ἐν στενῇ καὶ τεθλιμμένῃ τυγχάνων ὁδῷ, ἐπαγούσῃ ἐπὶ τὴν ζωὴν, πάντως ἢ ἐν παντὶ θλίβεται, καὶ ἐν ἡμέρᾳ ἐστὶ θλίψεως· διὸ τυγχάνει τῆς ἐν τῷ ἐπακούεσθαι εὐλο γίας, ἧς ἀποτυγχάνει ὁ ἐν πλατείᾳ ὤν. ∆ιὸ μᾶλλον ἐν ἡμέρᾳ θλίψεως εἶναι θελήσωμεν· ὑπερασπίσει γὰρ ἡμῶν τὸ ὄνομα τοῦ Θεοῦ Ἰακὼβ, εἰ ἐνδυσάμενοι τὴν πανοπλίαν αὐτοῦ σταίημεν πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Εὐχώμεθα οὖν πάντως ἐν ἡμέρᾳ θλίψεως, ἵνα ἐπακουσθῶμεν, ἀγγελικῆς ἤ τινος τοιαύτης ἐξ αποστελλομένης ἡμῖν τῆς βοηθείας, ἢ βοηθείας τοῦ Χριστοῦ. Τοῦ αὐτοῦ. Ὁ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύων ὁδὸν ἀεί ἐστιν ἐν θλίψεσι, καὶ εὐχόμενος εἰσ ακούεται· ὁ πλατεῖαν οὔτε θλίβεται, οὔτε ἀκούεται. Εὐχώμεθα οὖν ἐν θλίψεσιν, ἵνα εἰσακουσώμεθα. Καὶ Ἐζεκίας γὰρ τὴν ἐπιστολὴν λαβὼν Σεναχηρεὶμ, καὶ ἐν τῷ ναῷ ταύτην τῷ Θεῷ ἐπιδεικνὺς, τοῦ λαοῦ ὑπὲρ αὐτοῦ εὐχομένου εἰσηκούσθη. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύ 12.1248 τωμά σου πιανάτω, κ. τ. ἑ. Τὰ μὲν ἄλογα ζῶα πιαινόμενα θύεται καὶ ὁλοκαυτοῦται, τὰ δὲ λογικὰ μετὰ τὸ ὁλοκαυτωθῆναι πιαίνεται, εἴ γε μετὰ τὴν ἁγίου πυρὸς κάθαρσιν καταξιοῦται γνώσεως ὁλόκλη ρον καθαγιαζόμενον πυρί. Πιαίνει ὁ Θεὸς ὁλοκαυτώ ματά τινος, ἵνα ἡ πιότης τρέφῃ τὸ ἐπὶ τοῦ θυσια στηρίου πῦρ. Μηδέποτε ἀψύχων μὲν ἡ θυσία, ἐμψύ χων δὲ τὰ ὁλοκαυτώματα. Τοῦ αὐτοῦ. Τὸ, «πάσης,» ἐμφαίνει πλῆθος, ὡς οὐ μεμνημένου ὀλίγης. ∆ῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου, κ. τ. ἑ. Ἃ πρέπει Θεῷ δοῦναι, καὶ αἰτοῦντι λαβεῖν, ὡς εἰδότι τί προσεύξασθαι δεῖ, καὶ καθ' ὃ δεῖ. Ἢ δῴη σοι Κύριος εἰς ὃ χωρεῖ ἡ καρδία, τὴν βουλήν σου ὡς ἀγαθήν. Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Οἱ μὲν ἄνθρωποι ἐν πλούτῳ ἀγαλλιῶσιν ἢ ἐν δό ξῃ ἢ ἐν εὐγενείᾳ, ὁ δὲ ἅγιος ἐν τῷ σωτηρίῳ τοῦ Θεοῦ. Σωτήριον τοῦ Πατρὸς ἐν τῷ κόσμῳ ὁ Υἱός· σωτήριον τοῦ Υἱοῦ ἐν τῷ κόσμῳ ὁ σταυρός· σωτήριον περὶ οὗ εἴρηται, ὅτι «ἐτέχθη ἡμῖν σήμερον Σωτὴρ Κύριος,» περὶ οὗ εἶπε Συμεὼν, «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου.» Τοῦ αὐτοῦ. Σωτήριόν ἐστι Θεοῦ τὸ ἐν αὐτῷ σώζεσθαι· ἐν υἱοῖς δὲ ἀνθρώπων οὐκ ἔστιν αὕτη ἡ σωτηρία. Πληροῦται δὲ τὰ αἰτήματα τοῦ αἰτοῦντος μεγάλα καὶ ἐπουράνια. Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου, κ. τ. ἑ. Ἀλλ' οὐ τὰ κακὰ αἰτήματα. Ὧ τὰς θυσίας προσήνεγκας, πληρώσαι ὅσα κατὰ διάνοιαν ᾔτησας, ὅτι μηδὲ ἀλλότρια αὐτοῦ τὰ τῆς σῆς βου λῆς. Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, κ. τ. ἑ. Ἐπακούει γὰρ Κύριος παντὸς βασι λέως, βασιλευομένου ὑπὸ τοῦ Βασιλέως τῶν βασι λευόντων. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, κ. τ. ἑ. Οἱ μὲν ἀντικείμενοι μετὰ τῆς κακίας ἡμῖν ἐφορ μῶσιν· ἡμεῖς δὲ μετὰ τῆς Χριστοῦ γνώσεως αὐτοῖς ἀπαντῶμεν· πεσοῦνται γὰρ αἱ ἀντικείμεναι δυνά μεις, ἡνίκα τὸ ῥηθὲν ἐπιφανεῖται σωτήριον. ΨΑΛΜΟΣ Κʹ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βα σιλεὺς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα, κ. τ. ἑ. Εἰ Χριστὸς Θεοῦ δύναμις, μή ποτε ἐπ' ἐκείνῃ εὐφρανθήσεται. Ὡς δὲ δύναμις καὶ σοφία, οὕτω καὶ σωτηρία. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐ τῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτὸν, κ. τ. ἑ. Ἐπιθυμία μὲν καρδίας 12.1249 ἐν νοητοῖς, καὶ θεωρία ὀφθαλμῶν ἐν ὁρατοῖς καὶ θεάμασι, θέλησις δὲ χειλέων ἐν τῇ περὶ τῶν νε νοημένων καὶ τεθεωρημένων ἐπαγγελίᾳ. Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου, κ. τ. ἑ. Στέφανος μὲν Χριστοῦ ὁ Θεὸς, Χριστὸς δὲ τῆς λογικῆς φύσεως. Λίθοι τίμιοι οἱ μαργαρῖται λόγοι, περὶ ὧν εἴρηται· «Μὴ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοί ρων.» Καὶ ὁ πολυτίμητος μαργαρίτης τοῦ ἐμπόρου, καὶ οἱ Χριστοῦ μαθηταὶ, οἳ ὡς στέφανος πλακέντες τῇ Χριστοῦ κεφαλῇ ἐπιτεθήσονται. Τοῦ αὐτοῦ. Ἐξ ὧν τις ἐπιτηδεύει, καὶ στε φανοῦται. Ὁ γὰρ δίκαιος, διώξας τὸ δίκαιον, τὸν τῆς δικαιοσύνης ἀπολήψεται στέφανον· ὁ κατατρυφήσας δὲ τοῦ Κυρίου στεφάνῳ τρυφῆς ὑπερασπίζεται· καὶ ὁ χάριτι σωθεὶς στέφανον χαρίτων ἐπὶ τῆς ἑαυτοῦ δέχεται κορυφῆς· καὶ ὁ θησαυρίσας μετὰ χρυσίου καὶ ἀργυρίου λίθους τιμίους, ὑφ' ὧν εἰργάσατο λί θων στεφανωθήσεται. Καὶ ὁ Κύριος τοὺς εἰς αὐτὸν