1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

63

γὰρ πολ λάκις καὶ τοὺς δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας εὐοδοῦσθαι λίαν παράνομα τολμῶντας. "Ὁ ζυγὸς οὖν, φησὶ, τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ," ἀντὶ τοῦ, πάντα ἃ ἂν προστάξῃ τοῖς ὑπηκόοις, ἀναγκάσει ταῦτα πληροῦν. Εἶτα τὸ πανοῦργον αὐτοῦ καὶ ὕπουλον προ λέγων· "∆όλος, φησὶν, ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὑτοῦ μεγαλυνθήσεται, καὶ δόλῳ διαφθερεῖ πολλούς." Ἐξ ἀρχῆς γὰρ γυμνάσιον ἐν Ἱεροσολύμοις οἰκοδομηθῆναι προσέταξεν, εἶτα χοιρείων μετα λαμβάνειν κρεῶν· ὕστερον δὲ καὶ θύειν ἠνάγκαζεν· ἐκέχρητο δὲ καὶ κωτίλοις λόγοις, τοὺς εὐσεβεῖς ἐξ απατῆσαι πειρώμενος, καὶ βασιλικὰς δωρεὰς ὑπ ισχνεῖτο, παρανομοῦντας ἅπαντας ἰδεῖν ἐφιέμενος. ∆ιὰ τοῦτό φησι· "∆όλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὑτοῦ μεγαλυνθήσεται." Μέγιστον γὰρ ἑαυ τὸν πάντων ἀνθρώπων ἡγήσατο, "καὶ δόλῳ διαφθε ρεῖ πολλοὺς," οὓς ἂν ἐξαπατῆσαι ἰσχύσῃ. "Καὶ ἐπὶ ἀπωλείᾳ πολλῶν, φησὶ, σταθήσεται." Ἀντὶ τοῦ, ἐνστάσει χρήσεται, ἕως ἂν ἴδῃ πολλοὺς τὴν οἰ κείαν ἀπολλύντας σωτηρίαν. Μὴ ἀρκούμενος δὲ τῇ κατὰ τῶν ἀνθρώπων μανίᾳ, "Καὶ ἐπὶ ἄρχοντα, φη σὶν, ἀρχόντων στήσεται." Τουτέστι, κατ' αὐτοῦ τοῦ Βασιλέως τῶν βασιλέων, καὶ κυριεύοντος τῶν κυριευόντων, τῇ λύττῃ χρήσεται, μιαίνειν ἐπιχειρῶν τὸν ἀνακείμενον αὐτῷ νεών. Καὶ δεικνὺς τὴν δοθεῖσαν αὑτῷ κατὰ τῶν Ἰουδαίων συγχώρησιν, "Καὶ ὡς ὠὰ, φησὶν, ἐν χειρὶ συντρίψει αὐτούς." Οὕτω, φησὶ, μετὰ πολλῆς εὐκολίας ταῦτα πάντα ἐργάσεται, ὡς εἴ τις ὠὰ τῇ χειρὶ συντρίψαι θελήσειεν. Αἰνίττεται δὲ ἐνταῦθα καὶ τὴν αὐτῶν τῶν Ἰουδαίων ῥᾳθυμίαν, καὶ ὅτι αὐτοὶ τῶν θείων ἀμελήσαντες κατελείφθησαν ὑπὸ τοῦ Θεοῦ, καὶ γυμνοὶ τῆς ἄνωθεν προνοίας ἐγέ νοντο. Τούτοις ἐπιφέρει· κʹ. "Καὶ ἡ ὅρασις τῆς ἑσπέρας καὶ τῆς πρωΐας τῆς ῥηθείσης ἀληθής ἐστιν." Ἀντὶ τοῦ, καὶ ὁ ὡρι σμένος χρόνος ταῖς συμφοραῖς ἀναμφιβόλως ἐστὶν ἀληθής. Ἐπειδὴ δὲ πολύς ἐστιν ἐν τῷ μέσῳ χρόνος, 81.1453 "Καὶ σὺ σφράγισον, φησὶ, τὴν ὅρασιν, ὅτι εἰς ἡμέρας πολλὰς ἔσται." Ἀντὶ τοῦ, Ἀσαφῆ αὐτὴν τοῖς πολλοῖς κατάλιπε· σοὶ γὰρ ὡς ποθοῦντι ταῦτα δῆλα πρὸ τῶν πραγμάτων πεποίηκα. κζʹ. "Καὶ ἐγὼ, φησὶ, ∆ανιὴλ ἐκοιμήθην, καὶ ἐμα λακίσθην ἡμέρας, καὶ ἀνέστην, καὶ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως, καὶ ἐθαύμαζον τὴν ὅρασιν, καὶ οὐκ ἦν ὁ συνιῶν." Μαθὼν γὰρ τὰ καταληψόμενά μου τὸν λαὸν πάλιν κακὰ, οὕτως ἀνιαρῶς διετέθην, ὡς καὶ ἀῤῥωστίᾳ περιπεσεῖν· ἀλλ' ὅμως καὶ τοῦτον διακεί μενος τὸν τρόπον, ᾠκονόμουν τὰ παρὰ τοῦ βασιλέως ἐγκεχειρισμένα μοι, μηδενὸς γινώσκοντος τὴν τῆς ἀῤῥωστίας αἰτίαν. Οὗτος ᾔδει καὶ μετὰ τοῦ μακα ρίου Παύλου λέγειν· "Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;" Καὶ τό· "Κλαίειν μετὰ κλαιόντων, καὶ χαίρειν μετὰ χαιρόντων." Καί· "Εἰ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη." Οὕτω διακείμενος, καὶ ταύτην ἔχων περὶ τοὺς συνδούλους φιλοστοργίαν, μαθὼν τὰς πολλαῖς ὕστερον γενεαῖς καταληψομένας τοὺς συνδούλους αὐτοῦ συμφορὰς, θρηνῶν καὶ ὀλοφυρόμε νος διετέλει· καὶ ταῦτα εἰδὼς ἀκριβῶς ὡς αὐτὸς πεῖραν τούτων οὐδεμίαν λήψεται, ἀλλὰ τῆς παρούσης ζωῆς οὐκ εἰς μακρὰν ἀπαλλαγήσεται. Ταύτην προσ ήκει καὶ ἡμᾶς περὶ τοὺς ὁμοφυεῖς τε καὶ ὁμοδούλους τὴν ἀγάπην ἔχειν, καὶ τὸ αὐτὸ εἰς ἀλλήλους φρονεῖν, καὶ τὴν περὶ ἄλληλα τῶν μελῶν μιμεῖσθαι συμπά θειαν· ἐπειδὴ μέλη μὲν ἀλλήλων κεκλήμεθα, σῶμα δὲ ἠξιώθημεν προσαγορευθῆναι Χριστοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Θʹ. ΚΕΦΑΛ. Θʹ. α, βʹ. "Ἐν τῷ πρώτῳ ἔτει ∆αρείου τοῦ υἱοῦ Ἀσ- σουήρου ἀπὸ τοῦ σπέρματος τῶν Μήδων, ὃς ἐβασί λευσεν ἐπὶ τῆς βασιλείας τῶν Χαλδαίων· ἐν ἔτει ἑνὶ τῆς βασιλείας αὐτοῦ, ἐγὼ ∆ανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλὴμ, ἑβδομήκοντα ἔτη." 81.1456 Καὶ ἐντεῦθεν δῆλον, ὡς ἑτέρα μὲν ἡ ∆αρείου τοῦ Ἀσσουήρου βασιλεία, ἑτέρα δὲ ἡ Κύρου τοῦ Πέρσου· συμφωνεῖ δὲ καὶ τοῖς πρώην εἰρημένοις τὰ νῦν ἀναγνωσθέντα. Οὐχ ἁπλῶς γὰρ Μῆδον τὸν ∆αρεῖον προσηγόρευσεν, ἀλλ' "ἀπὸ τοῦ σπέρματος τῶν Μή δων·" ὡς