ ἱλαρᾷ, εκαστον ἀ μειβόμενος τῶν ἀξιωμάτων τιμῆς. Τίς μὲν αξιος ἀναστῆναι τὴν ἀνάστασιν τὴν ὡς ἡ λίου; τίς δὲ τὴν ὡς σελήνης; καὶ τίς τὴν ὡς ἀστέρων; Στήσεται ουν ἐν συναγωγῇ θεῶν, οὐκ ἀνθρώπων, ητοι κατ' ανθρωπον περιπατούντων, καὶ διακρινεῖ. Τίς μὲν τού των τῶν θεῶν ἀνάλογον ἡλίου δόξαν εχει; τίς δὲ σελήνης; τίς δ' ἀστέρων; τί δὲ ποιεῖ ἡμᾶς ἀνθρώπους πεσόντας ἀπὸ τῆς θεό τητος; Ακουε Παύλου περὶ τῶν μικροτέ ρων λέγοντος ἁμαρτημάτων· Οπου μὲν ἐν ὑμῖν ζῆλος καὶ ερις; οὐχὶ σαρκικοί ἐστε; καὶ κατὰ ανθρωπον περιπατεῖτε; Κἀκεῖ γὰρ μονονουχὶ εκραγε καὶ λέγει· ̔Ο μὲν Λόγος ὑμᾶς ἐκάλεσεν, ινα ητε θεοί· ὑμεῖς δὲ οὐ βούλεσθε τὰς πράξεις τοῦ σώματος θανα τοῦν, ινα ἀποθεώτητε. ̓Αλλ' ἐρχομένην Θεοῦ δωρεὰν εἰς ὑμᾶς ποιοῦσαν ὑμᾶς θεοὺς, ἁμαρ τάνοντες ἀπωθεῖσθε. ̔Εβραῖοι δέ φασιν· οτι ὁ Θεὸς εστη μέσον τῶν ἀρχόντων, ὡς παρὼν αὐτοῖς ἀοράτως· διὸ καὶ ἐν μέσῳ πολλῶν ἐ λέγξει αὐτοὺς διὰ τῶν προφητῶν, εἰ ἀδίκως αρξουσι. 81.2 Εως πότε κρίνετε ἀδικίαν, καὶ πρό σωπα ἁμαρτωλῶν λαμβάνετε; Πρόσωπα ἁμαρτωλῶν εἰσιν αἱ κακίαι, καθ' ας μορφοῦνται οἱ αδικοι. Κρίνων ἀδι κίαν, κριτὴς ἀδικίας· κατ' ἐπακολούθημα δὲ, λαμβάνομεν πρόσωπον ἁμαρτωλῶν, πλου σίων η δυνατῶν, η ὡραίων, η βιαίων, καὶ ὑβριστῶν πρόσωπα λαμβάνομεν, οις ἁμαρ τωλοῖς ειναι συμβέβηκε πολλάκις. Η τάχα ὡς οἱ ἐν θεάτροις πρόσωπα λαμβάνοντες κατὰ τὰ προκείμενα δράματα, ουτως καὶ ἡ μεῖς τῶν ἀντικειμένων ἐνεργειῶν, ὁτὲ μὲν ὀργῆς, ὁτὲ φόβου, ὁτὲ λύπης. 81.5 ̓Εν σκότει διαπορεύονται. Σκότος νῦν τὴν αγνοιαν λέγει. 81.6,7 ̓Εγὼ ειπα· Θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες. ̔Υμεῖς δὲ ὡς ανθρωποι ἀ ποθνήσκετε, καὶ ὡς εις τῶν ἀρχόντων πίπ τετε. Θεοί εἰσιν οσοι εχοντες τὸν Λόγον, τηροῦ σιν· ὁ γὰρ ἐνὼν αὐτοῖς Λόγος, οὐκ ἐᾷ ἀπο θνήσκειν αὐτοὺς, ζωὴ τυγχάνων. ̓Επειδ' αν δὲ ἀποβάλωσι τὸν Λόγον, οντα ζωὴν, ἀποθ νήσκουσι· ἀποθνήσκουσι δὲ οὐχὶ τὸν κοινὸν θάνατον, ἀλλὰ τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ, πίπτοντες παραπλησίως ἑνὶ τῶν ἀρχόντων· ουτος δέ ἐστιν ὁ διάβολος. 82.4 ̓Επὶ τὸν λαόν σου κατεπανουργεύ σαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. ̔Ο δὲ Σύμμαχος ουτως· Κατὰ τὸν λαόν σου πανούργως ὁμιλοῦσι, καὶ συμβουλεύον ται κατὰ τοῦ ἀποκρύφου σου. ̓Επειδὴ γὰρ ἐξ αὐτῶν εμελλεν βλαστήσειν ὁ Χριστὸς, συνελήλυθε δὲ τὰ εθνη πρόῤῥιζον ἀνασπᾶσ θαι τῶν ̓Ιουδαίων τὸ εθνος, διδάσκει τὸ α γιον Πνεῦμα, οτι οὐ καθ' ἡμῶν κέχρηνται ταῖς ἐπιβουλαῖς, ἀλλὰ καὶ κατὰ τοῦ ἐν ἡμῖν ἀποκεκρυμμένου Χριστοῦ, ον ἀνθήσειν ἐκ τῆς ̓Ιουδαίας φυλῆς προσηγόρευσε· τῆς γὰρ ῥίζης ἑκτεμνομένης, πόθεν ὁ καρπὸς φυή σεται; 82.5 Ειπαν· ∆εῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ εθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ονο μα ̓Ισραὴλ ετι. Οἱ μὲν θεομάχοι οὐ βούλονται εθνος Θεοῦ ἐν ἀνθρώποις ἐφεστάναι, ἀλλὰ καὶ τὸ ονομα τοῦ ̓Ισραὴλ ἐξαλειφθῆναι σπουδάζουσιν· ὁ δὲ Θεὸς ἀεὶ εθνος ἐπὶ γῆς ἑαυτῷ καταρτίζων, καὶ μετὰ τὴν τοῦ προτέρου λαοῦ πτῶσιν, τὴν ἐξ ἐθνῶν ἐκκλησίαν συνεστήσατο, τὸ καινὸν καὶ νέον εθνος, τὸ καθόλου τῆς οἰ κουμένης. 82.7-9 Τὰ σκηνώματα τῶν ̓Ιδουμαίων, καὶ οἱ ̓Ισμαηλῖται, Μωὰβ καὶ ̓Αγγαρηνοὶ ... καὶ ̓Ασσοὺρ συμπαρεγένετο μετ' αὐτῶν. ̓Ισμαὴλ, εἰσακουσμένος Θεοῦ. ̓Αμαλὴκ λαὸς ἐκ λείχων. ̓Ασσοὺρ, εὐθὺς ἀτείχιστος· δηλοῖ δὲ ὁ λαὸς ̓Αμμονιτῶν καὶ Μωαβιτῶν διαφερόντως τοῦ Θεοῦ θρασυνθέντας καὶ τὰ λοιπὰ συναγείραντας εθνη. 82.13 Κληρονομήσωμεν ἑαυτοῖς τὸ θυ σιαστήριον τοῦ Θεοῦ. Ψυχὴ δὲ καθαρὰ, κλῆρος Θεοῦ. 82.14-19 Θοῦ αὐτοὺς ὡς τροχὸν κτλ. Πρῶτον, θοῦ αὐτοὺς ὡς τροχόν· δεύτε ρον, ὡς κάλαμον· τρίτον, ὡσεὶ πῦρ· τέταρ τον, ὡσεὶ φλόγα. Πέμπτον, ουτως καταδιώ ξεις· εκτον, ἐν τῇ ὀργῇ σου· ἑπτὸν, πλήρω σον· ογδοον, ζητήσουσιν· εννατον, αἰσχυνθή τωσαν· δέκατον, ἐντραπήσονται· ἑνδέκατον, γνώτωσαν. ̔Ο Θεός μου, φησὶν, ουτως αὐ τοὺς παρήγαγεν καὶ παρακύκλωσε ταῖς ἁ μαρτίαις, ηγουν τιμωρίαις, ὡς μηδεμίαν αὐ τοῖς