De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
τὸ κουνίον, καὶ ἐπισκεπάζονται ἥ τε αὐγούστα καὶ τὸ παιδίον ἐφαπλώματα χρυσοΰφαντα. εἶτα διὰ τοῦ τῆς τραπέζης τῆς αὐγούστης προσκαλοῦνται οἱ πραιπόσιτοι, καὶ διὰ τῶν πραιποσίτων εἰσάγονται οἱ ἄρχοντες τοῦ κουβουκλείου καὶ οἱ τοῦ κουβουκλείου πάντες, καὶ καθεξῆς εἰσάγονται ἀπὸ τοῦ καινουργίου τρικλίνου αἱ ζωσταὶ καὶ αἱ μαγίστρισσαι, ἀνθυπάτισσαί τε καὶ πατρίκιαι καὶ πρωτοσπαθαρέαι ὀφφικιαλαίαι καὶ αἱ λοιπαὶ συγκλητικαὶ, εἶθ' οὕτως αἱ τῶν προῤῥηθέντων ἀξιωμάτων ἀπαξιωματικαὶ χῆραι, καὶ ἐπεύχονται ἀπευχαριστοῦσαι καὶ εὐφημοῦσαι τὴν αὐγούσταν, καὶ τὸ προσῆκον ἀπονέμουσι σέβας, μία ἑκάστη εἰσάγουσα ξένιον, ὅπερ κατὰ προαίρεσιν ἔχει. μετὰ δὲ τὸ τῶν γυναικῶν σέκρετον εἰσάγονται ἀπὸ τοῦ λαυσιακοῦ διὰ τοῦ ὡρολογίου καὶ τοῦ χρυσοτρικλίνου οἱ τῆς συγκλήτου ἅπαντες, μάγιστροι, ἀνθύπατοι, πατρίκιοι καὶ ὀφφικιάλιοι, καὶ ἐπεύχονται ἀπευχαριστοῦντες 619 τῇ αὐγούστῃ, καὶ τὸ προσῆκον ἀποδίδουσι σέβας δι' εὐχῶν καὶ εὐφημιῶν τῷ πορφυρογεννήτῳ, καθὼς καὶ ἐν τῇ πρὸς τὸν βασιλέα ἀπευχαριστείᾳ καὶ εὐχῇ εἴρηται. ἰστέον, ὅτι ἀπὸ τῇ πρώτῃ ἡμέρᾳ τῆς γεννήσεως τοῦ πορφυρογεννήτου παιδὸς ὀφειλόμενόν ἐστι γίνεσθαι, ὃ ἡ κοινὴ συνήθεια λοχόζεμα καλεῖ, εἰς τὸν πόρτηκα τῶν ιθʹ ἀκουβίτων καὶ εἰς τὰ τριόδια τῆς λεωφόρου τῆς πόλεως, ἤγουν ἀπὸ τῆς χαλκῆς μέχρι τοῦ βοός. καὶ ὀφείλουσιν ἐν μὲν τῷ πόρτηκι τῶν ιθʹ ἀκουβίτων συνέρχεσθαι οἱ ἄρχοντες τῶν ταγμάτων μετὰ τῶν σχολαρίων, ὁμοίως καὶ οἱ ἄρχοντες τοῦ πλοΐμου μετὰ τοῦ πλοΐμου στρατοῦ. πρὸς τούτοις τῶν δύο μερῶν οἱ δημῶται καὶ τὸ πολιτικὸν μετὰ τῶν τῆς πόλεως συστημάτων, καὶ ἐπὶ ἑπτὰ ἡμέρας πίνουσιν ἐκεῖσε τὸ προῤῥηθὲν λοχόζεμα. ὁμοίως καὶ ἐν τοῖς προῤῥηθεῖσι τῆς λεωφόρου τριόδοις ὀφείλουσιν συνέρχεσθαι οἱ ἐν Χριστῷ ἡμῶν ἀδελφοὶ οἱ πένητες καὶ πίνειν ἐπὶ ἑπτὰ ἡμέρας τὸ προῤῥηθὲν λοχόζεμα. ΚΕΦ. κβʹ. Ὅσα δεῖ παραφυλάττειν ἐπὶ βαπτισμῷ ἄῤῥενος παιδὸς βασιλέως. Κελεύσει τοῦ βασιλέως ὁρίζονται μάγιστροι, ἀνθύπατοι, πατρίκιοι, στρατηγοὶ, στρατάρχαι, τουρμάρχαι, οἱ ἄρχοντες τῶν ταγμάτων, οἱ ὀφφικιάλιοι καὶ πᾶσα ἡ σύγκλητος, καὶ 620 εἰσέρχονται εἰς τὸν μέγαν βαπτιστῆρα τῆς μεγάλης ἐκκλησίας. οἱ δὲ δεσπόται προέρχονται μετὰ τῶν ἀλλαξίμων, καθὼς ἔχει ἡ συνήθεια τῶν μεγάλων ἑορτῶν. τὰ δὲ σκῆπτρα καὶ τὰ λοιπὰ σκεύη μένουσιν ἐν τῷ ναῷ τῆς μεγάλης ἐκκλησίας, καθὼς καὶ ἐν ταῖς μεγάλαις προελεύσεσιν, καὶ οἱ λοιποὶ ἀξιωματικοὶ καὶ συγκλητικοί. οἱ δὲ δεσπόται μετὰ τοῦ πατριάρχου καὶ τῶν ὁρισθέντων γενέσθαι ἀναδόχων εἰσέρχονται εἰς τὸν βαπτιστῆρα, καὶ τῆς εὐχῆς γενομένης καὶ τῆς εἰωθυίας ἐκκλησιαστικῆς τάξεως τελουμένης καὶ τοῦ παιδὸς βαπτιζομένου, δέχονται οἱ ἀνάδοχοι, καὶ ἀπὸ τῶν ἐκεῖσε κατέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου καὶ τοῦ φωτίσματος, καὶ γίνεται ἡ εἰωθυῖα εἴσοδος εἰς τὸ θυσιαστήριον. εἶτα εἰσέρχεται ὁ βασιλεὺς εἰς τὸ μητατώριον, καὶ τὰ ἑξῆς τελεῖται, καθὼς καὶ ἐν ταῖς μεγάλαις προελεύσεσιν. οἱ δὲ δῆμοι ἐν τῷ ὑποστρέφειν τὸν βασιλέα αἰτοῦνται, ἀχθῆναι ἱππικὸν ἱπποδρόμιον. τοῦ δὲ βασιλέως συντασσομένου, τελεῖται τῇ ἐπαύριον ἱπποδρόμιον ἀπολύσιμον καὶ προσκυνήσιμον. ΚΕΦ. κγʹ. Ὅσα δεῖ παραφυλάττειν ἐπὶ κουρεύματι παιδὸς βασιλέως. ∆ίδονται μανδάτα εἰς ὅλην τὴν σύγκλητον ἀλλαξίμων, καὶ 621 τῇ ἑξῆς προέρχονται πάντες οἱ συγκλητικοὶ, εἶτα ἔρχεται ὁ ῥαιφερενδάριος τοῦ πατριάρχου, καὶ ἐρωτᾷ, εἰ κελεύει ὁ βασιλεὺς εἰσελθεῖν τὸν πατριάρχην. τοῦ δὲ βασιλέως ὑπομιμνησκομένου παρὰ τοῦ πραιποσίτου καὶ κελεύοντος εἰσελθεῖν τὸν πατριάρχην, ἐξέρχεται ὁ πραιπόσιτος λέγων τῷ ῥαιφερενδαρίῳ, ὅτι κελεύει ὁ βασιλεὺς εἰσελθεῖν τὸν πατριάρχην. ὁ δὲ ἀπιὼν προσκαλεῖται τὸν πατριάρχην, καὶ εἰσέρχεται ἐν τῷ παλατίῳ, καθὼς εἴθισται αὐτῷ, μετὰ τοῦ σεκρέτου αὐτοῦ καὶ τῶν μητροπολιτῶν καὶ ἀρχιεπισκόπων, καὶ ὑπαντᾷ αὐτὸν ὁ βασιλεὺς ἐν τῷ χρυσοτρικλίνῳ. καὶ εἰς οἷον ἂν ναὸν κελεύῃ ὁ βασιλεὺς γενέσθαι τὸ κούρευμα, ἄπεισιν μετὰ τοῦ πατριάρχου. καὶ εἰθ' οὕτως εἰσέρχονται οἱ τοῦ κουβουκλείου καὶ οἱ ἄρχοντες τοῦ πατριάρχου καὶ κουβουκλείσιοι, πρὸς τούτοις μητροπολῖται καὶ ἀρχιεπίσκοποι. εἶτα κελεύσει τοῦ βασιλέως ἔρχονται καὶ οἱ τῆς συγκλήτου καὶ ὅσοι μέλλουσι γίνεσθαι ἀνάδοχοι τῶν τριχῶν τοῦ βασιλικοῦ παιδός. εἶτα φέρει ὁ πραιπόσιτος τὰ διὰ ῥαφῆς συνημμένα πρὸς ἄλληλα ἐγχείρια, καὶ ἐπιδίδωσι ταῦτα τῷ πατριάρχῃ, ὁ δὲ πατριάρχης τοῖς μέλλουσι γίνεσθαι ἀναδόχοις, καὶ ἑξῆς γίνεται ἡ τῆς ἐκκλησίας ἀκόλουθος τοῦ κουρεύματος τάξις. καὶ τὸ μὲν πρῶτον χρυσοῦν ἐγχείριον, ἐν ᾧ καὶ αἱ ἀποκαρεῖσαι τρίχες τοῦ παιδὸς ἔγκεινται, ἐπιδίδοται τῷ πραιποσίτῳ, τὰ δὲ λοιπὰ ἐγχείρια